§2.31.1ἐν τῇ ἀγορᾷ Τροιζηνίων ναὸς καὶ ἀγάλματα Ἀρτέμιδός ἐστι Σωτείρας·
トロイゼン人のアゴラには、救い主(ソーテイラ)アルテミスの神殿と像がある。
Θησέα δὲ ἐλέγετο ἱδρύσασθαι καὶ ὀνομάσαι Σώτειραν, ἡνίκα Ἀστερίωνα τὸν Μίνω καταγωνισάμενος ἀνέστρεψεν ἐκ τῆς Κρήτης.
テセウスがミノスの子アステリオンを打ち倒してクレタから帰還した時に、これを建立して「救い主」と名付けたと言われている。
ἀξιολογώτατον δὲ εἶναι τοῦτο ἔδοξέν οἱ τῶν κατειργασμένων, οὐ τοσοῦτον ἐμοὶ δοκεῖν ὅτι ἀνδρείᾳ τοὺς ἀποθανόντας ὑπὸ Θησέως ὑπερέβαλεν ὁ Ἀστερίων, ἀλλὰ τό τε τοῦ λαβυρίνθου δυσέξοδον καὶ τὸ λαθόντα ἀποδρᾶναι μετὰ τὸ ἔργον ἐποίησεν εἰκότα τὸν λόγον ὡς προνοίᾳ θείᾳ καὶ αὐτὸς ἀνασωθείη Θησεὺς καὶ οἱ σὺν αὐτῷ.
そして、彼にとっては、これが自らの成し遂げた業績の中で最も価値あるものと思われたが、私が思うに、それはアステリオンがテセウスに殺された他の者たちよりも勇気において勝っていたからというよりはむしろ、迷宮から脱出することの困難さと、事を終えたあとに気づかれずに逃げ出したという事実が、テセウス自身と彼とともにいた者たちが神の摂理によって救い出されたのだという話を尤もらしく思わせるからである。
§2.31.2ἐν τούτῳ δέ εἰσι τῷ ναῷ βωμοὶ θεῶν τῶν λεγομένων ὑπὸ γῆν ἄρχειν, καί φασιν ἐξ Ἅιδου Σεμέλην τε ὑπὸ Διονύσου κομισθῆναι ταύτῃ καὶ ὡς Ἡρακλῆς ἀναγάγοι τὸν κύνα τοῦ Ἅιδου·
この神殿の中には、地下を支配すると言われている神々の祭壇があり、また人々は、セメレがディオニュソスによってハデスからこの場所へと連れ戻されたということ、またヘラクレスがハデスの犬を連れ出したということを語っている。
ἐγὼ δὲ Σεμέλην μὲν οὐδὲ ἀποθανεῖν ἀρχὴν πείθομαι Διός γε οὖσαν γυναῖκα, τὰ δὲ ἐς τὸν ὀνομαζόμενον Ἅιδου κύνα ἑτέρωθι ἔσται μοι δῆλα ὁποῖα εἶναί μοι δοκεῖ.
しかし、私はセメレが、ゼウスの妻である以上、そもそも死ぬことさえなかったと信じている。 また、いわゆるハデスの犬に関する事柄については、それがどのようなものであると私が考えているか、別の場所で明らかにするつもりである。
§2.31.3ὄπισθεν δὲ τοῦ ναοῦ Πιτθέως μνῆμά ἐστι, τρεῖς δὲ ἐπʼ αὐτῷ θρόνοι κεῖνται λίθου λευκοῦ·
神殿の裏にはピッテウスの墓があり、その上には白い大理石の玉座が三つ置かれている。
δικάζειν δὲ Πιτθέα καὶ ἄνδρας δύο σὺν αὐτῷ λέγουσιν ἐπὶ τῶν θρόνων.
ピッテウスと、彼とともに二人の男がそれらの玉座の上で裁判を行ったと人々は言っている。
οὐ πόρρω δὲ ἱερὸν Μουσῶν ἐστι, ποιῆσαι δὲ ἔλεγον αὐτὸ Ἄρδαλον παῖδα Ἡφαίστου·
そこから遠くないところにムーサたちの神殿があり、それをヘパイストスの子アルダロスが建てたと言われていた。
καὶ αὐλόν τε εὑρεῖν νομίζουσι τὸν Ἄρδαλον τοῦτον καὶ τὰς Μούσας ἀπʼ αὐτοῦ καλοῦσιν Ἀρδαλίδας.
