§345εἰωθότα ἐπεθορύβησεν, ἔργου εἴχοντο οἱ παρεσκευασμένοι κροτοῦντές τε καὶ τὴν ἱερωσύνην τὴν κοινὴν τῆς Ἀσίας ἀνατιθέντες μοι καὶ τὸν δῆμον ἐσπάσαντο οὐ χαλεπῶς.
(民衆は)いつものように大歓声を上げ、準備を整えていた者たちは行動に取りかかって拍手を送り、アシアの共同の神職を私に委ね、民衆を容易に引き入れた。
καὶ ἅμα αἱ ἀρχαὶ περιίσταντό με ἄλλος ἄλλοθεν ἐπαινῶν καὶ βοῶν καὶ πρὸς τὸν δῆμον τῇ παρακλήσει φιλοτιμούμενοι.
そして同時に、執政官たちが、ある者はあちらから、ある者はこちらから私の周りに集まり、称賛し、叫び、民衆への勧誘において競い合った。
ἐγεγόνει δέ μοι σημεῖα ἐξ ὀνειράτων λαμπρὰ καὶ ἐπιφανῆ, οἷς ἐθάρρουν καὶ πάνυ.
そして私には、夢による輝かしく顕著な兆候が現れており、それによって私は大いに確信を抱いていた。
λόγον δʼ αἰτήσας οὕτως ἔπεισα ὥστε ὁ δῆμος ταύτης μὲν ἀπέστη τῆς ἀξιώσεως, ἐψηφίζετο δέ μοι τὴν ἱερωσύνην τοῦ Ἀσκληπιοῦ μάλα φαιδρῶς ἅπας, ἔτι δʼ ἦν ἐν κατασκευῇ τότε ὁ νεὼς ὁ πρὸς τῷ ἔξω λιμένι.
私は発言を求め、次のように説得した。 その結果、民衆はこの要求からは退いたが、全員が非常に喜んで私にアスクレピオスの神職を議決してくれた。 その時、外港のそばにある神殿はまだ建設中であった。
καὶ οἶδα εὐδοκιμήσας οἷς ἀπεκρινάμην·
そして私は自分の答弁によって好評を博したことを知っている。
ἔφην γὰρ ὡς οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον οἷόν τʼ εἴη πράττειν μοι ἄνευ τοῦ θεοῦ, οὔτʼ οὖν αὐτὸ τὸ ἱερᾶσθαι νομίζειν ἐξεῖναι πρότερον, πρὶν ἂν αὐτοῦ πύθωμαι τοῦ θεοῦ.
というのも、私は、神なしには大なることも小なることも自分には行うことができないし、神職に就くこと自体も、神自身にまず尋ねるまでは許されないと考えるべきだと言ったからである。
οἱ δʼ ἐθαύμασάν τε καὶ συνεχώρουν.
彼らは驚嘆し、同意した。
γενομένων δὲ τούτων εὐδοξία καὶ ζῆλος ἦν ἐπὶ ταῖς δημηγορίαις, καὶ οὐδὲν δεῖν ᾤμην ἔτι πραγμάτων.
これらのことが起こると、私の民衆演説に対して名声と羨望が寄せられ、私はもうこれ以上何の問題も起こる必要はないと思っていた。
ὁ δὲ θεὸς οὔ τί που εἴα πέρας τοῦτο ἔχειν, ὁ δʼ ἐγχειρίδιον ἔχει ὑπὸ μάλης.
しかし神は、どうやらこれが結末となるのを許されなかった。 神は脇の下に短剣を隠し持っておられるのだ。
καὶ συμβαίνει μετὰ τοῦτο συνέδρους μὲν ἐξιέναι Σμυρναίων εἰς Φρυγίαν ἄνω καὶ μέλλειν φέρειν τοὐμὸν ὄνομα ἐν τῷ συνεδρίῳ τῷ κοινῷ, προαισθέσθαι δέ με καὶ πέμψαι τὸν τροφέα τὸν Ζώσιμον· καὶ γίγνομαι τρίτος ἢ τέταρτος τῇ χειροτονίᾳ.
