§2.30.1ναοὶ δὲ οὐ πολὺ ἀλλήλων ἀφεστηκότες ὁ μὲν Ἀπόλλωνός ἐστιν, ὁ δὲ Ἀρτέμιδος, Διονύσῳ δὲ αὐτῶν ὁ τρίτος.
互いにあまり離れていない神殿群があり、一つはアポロンの、もう一つはアルテミスの、そしてそれらのうち三つ目はディオニュソスの神殿である。
Ἀπόλλωνι μὲν δὴ ξόανον γυμνόν ἐστι τέχνης τῆς ἐπιχωρίου, τῇ δὲ Ἀρτέμιδί ἐστιν ἐσθής, κατὰ ταὐτὰ δὲ καὶ τῷ Διονύσῳ·
アポロンには地元の技法による裸の木像があり、アルテミスには衣服が着せられており、ディオニュソスについても同様である。
καὶ γένεια Διόνυσος ἔχων πεποίηται.
そしてディオニュソスは髭を蓄えた姿で造られている。
τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔστι μὲν ἑτέρωθι καὶ οὐ ταύτῃ, λίθου δὲ ἄγαλμα καθήμενον.
アスクレピオスの聖域は他の場所にあり、ここではなく、石造りの座像がある。
§2.30.2θεῶν δὲ Αἰγινῆται τιμῶσιν Ἑκάτην μάλιστα καὶ τελετὴν ἄγουσιν ἀνὰ πᾶν ἔτος Ἑκάτης, Ὀρφέα σφίσι τὸν Θρᾷκα καταστήσασθαι τὴν τελετὴν λέγοντες.
諸神の中でアイギナ人はヘカテを最も尊び、毎年ヘカテの秘儀を執り行っている。 彼らはトラキア人オルペウスが彼らのためにこの秘儀を創始したと言っている。
τοῦ περιβόλου δὲ ἐντὸς ναός ἐστι, ξόανον δὲ ἔργον Μύρωνος, ὁμοίως ἓν πρόσωπόν τε καὶ τὸ λοιπὸν σῶμα.
囲い地の中には神殿があり、木像はミュロンの作品で、顔もその他の身体と同様に一つである。
Ἀλκαμένης δὲ ἐμοὶ δοκεῖν πρῶτος ἀγάλματα Ἑκάτης τρία ἐποίησε προσεχόμενα ἀλλήλοις, ἣν Ἀθηναῖοι καλοῦσιν Ἐπιπυργιδίαν·
私の考えでは、アルカメネスが最初に、互いに背を向け合って結合したヘカテの三つの像を制作した。 これをアテナイ人はエピピュルギディアと呼んでいる。
ἕστηκε δὲ παρὰ τῆς Ἀπτέρου Νίκης τὸν ναόν.
これは「翼なき勝利の女神」の神殿の傍らに立っている。
§2.30.3ἐν Αἰγίνῃ δὲ πρὸς τὸ ὄρος τοῦ Πανελληνίου Διὸς ἰοῦσιν, ἔστιν Ἀφαίας ἱερόν, ἐς ἣν καὶ Πίνδαρος ᾆσμα Αἰγινήταις ἐποίησε.
アイギナにおいて、パネレニオスのゼウスの山へ行く途中に、アパイアの聖域があり、彼女に向けてピンダロスもアイギナ人のために歌を作った。
φασὶ δὲ οἱ Κρῆτες— τούτοις γάρ ἐστι τὰ ἐς αὐτὴν ἐπιχώρια—Καρμάνορος τοῦ καθήραντος Ἀπόλλωνα ἐπὶ φόνῳ τῶ Πύθωνος παῖδα Εὔβουλον εἶναι, Διὸς δὲ καὶ Κάρμης τῆς Εὐβούλου Βριτόμαρτιν γενέσθαι·
クレタ人たちは――彼らにこそ彼女に関する地元の伝承があるのだが――、ピュトンの殺害に対してアポロンを浄めたカルマノルの息子がエウブロスであり、ゼウスとエウブロスの娘カルメからブリトマルティスが生まれた、と語っている。
χαίρειν δὲ αὐτὴν δρόμοις τε καὶ θήραις καὶ Ἀρτέμιδι μάλιστα φίλην εἶναι·
そして彼女は走ることと狩猟を好み、アルテミスに最も愛されていた。
Μίνω δὲ ἐρασθέντα φεύγουσα ἔρριψεν ἑαυτὴν ἐς δίκτυα ἀφειμένα ἐπʼ ἰχθύων θήρᾳ.
彼女は、恋い慕うミノスから逃れて、魚を捕るために下ろされていた網の中に身を投げた。
ταύτην μὲν θεὸν ἐποίησεν Ἄρτεμις, σέβουσι δὲ οὐ Κρῆτες μόνον ἀλλὰ καὶ Αἰγινῆται, λέγοντες φαίνεσθαί σφισιν ἐν τῇ νήσῳ τὴν Βριτόμαρτιν.
