§485μὲν σώζειν ὑμᾶς ἐγνωκέναι, λόγῳ δʼ ὀκνῆσαι διδάξαι τὰ δέοντα, ἄλλως τε καὶ προσδοκίας οὔσης ἐγχειριεῖν ἐκεῖνον διαστρέφειν τἀληθὲς, ὅπερ εὑρήκαμεν.
行動において皆さんを救うと決意していながら、言葉においてなすべきことを説くのを躊躇することは、とりわけ、彼が真実を歪めようと試みるであろうという予想がある状況においては、極めて恥ずべきことでした。 そして実際、私たちはその通りであることを知ったのです。
πρὸς μὲν οὖν τὴν πρεσβείαν, οἶμαι, τὴν παρʼ ἐκείνου πρέσβεων ἡμετέρων ἔδει, τῷ δὲ στρατεύματι στράτευμα ἀντιπροσέρχεται.
それゆえ、彼からの使節団に対しては、我が方の使節が必要であったと私は思いますが、彼の軍勢に対しては、我が方の軍勢が対抗して進みます。
εἰ δέ τις ἡγεῖται παράδοξον ἡμᾶς ὑπὲρ ὑμῶν πεφοβημένους ἥκειν, ἐνθυμείσθω κἀκεῖνο, ὡς παράδοξον Φίλιππον ἐφʼ ἡμᾶς ὑπὲρ τῶν ὑμετέρων ἐγκλημάτων ἔρχεσθαι.
しかし、もし私たちが皆さんのために恐怖を抱いてやって来たことを奇妙に思う者がいるなら、次の点もまた念頭に置きなさい。 すなわち、フィリッポスが皆さんに対する怨恨を理由に、私たちに対して進軍して来ることこそ奇妙である、と。
μὴ τοίνυν δυοῖν παραδόξοιν ὃ μέν ἐστι καθʼ ὑμῶν ἰσχυρὸν ποιήσητε, ὃ δʼ εἰς σωτηρίαν ὑπάρχει διαφθείρητε.
したがって、これら二つの奇妙なことのうち、皆さんに対して不利に働く方を強力にし、救済のために存在している方を台無しにしてはなりません。
ἡμεῖς δὲ πῶς οὐκ ἐμέλλομεν αἰσχυνεῖσθαι, εἰ Βυζαντίους μὲν πρώην ἀφειλόμεθα κινδύνου καὶ Περινθίους καὶ Χερρονησίτας, ἔτι δʼ Εὐβοέας καὶ Χαλκιδέας, τό γʼ ἐφʼ ἡμῖν, ἔχοντες εἰπεῖν περὶ πάντων τούτων ὡς οὐ κάλλισθʼ ἡμᾶς ἐδεδράκεσαν, ὑμᾶς δὲ ψυχρῶν ἂν ἕνεκʼ ἐγκλημάτων περιίδοιμεν πᾶσι τοῖς οὖσι κινδυνεύοντας·
それにしても、私たちはどうして恥じ入らずにいられたでしょうか。 もし私たちが、先日ビュザンティオン人、ペリントス人、ヘルソネソス人を、さらにはエウボイア人とカルキス人を、少なくとも私たちに関する限り危険から救い出したというのに(しかも彼ら全員について、彼らが私たちに最善の振る舞いをしてくれたわけではないと言えるにもかかわらず)、皆さんに対しては、冷淡な怨恨のために、すべての財産を賭けて危機に瀕しているのを傍観するようなことをしたとしたら。
ὧν τίς συνηθέστερος ἡμῖν ἐν ἅπασι τοῖς Ἕλλησι;
皆さん以上に、全ギリシア人の中で私たちと親しい者が誰かいるでしょうか。
θαυμάζω δὲ Πύθωνος, εἰ τῶν μὲν δυσχερῶν ὑμᾶς ἀξιοίη μνημονεύειν ἃ παρʼ ἀμφοτέρων ἀκουσίως γεγένηται, τῶν δʼ εἰς οἰκειότητα καὶ πίστιν φερόντων ἐκ τοῦ παντὸς χρόνου τοσούτων τὸ πλῆθος οὐχὶ νομίζει ποιήσεσθαι λόγον, καὶ ταῦτα πάντων ἀνθρώπων συνειδότων ὡς ἐν καλῷ γεγόνασιν ἀλλήλαις ἐπὶ τῶν χρειῶν αἱ πόλεις.