そしてこの後、スミュルナの議員たちが上フリュギアへ出発し、共同の議会で私の名前を提出しようとすること、しかし私がそれをあらかじめ察知して教育係のゾシモスを派遣すること、そして私が選出において3番目か4番目になることが起こった。
μετὰ ταῦτα ἔφεσις, κλῆσις ἡγεμόνος, κλῆσις τοῦ σωτῆρος εἰς Πέργαμον·
その後、上訴、総督からの召喚、救済者によるペルガモンへの召喚があった。
διέτριβον δʼ ἐν τῷ χωρίῳ τῷ εἰωθότι τοῦτον ἤδη τὸν χρόνον αὐτοῦ γε πέμψαντος.
私はすでにこの時期、神自身が私を派遣されたので、いつもの場所に滞在していた。
δευτέρᾳ δʼ ἡμέρᾳ ᾗ ὡρμήθην ἀπαντᾷ μοι ὁ κομίζων τὴν ἐπιστολὴν τοῦ ἡγεμόνος.
私が(旅に)出発した2日目に、総督の書簡を携えた者が私に出くわした。
καὶ ἐπειδὴ ἀνέγνων τὰ γράμματα, ἀλλὰ προκέκλημαί τε, ἔφην, ὑπὸ τοῦ θεοῦ καὶ θέοντα ἐπεγείρεις.
そして私がその書状を読んだとき、「しかし私は神によってあらかじめ招かれており、あなたは走っている者を急き立てるようなものだ。
τί δεῖ διατρίβειν;
なぜ引き止める必要があるのか」と言った。
ἀφείθην γὰρ πάντων πραγμάτων ἐν περιόδῳ τῶν ναῶν τῶν ἐν Ἀσκληπιοῦ.
なぜなら、私はアスクレピオスの神殿群の周礼の期間中に、すべての実務から免除されたからである。
οὕτω πρὸς ἡμᾶς ἔσχεν ὁ ἡγεμών·
総督は私に対してこのように好意的な態度を取ってくれた。
οἶμαι δʼ οὐκ ἐκεῖνος μᾶλλόν τι ἢ ὁ τῷ ὄντι καὶ καθάπαξ ἡγεμών.
しかし、彼以上に、真の、かつ絶対的な支配者がそうされたのだと私は思う。
ὅμοιον δὲ τούτῳ καὶ τὸ πρῶτον ἁπάντων τούτων γενόμενον.
これに似たことが、これらすべての最初に起こった。
χωρίον ἐστὶ Λανεῖον οὐ πόρρω τοῦ ἱεροῦ τοῦ Διὸς, οὗ κἀν τοῖς ἄνω λόγοις ἐμεμνήμην τοῦ ἱεροῦ.
ゼウスの神殿(私が前の話でもその神殿に言及した)から遠くないところに、ラネイオーンという土地がある。
τοῦτο τὸ χωρίον §346πριαμένων ἐμοὶ τῶν ἐμῶν ἐπὶ τῆς διατριβῆς τῆς ἐν Αἰγύπτῳ ἐσφετερίζοντο Μυσῶν τινες, πολλὰ καὶ παντοῖα τὸ μὲν πρῶτον λέγοντες, ἔπειτα καὶ πράττοντες ἤδη.
この土地を、私がエジプトに滞在している間に私の身内の者たちが私のために購入したのであるが、何人かのミュシア人たちがそれを横領しようとし、最初は様々なことを言い立て、その後、すでに行動に移し始めていた。
ὡς γὰρ ἀπέγνωσαν αὑτοὺς, ἵνα μὴ κατʼ ἐμαυτοῦ λέγω τὸ βλάσφημον, ἀθροίσαντες ὡς ἠδύναντο πλείστους οἰκέτας ἅμα καὶ μισθωτοὺς, ἐπῆλθον μεθʼ ὅπλων ἁπάντων·
というのも、彼らは自暴自棄になり――私自身に対して不吉な言葉を吐かないでおくが――、できるだけ多くの奴隷と雇い人を集め、あらゆる武器を手にして襲いかかってきたからである。
ἔπειθʼ οἱ μὲν αὐτῶν ἄπωθεν ἠκόντιζον καὶ ἐσφενδόνων λίθοις καὶ βώλοις, οἱ δʼ εἰς χεῖρας ᾔεσαν, οἱ δʼ ἐνεβάτευον εἰς τὴν οἰκίαν καὶ τοῖς ἔνδον ἐχρῶντο ὡς οὖσιν ἑαυτῶν·
それから、彼らのうちのある者は遠くから槍を投げ、石や泥の塊を投石器で放ち、ある者はつかみ合いの乱闘に及び、ある者は家の中に押し入って、中の物品を自分たちのものであるかのように扱った。
πάντα δʼ ἦν ταραχῆς μεστὰ καὶ τραυμάτων.
