§347θέρους ὥρᾳ πονήρως εἶχεν ὁ στόμαχος καὶ δίψος ἦν νύκτα καὶ ἡμέραν καὶ ἱδρὼς ἀμύθητος καὶ λύσις τοῦ σώματος, καὶ μόλις ἂν δύο καὶ τρεῖς εἷλκον ἀπὸ τῆς κλίνης ἀναστῆναι δεόμενον·
夏の季節に、私の胃の具合は悪く、夜も昼も渇きがあり、計り知れない発汗と体の脱力があり、私が起き上がろうとするとき、ようやく二、三人でベッドから引きずり出すほどであった。
καὶ ὁ θεὸς σημαίνει ἔξοδον ἐν Σμύρνῃ ὄντι τὸν χρόνον τοῦτον, καὶ ἔδει ἐξιέναι αὐτίκα.
そして神は、このときスミルナにいた私に出発を告げ、すぐに立ち去らねばならなかった。
καὶ ἐξῄειν μὲν τὴν ἐπὶ Περγάμου·
そこで私はペルガモンへの道を進み出た。
ἐν ὅσῳ δὲ ὀχήματα ἐπορίζετο καὶ δὴ μεσημβρία τε προσῄει καὶ καῦμα ᾔρετο λαμπρόν.
しかし馬車が手配される間に、正午が近づき、激しい暑さが募ってきた。
ἔδοξεν οὖν ἡμῖν ἐν τῷ προαστείῳ διατρίψαντας αὐτὴν τὴν ἀκμὴν οὕτως περαίνειν.
そこで私たちは、郊外で暑さのまさにそのピークをやり過ごし、それから進むことに決めた。
ἡ δʼ ὁρμὴ ἦν ὡς εἰς Μύριναν καὶ τὰ σκευοφόρα ἐπὶ τούτῳ προῄει.
出発の目的地はミリナの方であり、荷物車はこれに向けて先に出発していた。
οἷα δὲ πνίγους ὄντος καὶ ἅμα ὑφʼ ἡδονῆς τοῦ χωρίου καὶ προσέτι ἀσχολιῶν τινῶν προείμεθα τῆς ὥρας συχνὸν, ὥστε γιγνόμεθα ἐπὶ τῷ καταγωγίῳ τῷ πρὸ τοῦ Ἑρμοῦ περὶ αὐτὴν δύσιν ἡλίου.
だが、蒸し暑さのせい、また同時にその場所の心地よさ、さらにいくつかの雑事のために、私たちはかなりの時間を無駄にしてしまい、その結果、ちょうど日没のころに、ヘルメス像の前にある宿に到着することになった。
καὶ ἠπόρησα μὲν ὅ τι ποιῶ.
私はどうすべきか途方に暮れた。
ὡς δὲ οὔτε τὴν δυσχέρειαν τῶν οἰκημάτων ἔφερον εἰσελθὼν, θεραπεία τε οὐ παρῆν διὰ τὸ προεκπέμψαι, ἐδόκει χρῆναι τὸ πρόσω διώκειν, καὶ διαβάντι τὸν ποταμὸν νύξ τε ἦν ἤδη καθαρὰ καὶ προσέβαλεν αὔρα τις ἐλαφρὰ καὶ ψυχεινὴ, καὶ τό τε σῶμά πως ἀνελάμβανε καὶ τῇ γνώμῃ τόνος τις μετʼ εὐθυμίας ἐνεδύετο, ὡς τῷ τε ἀέρι ὁμιλεῖν καθʼ ἡσυχίαν καὶ ἅμα πρὸς τὴν παρελθοῦσαν ἡμέραν τὰ παρόντα κρίνοντι ὁπόσον τι μεταβεβλήκει.