しかし、私はピュトンに驚かざるを得ません。 双方によって不本意ながら引き起こされた困難な事柄については、皆さんに記憶にとどめるよう要求する一方で、これまでの全時代を通じて、これほど多く存在した、親睦と信頼に資する数々の事柄については、考慮に入れる必要がないと考えていることについて。 しかも、窮地において両都市が互いにどれほど有益な存在であったか、すべての人が知っているというのに。
ὡς μὲν οὖν Οἰδίπουν ἐδεξάμεθʼ ἡμεῖς καὶ ὡς Διόνυσος παρʼ ὑμῶν ὁρμηθεὶς Ἰκαρίῳ συγγίγνεται, καὶ τὴν δωρεὰν ἣν ἔδωκε, καὶ ὡς Ἡρακλῆς ἐμυήθη ξένων πρῶτος, καὶ ὡς πρῶτοι νεὼν ἱδρυσάμεθʼ αὐτῷ, καὶ τῶν παίδων ὡς προὔστημεν, καὶ πάνθʼ ὅσα τοιαῦτα, ἐάσομεν·
それゆえ、私たちがどのようにオイディプスを受け入れたか、また、どのようにディオニュソスが皆さんから出発してイカリオスと交わったか、そして彼が与えた贈り物のこと、また、どのようにヘラクレスが異邦人で最初にエレウシスの秘儀に入信したか、どのように私たちが最初に彼のために神殿を建立したか、またどのように私たちが彼の子供たちを保護したか、その他そうしたすべてのことは、語らずにおきましょう。
ἀλλʼ ὧν ἔτι ζῶσιν οἱ μάρτυρες, τοῦτο μὲν ἡμεῖς ὅτʼ ἠτύχησεν ὁ δῆμος, ὡς δεῦρʼ ἐλθόντες πατρίδα τὰς Θήβας εἴχομεν, καὶ Λακεδαιμονίων μετὰ τοῦτο κελευόντων ὑμᾶς συνεμβάλλειν εἰς τὴν Ἀττικὴν ἅπαντες ἀπεψηφίσασθε, τοῦτο δʼ ὑμεῖς, ἡνίκʼ αὖθις ἐφʼ ὑμᾶς ἐβάδιζον Λακεδαιμόνιοι, τοσοῦτον ἀπέσχομεν τοῦ στρατεῦσαι μετʼ ἐκείνων, ὥστʼ ἀτειχίστου τῆς πόλεως οὔσης ἐκστρατευσάμενοι καὶ μάχῃ νικήσαντες μεθʼ ὑμῶν ἠλευθερώσαμεν τὴν
しかし、まだ証人たちが生きている事柄については。 第一に、我が方の民衆が不運に見舞われたとき、私たちがここに逃れてきて、テーバイを祖国としたこと。 そしてその後、ラケダイモン人たちが皆さんにアッティカへの侵略を命じたとき、皆さん全員がこれに反対の票を投じたこと。 第二に、皆さんについては。 ラケダイモン人たちが再び皆さんに対して進軍してきたとき、私たちは彼らと共に従軍することをそれほどまでに避けた結果、城壁のない都市であったにもかかわらず出兵し、皆さんと共に戦いに勝ってボイオティアを解放したのです。
§486Βοιωτίαν, ἀνάγκῃ μὲν οὐδεμιᾶς συμμαχίας, γνώμῃ δʼ ὑμᾶς εὖ ποιεῖν ἑλόμενοι.
いかなる同盟関係の義務によるのでもなく、皆さんに善をなすことを自ら決意したことによるのです。
καὶ πάλιν τῆς εἰρήνης γενομένης τῆς ἐπὶ Ἀνταλκίδου, καὶ Φοιβίδου τὴν Καδμείαν καταλαβόντος, τήν τε φυγὴν ἐδεχόμεθα καὶ ἐπειδὴ τῶν ὅπλων ἔδει, παρῆμεν πανδημεὶ, καὶ οὐκ ἔφθημεν ἐλθόντες, καὶ Λακεδαιμονίους ὑποσπόνδους ἀπηλλάξαμεν, καὶ μυρία ἄν τις ἔχοι λέγειν, ὡς ἀγαθὴ τύχη πεφύκασιν αἱ πόλεις ἀλλήλαις.
そしてまた、アンタルキダスの平和が結ばれ、ポイビダスがカドメイアを占領したとき、私たちは亡命者を受け入れました。 そして武器が必要となったとき、私たちは全市民を挙げて駆けつけ、到着するやいなや、ラケダイモン人を停戦協定のもとで退散させました。 このように、両都市が互いにとってどれほど良き運命となってきたかについては、いくらでも語ることができるでしょう。
οὐ τοίνυν μόνον πόλει πρὸς πόλιν ἡμῖν πλεῖστα ὑπάρχει πρὸς ἀλλήλους, ἀλλὰ καὶ τῶν ἰδίων φιλιῶν τὰς παρʼ ὑμῶν τε καὶ ἡμῶν ἰσχυροτάτας εἶναι συμβέβηκε.