また、人々はこのアルダロスが笛を発明したと考えており、ムーサたちを彼にちなんでアルダリデスと呼んでいる。
ἐνταῦθα Πιτθέα διδάξαι λόγων τέχνην φασί, καί τι βιβλίον Πιτθέως δὴ σύγγραμμα ὑπὸ ἀνδρὸς ἐκδοθὲν Ἐπιδαυρίου καὶ αὐτὸς ἐπελεξάμην.
ここでピッテウスが弁論術を教えたと言われており、エピダウロスの一人の男によって出版された、まさにピッテウスの著作とされる書物を、私自身も読んだことがある。
τοῦ Μουσείου δὲ οὐ πόρρω βωμός ἐστιν ἀρχαῖος, Ἀρδάλου καὶ τοῦτον ὥς φασιν ἀναθέντος·
ムーサたちの神殿から遠くないところに古い祭壇があり、人々が言うには、これもアルダロスが奉納したものである。
ἐπὶ δὲ αὐτῷ Μούσαις καὶ Ὕπνῳ θύουσι, λέγοντες τὸν Ὕπνον θεὸν μάλιστα εἶναι φίλον ταῖς Μούσαις.
そして彼らはその上でムーサたちと「眠り」に犠牲を捧げており、「眠り」はムーサたちに最も愛されている神であると言っている。
§2.31.4πλησίον δὲ τοῦ θεάτρου Λυκείας ναὸν Ἀρτέμιδος ἐποίησεν Ἱππόλυτος·
劇場の近くには、ヒッポリュトスが建てたリュケイア・アルテミスの神殿がある。
ἐς δὲ τὴν ἐπίκλησιν οὐδὲν εἶχον πυθέσθαι παρὰ τῶν ἐξηγητῶν, ἀλλὰ ἢ λύκους ἐφαίνετό μοι τὴν Τροιζηνίαν λυμαινομένους ἐξελεῖν ὁ Ἱππόλυτος ἢ Ἀμαζόσι, παρʼ ὧν τὰ πρὸς μητρὸς ἦν, ἐπίκλησις τῆς Ἀρτέμιδός ἐστιν αὕτη·
その呼び名の由来については、案内人たちから何も聞き出すことができなかったが、私には、ヒッポリュトスがトロイゼンの地を荒らしていた狼を退治したからか、あるいは彼の母方の出自であるアマゾンたちにおいて、これがアルテミスの呼び名であったからではないかと思われた。
εἴη δʼ ἂν ἔτι καὶ ἄλλο οὐ γινωσκόμενον ὑπὸ ἐμοῦ.
もっとも、私には知られていない別の理由がまだあるかもしれない。
τὸν δὲ ἔμπροσθεν τοῦ ναοῦ λίθον, καλούμενον δὲ ἱερόν, εἶναι λέγουσιν ἐφʼ οὗ ποτε ἄνδρες Τροιζηνίων ἐννέα Ὀρέστην ἐκάθηραν ἐπὶ τῷ φόνῳ τῆς μητρός.
神殿の前にある石は「神聖な石」と呼ばれているが、かつてトロイゼン人の九人の男たちが、母親殺しの罪に対してオレステスを清めた場所であると人々は言っている。
§2.31.5εἰσὶ δὲ οὐ μακρὰν τῆς Λυκείας Ἀρτέμιδος βωμοὶ διεστηκότες οὐ πολὺ ἀπʼ ἀλλήλων·
リュケイア・アルテミスの神殿から遠くないところに、互いにあまり離れていない祭壇がいくつかある。
ὁ μὲν πρῶτός ἐστιν αὐτῶν Διονύσου κατὰ δή τι μάντευμα ἐπίκλησιν Σαώτου, δεύτερος δὲ Θεμίδων ὀνομαζόμενος·
それらの最初のものは、ある神託に従って「救い主」の呼び名を持つディオニュソスの祭壇であり、二番目のものは「テミスたち」と呼ばれる祭壇である。
Πιτθεὺς τοῦτον ἀνέθηκεν, ὡς λέγουσιν.
人々が言うには、ピッテウスがこれを奉納した。
Ἡλίου δὲ Ἐλευθερίου καὶ σφόδρα εἰκότι λόγῳ δοκοῦσί μοι ποιῆσαι βωμόν, ἐκφυγόντες δουλείαν ἀπὸ Ξέρξου τε καὶ Περσῶν.
また、彼らが「自由の太陽」の祭壇を建てたのは、きわめてもっともな理由によるものと私には思われる。 すなわち、彼らがクセルクセスとペルシア人による奴隷状態から逃れたからである。