しかし、中に入ってみたものの、部屋の不快さに耐えられず、また先に行かせてしまっていたために世話をしてくれる者もいなかったので、さらに先を急ぐべきだと思われた。 そして川を渡ると、夜はすでに澄み渡り、軽やかで涼しい風が吹いてきて、体もいくらか回復し、心には快活さを伴う元気が満ちてきた。 それは、静けさの中で大気を楽しみ、同時に、過ぎ去った昼と現在を比べて、いかに状況が変わったかを判断するほどであった。
ἤδη δὲ βαθείας ἑσπέρας ἦλθον εἰς Λάρισσαν, καί μοι ἀσμένῳ γίγνεται ὡς τά τε ὀχήματα οὐ κατείληπτο καὶ τὰ τῆς καταγωγῆς οὐδὲν ἀμείνω τῶν πρόσθεν ἦν, ἀλλʼ ἀνάγκη παρῆν ἔχεσθαι τῆς ὁδοῦ καὶ διακαρτερεῖν.
夜も更けたころ、私はラリサに到着した。 そして、馬車が追いついておらず、宿の様子も先ほどの場所より少しも良くないことがわかり、私にはむしろ嬉しかった。 というのも、旅を続け、耐え抜くしかないという必然性があったからだ。
καὶ μέσαι τε ἤδη νύκτες ἢ καὶ ἔτι πορρωτέρω, καὶ γιγνόμεθα ἐν Κύμῃ, καὶ πάντα ἀπεκέκλειτο
すでに真夜中か、あるいはそれ以上に夜が更けており、私たちはキュメに到着したが、すべては閉ざされていた。
§348καὶ μάλʼ ἀγαπητῶς ἐμοί.
そしてそれは私にとって非常に好都合であった。
παρακαλέσας δὲ τοὺς ἑπομένους, οἳ παρέπεμπόν με ἀπὸ τοῦ χωρίου προσταλαιπωρῆσαι καὶ τὸ λοιπὸν, ὡς οὐκ εἰσόμενον αὐτοῖς, πάντως δὲ ὀλίγον τʼ εἶναι καὶ προφέρειν οὐκ ὀλίγον μοι δοκεῖν τῆς προαιρέσεως διαμαρτεῖν, ἐχώρουν ἔξω πυλῶν, καὶ ψῦχός τε ἤδη ἦν ὑγρότερον, ὥστε καὶ θέρμης δεῖσθαι.
私に同行して、あの場所から私を送り届けてくれた者たちに、残りの道も耐え忍ぶよう促した。 これは彼らに恩を忘れるつもりだからではなく、いずれにせよ残りわずかであり、決意を挫かれるのは私にとって少なからぬ痛手となると思われたからである。 私は門の外へと進んだ。 夜気はすでにかなり湿気を帯びて冷たくなっており、暖を欲するほどであった。
καὶ περὶ ἀλεκτρυόνων μάλιστά πως ᾠδὰς ἀνύσας εἰς Μύριναν, ὁρῶ τοὺς ἐμοὺς πρόσθεν τῶν καταγωγίων τινὸς συνεσκευασμένους ὡς εἶχον διὰ τὸ μηδʼ αὐτοὺς, ὡς ἔφασαν, καταλαβεῖν ἀνεῳγμένον μηδέν.
そして、ちょうど雄鶏が鳴くころにミリナに到着すると、私の連れたちが、ある宿の前で、彼ら自身も言っていたように、どこも開いているのを見つけられなかったために、そのままの状態で荷物を抱えて待っているのが見えた。
ἦν δέ τις ἐν προθύρῳ τοῦ πανδοκείου σκίμπους·
旅籠の玄関に小さな寝台があった。
τοῦτον περιφέροντες ἄνω καὶ κάτω διατριβὴν εἴχομεν.
私たちはこれをあちこちへ持ち運んで時間を潰した。
ὅπου γὰρ τεθείη πανταχοῦ λυπηρὸς ἦν.
というのも、どこに置いても不快だったからである。
θύραν δὲ κόπτουσιν ἢ ξένων ἢ ὡντινωνοῦν πλέον οὐδὲν ἦν·
旅人たちの扉であれ、他の誰の扉であれ、叩いてみたところで何の役にも立たなかった。
οὐ γὰρ ὑπήκουεν οὐδείς.
