Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.34.1-2.34.6

梅萨纳的温泉与通往赫米奥内途中的圣所

第 95 段,共 465 段 · 希腊语

内容简介

在描述了梅萨纳的温泉和独特的避风仪式后,作者讨论了关于邻近城市赫米奥内创建的谱系争议,以及通往该城的山路沿途的圣所。

§2.34.1τῆς δὲ Τροιζηνίας γῆς ἐστιν ἰσθμὸς ἐπὶ πολὺ διέχων ἐς θάλασσαν, ἐν δὲ αὐτῷ πόλισμα οὐ μέγα ἐπὶ θαλάσσῃ Μέθανα ᾤκισται.
在特罗伊曾的土地上,有一处向海中延伸很长的地峡,其上建有一座靠海的小城梅萨纳。
Ἴσιδος δὲ ἐνταῦθα ἱερόν ἐστι καὶ ἄγαλμα ἐπὶ τῆς ἀγορᾶς Ἑρμοῦ, τὸ δὲ ἕτερον Ἡρακλέους.
这里有一座伊西斯的神殿,广场上有一尊赫尔墨斯的雕像,另一尊则是赫拉克勒斯的。
τοῦ δὲ πολίσματος τριάκοντά που στάδια ἀπέχει θερμὰ λουτρά· φασὶ δὲ Ἀντιγόνου τοῦ Δημητρίου Μακεδόνων βασιλεύοντος τότε πρῶτον τὸ ὕδωρ φανῆναι, φανῆναι δὲ οὐχ ὕδωρ εὐθὺς ἀλλὰ πῦρ ἀναζέσαι πολὺ ἐκ τῆς γῆς, ἐπὶ δὲ τούτῳ μαρανθέντι ῥυῆναι τὸ ὕδωρ, ὃ δὴ καὶ ἐς ἡμᾶς ἄνεισι θερμόν τε καὶ δεινῶς ἁλμυρόν.
离该城大约三十斯塔迪翁的地方有温泉;人们说,当德米特里之子安提柯统治马其顿人时,那水才第一次出现,而且起初出现的并不是水,而是从地里沸腾出熊熊烈火,在这烈火熄灭之后,水才流了出来,这水直到今天依然涌出,既热且极咸。
λουσαμένῳ δὲ ἐνταῦθα οὔτε ὕδωρ ἐστὶν ἐγγὺς ψυχρὸν οὔτε ἐσπεσόντα ἐς τὴν θάλασσαν ἀκινδύνως νήχεσθαι· θηρία γὰρ καὶ ἄλλα καὶ κύνας παρέχεται πλείστους.
对于在此沐浴的人来说,附近既没有冷水,跳入海中游泳也不安全;因为这片海中不仅有其他海怪,还生息着极多的海狗(鲨鱼)。
§2.34.2ὃ δὲ ἐθαύμασα ἐν τοῖς Μεθάνοις μάλιστα, γράψω καὶ τοῦτο.
在梅萨纳最让我惊叹的事,我也要写下来。
ἄνεμος ὁ Λὶψ βλαστανούσαις ταῖς ἀμπέλοις ἐμπίπτων ἐκ τοῦ Σαρωνικοῦ κόλπου τὴν βλάστην σφῶν ἀφαυαίνει· κατιόντος οὖν ἔτι τοῦ πνεύματος ἀλεκτρυόνα τὰ πτερὰ ἔχοντα διὰ παντὸς λευκὰ διελόντες ἄνδρες δύο ἐναντίοι περιθέουσι τὰς ἀμπέλους, ἥμισυ ἑκάτερος τοῦ ἀλεκτρυόνος φέρων· ἀφικόμενοι δʼ ἐς τὸ αὐτὸ ὅθεν ὡρμήθησαν, κατορύσσουσιν ἐνταῦθα.
当葡萄发芽时,从萨罗尼科斯湾吹来的西南风(利普斯)会吹袭它们,吹干它们的嫩芽;因此,当风还在吹袭时,两个男人将一只羽毛全白的公鸡撕成两半,面朝相反的方向绕着葡萄园奔跑,每人拿着公鸡的一半;当他们回到出发的同一地点时,便将它埋在那里。
§2.34.3τοῦτο μὲν πρὸς τὸν Λίβα σφίσιν ἐστὶν εὑρημένον· τὰς δὲ νησῖδας αἳ πρόκεινται τῆς χώρας ἀριθμὸν ἐννέα οὔσας Πέλοπος μὲν καλοῦσι, τοῦ θεοῦ δὲ ὕοντος μίαν ἐξ αὐτῶν οὔ φασιν ὕεσθαι.
这是他们针对西南风所想出的办法;至于该地区前方的那些小岛,数量有九个,他们称之为佩洛普斯群岛,据说当神下雨时,其中一座岛却不下雨。
τοῦτο δὲ εἰ τοιοῦτόν ἐστιν οὐκ οἶδα, ἔλεγον δὲ οἱ περὶ τὰ Μέθανα, ἐπεὶ χάλαζάν γε ἤδη θυσίαις εἶδον καὶ ἐπῳδαῖς ἀνθρώπους ἀποτρέποντας.
这是否属实我不得而知,但梅萨纳一带的人是这样说的,因为我曾亲眼见过人们通过祭祀和咒语来驱退冰雹。