彼女をアルテミスは女神にし、クレタ人だけでなくアイギナ人も彼女を崇拝しており、ブリトマルティスが彼らの島に姿を現したと言っている。
ἐπίκλησις δέ οἱ παρά τε Αἰγινήταις ἐστὶν Ἀφαία καὶ Δίκτυννα ἐν Κρήτῃ.
そして彼女の呼び名は、アイギナ人の間ではアパイアであり、クレタではディクテュンナである。
§2.30.4τὸ δὲ Πανελλήνιον, ὅτι μὴ τοῦ Διὸς τὸ ἱερόν, ἄλλο τὸ ὄρος ἀξιόλογον εἶχεν οὐδέν.
パネレニオン山は、ゼウスの聖域を除いては、見るに値するものを他には何も持っていなかった。
τοῦτο δὲ τὸ ἱερὸν λέγουσιν Αἰακὸν ποιῆσαι τῷ Διί·
この聖域を、人々はアイアコスがゼウスのために建てたと言っている。
τὰ δὲ ἐς τὴν Αὐξησίαν καὶ Δαμίαν, ὡς οὐχ ὗεν ὁ θεὸς Ἐπιδαυρίοις, ὡς τὰ ξόανα ταῦτα ἐκ μαντείας ἐποιήσαντο ἐλαίας παρʼ Ἀθηναίων λαβόντες, ὡς Ἐπιδαύριοι μὲν οὐκ ἀπέφερον ἔτι Ἀθηναίοις ἃ ἐτάξαντο οἷα Αἰγινητῶν ἐχόντων τὰ ἀγάλματα, Ἀθηναίων δὲ ἀπώλοντο οἱ διαβάντες διὰ ταῦτα ἐς Αἴγιναν, ταῦτα εἰπόντος Ἡροδότου καθʼ ἕκαστον αὐτῶν ἐπʼ ἀκριβὲς οὔ μοι γράφειν κατὰ γνώμην ἦν εὖ προειρημένα, πλὴν τοσοῦτό γε ὅτι εἶδόν τε τὰ ἀγάλματα καὶ ἔθυσά σφισι κατὰ τὰ αὐτὰ καθὰ δὴ καὶ Ἐλευσῖνι θύειν νομίζουσιν.
アウクセシアとダミアに関する事柄、すなわち、いかに神がエピダウロス人に雨を降らせなかったか、いかに彼らが神託に従って、アテナイ人からオリーブの木を譲り受けてこれらの木像を作ったか、いかにエピダウロス人が、アイギナ人がそれらの像を所有したために、アテナイ人に義務づけられていた貢ぎ物をこれ以上納めなくなったか、そして、このためにアイギナに渡ったアテナイ人たちが、いかに全滅したかについては――ヘロドトスがこれらのことそれぞれについて詳細に語っているため、すでにうまく語られていることを、書き記すことは私の意に染まなかった。 ただ、これだけは言っておくと、私はそれらの像を見て、エレウシスにおいて犠牲を捧げるのが慣習となっているのと全く同じように、彼女たちに犠牲を捧げた。
§2.30.5Αἰγίνης μὲν δὴ Αἰακοῦ ἕνεκα καὶ ἔργων ὁπόσα ἀπεδείξατο ἐς τοσόνδε ἔστω μνήμη·
アイギナについては、アイアコスと彼が示した数々の事績ゆえに、これほどの記述にとどめておこう。
τῆς δὲ Ἐπιδαυρίας ἔχονται Τροιζήνιοι, σεμνύνοντες εἴπερ καὶ ἄλλοι τινὲς τὰ ἐγχώρια·
エピダウロス領の隣にはトロイゼン人が住んでおり、彼らは他の誰にも劣らず地元の伝承を誇りにしている。
φασὶ δὲ Ὦρον γενέσθαι σφίσιν ἐν τῇ γῆ πρῶτον.
彼らは、ロスが自分たちの土地で最初に生まれたと言っている。
ἐμοὶ μὲν οὖν Αἰγύπτιον φαίνεται καὶ οὐδαμῶς Ἑλληνικὸν ὄνομα Ὦρος εἶναι·
私にとっては、ロスという名前はエジプトのものであり、決してギリシアのものとは思われないが、ともかく、彼らは彼が王となり、その土地が彼にちなんでホライアと呼ばれたと言う。
βασιλεῦσαι δʼ οὖν φασιν αὐτὸν καὶ Ὠραίαν ἀπʼ αὐτοῦ καλεῖσθαι τὴν γῆν, Ἄλθηπον δὲ Ποσειδῶνος παῖδα καὶ Ληίδος τῆς Ὤρου, παραλαβόντα μετὰ Ὦρον τὴν ἀρχήν, Ἀλθηπίαν ὀνομάσαι τὴν γῆν.
そして、ポセイドンとロスの娘レイスの息子であるアルテポスが、ロスの後に支配権を引き継ぎ、その土地をアルテピアと名付けたと言う。