誰も応答しなかったからである。
ὀψὲ δέ ποτε εὕρομεν εἰσελθεῖν εἰς οἰκίαν τῶν ἐπιτηδείων τινὸς, κακοδαιμονίᾳ δὲ θυρωρῶν τό τε πῦρ ἀπεσβήκει καὶ ἄλλο γε οὐδὲν ἦν οὐ μικρὸν οὐ μέγα.
かなり遅くなってから、ようやく知人の一人の家に入る方法を見つけたが、門番たちの不運な不手際によって、火は消えており、他には小さなものも大きなものも何一つなかった。
εἰσῄειμεν δὲ ὑπὸ σκότου καὶ ὑπὸ χειραγωγῷ οὔτε ὁρῶντες οὔτε ὁρώμενοι.
私たちは暗闇の中、手引きをされながら、見ることも見られることもなく入っていった。
ἐν ὅσῳ δὲ πῦρ τε ἐπορίζετο καὶ πορισθέντος ἔμελλον χρίσεσθαί τε καὶ πίεσθαι, καὶ δὴ ἑωσφόρος τε ὑπερεῖχε καὶ φῶς ἡμέρας ὑπέφαινεν, ἐδόκει χρῆναι μὴ μαλθακίζεσθαι μηδὲ καθεύδειν ἡμέρας οὔσης, ἀλλʼ ἔργον ἔργῳ συνάπτειν καὶ βαδίζειν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν, εἰς Γρυνεῖον, εἰωθός μοι καὶ ἰόντι καὶ ἐπανιόντι θύειν τῷ θεῷ.
火が用意され、それが用意されたら体に油を塗り、飲み物を飲むことになっていたのだが、ちょうど明けの明星が昇り、一日の光がほのめき始めたので、もう日中なのだから弱気になって眠るべきではなく、むしろ一つの仕事に次の仕事を繋げ、アポロンの神殿、すなわち私が行くときも帰るときも神に犠牲を捧げるのが習慣となっているグリネイオンへと歩みを進めるべきだと考えた。
γενόμενος δὲ ἐν Γρυνείῳ θύσας τῷ Ἀπόλλωνι καὶ τὰ εἰωθότα διατρίψας εἰς Ἐλαίαν ἐλθὼν ἀνεπαυόμην.
グリネイオンに到着し、アポロンに犠牲を捧げ、いつものように時間を過ごした後、エライアに行って休息をとった。
καὶ ὡς ἐγενόμην ἐν Περγάμῳ τῇ ἐπιούσῃ, ἐγὼ μὲν οἷα εἰκὸς οὕτως εἶχον ὡς ἐνδιατρίψων, ἐνύπνιον δʼ ἐλθὸν, εἴτε δὴ εἰς ἑσπέραν εὐθὺς εἴτε καὶ μιᾷ ὕστερον ἡμέρᾳ ἢ καὶ δευτέρᾳ, ἐπείγεσθαί τε ἐκέλευε καὶ μὴ ἄλλως ποιεῖν·
そして翌日ペルガモンに到着すると、私は当然のことながら、そこに滞在するつもりでいたが、その日の夕方か、あるいは一日か二日後に現れた夢が、急ぐように、そしてそれ以外のことはしないようにと命じた。
οἵδε γὰρ καὶ δὴ διώκουσι.
「彼らがまさに追ってきているからだ」と。
καὶ ἅμα τούτοις αἵ τε θυρίδες πνεύματος ἐμπεσόντος ἀνεῴγνυντο εὖ καὶ καλῶς ἐσφηκωμέναι ἔνδοθεν καὶ ἔξωθεν, καὶ πρόσθεν οὔπω συμβὰν,
そしてこれと同時に、風が吹き込んで、内側からも外側からも実によく固く閉ざされていた窓が開いた。 これは以前には一度も起こらなかったことであった、