§2.34.4τὰ μὲν δὴ Μέθανα ἰσθμός ἐστι τῆς Πελοποννήσου· ἐντὸς δὲ τοῦ ἰσθμοῦ τῆς Τροιζηνίων ὅμορός ἐστιν Ἑρμιόνη.
梅萨纳确实是伯罗奔尼撒的一处地峡;在地峡内部,赫米奥内与特罗伊曾人的领土相邻。
οἰκιστὴν δὲ τῆς ἀρχαίας πόλεως Ἑρμιονεῖς γενέσθαι φασὶν Ἑρμίονα Εὔρωπος.
赫米奥内人说,这座古城的创建者是欧罗普斯之子赫米翁。
τὸν δὲ Εὔρωπα —ἦν γὰρ δὴ Φορωνέως—Ἡροφάνης ὁ Τροιζήνιος ἔφασκεν εἶναι νόθον· οὐ γὰρ δή ποτε ἐς Ἄργον τὸν Νιόβης θυγατριδοῦν ὄντα Φορωνέως τὴν ἐν Ἄργει περιελθεῖν ἂν ἀρχὴν παρόντος Φορωνεῖ γνησίου παιδός.
但关于欧罗普斯(他确实是福罗纽斯之子),特罗伊曾的赫罗法内斯声称他是私生子;因为如果福罗纽斯有合法的子嗣在世,在阿哥斯的统治权绝不可能落到福罗纽斯的外孙、尼奥贝之子阿哥斯手中。
§2.34.5ἐγὼ δέ, εἰ καὶ γνήσιον ὄντα Εὔρωπα πρότερον τὸ χρεὼν ἢ Φορωνέα ἐπέλαβεν, εὖ οἶδα ὡς οὐκ ἔμελλεν ὁ παῖς αὐτῷ Νιόβης παιδὶ ἴσα οἴσεσθαι Διός γε εἶναι δοκοῦντι.
但我认为,即使欧罗普斯是合法子嗣,且他的命运(死亡)先于福罗纽斯降临,我也很清楚他的孩子绝不可能与被视为宙斯之子的尼奥贝的孩子享有同等的地位。
ἐπῴκησαν δὲ καὶ Ἑρμιόνα ὕστερον Δωριεῖς οἱ ἐξ Ἄργους· πόλεμον δὲ οὐ δοκῶ γενέσθαι σφίσιν, ἐλέγετο γὰρ ἂν ὑπὸ Ἀργείων.
后来,来自阿哥斯的多利亚人也迁入赫米奥内;但我认为他们之间并没有发生战争,因为如果发生过,阿哥斯人肯定会提起。
§2.34.6ἔστι δὲ ὁδὸς ἔς Ἑρμιόνα ἐκ Τροιζῆνος κατὰ τὴν πέτραν ἣ πρότερον μὲν ἐκαλεῖτο Σθενίου Διὸς βωμός, μετὰ δὲ Θησέα ἀνελόμενον τὰ γνωρίσματα ὀνομάζουσιν οἱ νῦν Θησέως αὐτήν.
从特罗伊曾到赫米奥内有一条路,经过一块岩石,这块岩石以前被称为“斯塞尼奥斯宙斯的祭坛”,但在忒修斯取走(父亲留下的)信物后,现代人称之为“忒修斯之岩”。
κατὰ ταύτην οὖν τὴν πέτραν ἰοῦσιν ὀρεινὴν ὁδόν, ἔστι μὲν Ἀπόλλωνος ἐπίκλησιν Πλατανιστίου ναός, ἔστι δὲ Εἰλεοὶ χωρίον, ἐν δὲ αὐτῷ Δήμητρος καὶ Κόρης τῆς Δήμητρος ἱερά· τὰ δὲ πρὸς θάλασσαν ἐν ὅροις τῆς Ἑρμιονίδος ἱερὸν Δήμητρός ἐστιν ἐπίκλησιν Θερμασίας.
沿着这条经过岩石的山路走,有一座异名为普拉塔尼斯提奥斯的阿波罗神殿,还有一个叫作埃莱奥伊的地方,其中有德墨忒尔和德墨忒尔之女(科瑞)的圣所;而在靠近海边、位于赫米奥尼斯边界的地方,有一座异名为塞尔马西亚的德墨忒尔圣所。

词汇与语法注释

  1. 2.34.1τὸ δὲ ἕτερον Ἡρακλέους — 中性形容词 τὸ ἕτερον 指代前文的中性名词 ἄγαλμα,表示一个省略结构,意为“另一尊雕像是赫拉克勒斯的”。
  2. 2.34.4περιελθεῖν ἂν ... παρόντος — 不定式 περιελθεῖν 与语气词 ἂν 连用,表示过去反事实的结论(“绝不可能落到”),而属格绝对的分词 παρόντος 则表示其条件(“如果……在世的话”)。
  3. 2.34.5τὸ χρεὼν — 此处用作名词,意为“命运”或“死亡”(原本源于无人称动词 χρή 的中性分词),作为动词 ἐπέλαβεν(“降临”、“袭击”)的主语。

引用这一段

保萨尼亚斯, 希腊志 §2.34.1-2.34.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.34.1-2.34.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。