したがって、都市と都市として私たちに互いの間に非常に多くの結びつきがあるだけでなく、個人的な友情においても、皆さんと私たちの間のものが最も強固なものとなっているのです。
τί γὰρ ἐνδοξότερον τῆς Ἡρακλέους καὶ Θησέως ἑταιρίας, ἢ τί μᾶλλον τοῖς Ἕλλησιν ἐν καιρῷ;
ヘラクレスとテセウスの友情よりも名誉あるもの、あるいはギリシア人にとってより時宜に適ったものが他にあるでしょうか。
οἳ σκευήν τε τὴν αὐτὴν ἐφόρησαν καὶ ταὐτὰ γνόντες ἡμέρουν τὴν γῆν.
彼らは同じ武具を身にまとい、同じ志を抱いて地上を開拓しました。
καὶ ὅτε τοίνυν Ἡρακλεῖ φίλου ἐδέησε, Θησεὺς αὐτὸν Ἀθήναζε ἀγαγὼν ἀνακτᾶται.
そして、ヘラクレスが友を必要としたとき、テセウスは彼をアテナイへと連れて行き、彼を立ち直らせました。
ὡς ἔδει γε, ὦ Ζεῦ καὶ Πόσειδον καὶ πάντες θεοὶ, νῦν ὡς ἀληθῶς, νῦν τῆς ἐκείνων συστάσεως καὶ μελέτης καὶ φιλοτιμίας.
おお、ゼウスよ、ポセイドンよ、そしてすべての神々よ、まさに今、本当に今こそ、彼らのあの団結、配慮、そして名誉を重んじる心が必要なのです。
οἶμαι γὰρ οὔτε τὴν ἐπʼ Ἀμαζόνας στρατείαν οὔτʼ ἄλλον οὐδένα ἂν αὐτοὺς προελέσθαι πόλεμον, πρὶν μίαν ταυτηνὶ κεφαλὴν κοινῇ συνεξελεῖν, ἧς οὔτε Ἰσθμὸς ἀπείρατος οὔτε ἔθνος οὐδὲν, ἀλλὰ καὶ γῆ καὶ θάλαττα ἐπιλείπει λῃστευομένη.
なぜなら彼らは、アマゾン族への遠征も、他のいかなる戦争も、この一人の首を共同で退治する前には選択しなかったであろうと思うからです。 この人物にとっては、イストモスもいかなる民族も未知のものではなく、陸も海も彼の略奪によって食い尽くされようとしています。
νῦν τοίνυν ἐκεῖνοι μὲν ἀθλοθέται τοῦ πολέμου, ἀγωνισταὶ δʼ ἡμεῖς ἐξ ἁπάντων προὐκρίθημεν.
今や、彼らはこの戦争の審判であり、私たちはすべての人々の中から競技者として選ばれたのです。
τί οὖν οὐ μιμούμεθα τοὺς ἀρχηγέτας;
それなら、なぜ私たちは、その創始者たちを模倣しないのでしょうか。
καλὴν μὲν οὖν, ὦ ἄνδρες Θηβαῖοι, κἀκείνην κοινωνίαν συνέστημεν, ἧς μικρῷ πρόσθεν ἐμνήσθην, ἡνίκα Λακεδαιμονίους γῆς καὶ θαλάττης ἄρχοντας οὐ κατεδείσαμεν·
テーバイの皆さん、私たちが少し前に言及した、あの美しき同盟をも、私たちは結成しました。 そのとき私たちは、陸と海を支配していたラケダイモン人たちを恐れませんでした。
οὐ μὴν ἐγένετο ἡμέρα τῆς ἐπιούσης ταύτης ἀναγκαιοτέρα οὐδὲ καιρὸς ἀμείνων οὐδʼ ἐν ᾧ μᾶλλον ἔδει συστῆναι καὶ πόλεις καὶ ἥρωας καὶ θεοὺς αὐτούς.
しかし、近づきつつあるこの日ほど切迫した日、あるいはこれほどふさわしい好機、あるいは都市も英雄も神々自身も、より結束すべき時はかつてありませんでした。
ἀνὴρ ὑβριστὴς ἐκ τοῦ βαράθρου τῆς γῆς ὁρμώμενος κακῇ μοίρᾳ τῶν Ἑλλήνων, μᾶλλον δʼ αὑτοῦ τραφεὶς, κωμάζει συχνὸν ἤδη χρόνον οὐ φορητὰ, πόλεις ἀναιρῶν, πολιτείας μετατιθεὶς, φυγὰς ἐναλλάττων, ἐμβατεύων εἰς τὰ τῶν Ἑλλήνων πράγματα, ὥσπερ εἰληφὼς ὑπερήμερον τὴν Ἑλλάδα, κωλύει
ギリシア人たちの、いやむしろ彼自身の不運な運命によって、大地の奈落から飛び出し、そこで育てられた傲慢な一人の男が、すでに長い間、耐え難い乱行を尽くしています。 都市を破壊し、国制を変更し、亡命者を入れ替え、ギリシア人の諸問題に侵入し、まるでギリシアを期限の切れた債務として手に入れたかのように、妨げているのです。