すべては混乱と負傷で満ちていた。
ἀγγελθέντων δὲ τούτων εἰς Πέργαμον εἶχον μὲν οὕτως τὸ σῶμα ὥστε ἀναπνεῖν μόλις·
これらのことがペルガモンに報じられたとき、私は息をするのもやっとの体調であった。
ἀγορὰ δʼ ἦν δικῶν· ὅ τι δὲ χρήσομαι ἠπόρουν.
しかし、裁判が開かれる時期であり、私はどう対処すべきか途方に暮れていた。
ὁ δὲ θεὸς τήν τε πρόσοδον ἐξεῦρε τὴν πρὸς τὸν ἡγεμόνα καὶ τὸν καιρὸν παρεσκεύασε.
しかし神は総督への謁見の方法を見いだし、その機会を整えてくださった。
καὶ τὸ μὲν ἀκροτελεύτιον τῶν ὀνειράτων Ἀδριανὸς ἦν ὁ αὐτοκράτωρ ἐν τῇ αὐλῇ τοῦ ἱεροῦ, περιέπων τέ με ἄρτι γνώριμον αὐτῷ γεγονότα καὶ ὑποτιθεὶς ἐλπίδας μεγάλας.
そして、私の夢の最後の部分は、皇帝ハドリアヌスが神殿の境内にいて、彼と知り合ったばかりの私を丁重に扱い、大きな希望を抱かせてくれるというものであった。
τὸ δὲ συμβὰν εὐθὺς ἐπὶ τῇ ὄψει ταύτῃ τόδε.
この夢の直後に起こった出来事は、次のようなものであった。
ἧκον εἰς τὸ ἱερὸν οὕτως ὅπως οἷός τʼ ἦν·
私は自分にできる限りの方法で神殿へと赴いた。
καί μου διατρίβοντος ἔτι αὐτόθι ὁ ἡγεμὼν Ἰουλιανὸς ἐπέρχεται καὶ σὺν αὐτῷ Ῥουφῖνος.
そして私がまだそこに滞在しているとき、総督ユリアヌスがやって来て、ルフィヌスが彼に同行していた。
γνοὺς δὲ ἐγὼ τὸν καιρὸν τῷ τε Ῥουφίνῳ φράζω τὸ πρᾶγμα καὶ τῷ Ἰουλιανῷ ἀναστρέφοντι προσέρχομαι, κατʼ αὐτόν πως ὃν εἶδον ὄναρ τὸν τόπον καὶ ὅσα τε αὐτῷ μοι καιρὸς ἦν εἶπον, καὶ ὁ Ῥουφῖνος προθυμίας οὐδὲν ἀπέλειπεν.
私は機会を得たことを知り、ルフィヌスに事情を話し、帰ろうとするユリアヌスに近づいた。 それはちょうど夢で見たのと同じ場所であり、私は彼にその時話すことができた限りのことを話し、ルフィヌスも熱心に助けてくれた。
ὁ δʼ οὕτως ἔνθεος γίγνεται ὥστʼ εὐθὺς μὲν περιέβαλλεν, ὡς ἄν τις πάλαι φίλτατος, λαβόμενος δέ μου τῆς χειρὸς θαρρεῖν τε ἐκέλευε καὶ περὶ τὸν θεὸν ἔχειν, ταῦτα δὲ αὑτῷ μελήσειν· καὶ τέλος εἶπεν, οὐ μὴ ἡμῶν καταφρονήσωσι.
すると総督はまるで神に動かされたかのようになり、古くからの親友であるかのようにすぐに私を抱きしめ、私の手を取って、心配せずに神に寄り添っているように、これらのことは自分が引き受けると言い、最後に「彼らが我々を侮るようなことは決してさせない」と言った。
γίγνεται δὲ ἐπὶ τοῦ δικαστηρίου καὶ καλέσας τὴν δίκην καὶ λόγων οὐ πολλῶν ῥηθέντων ἠγανάκτησέ τε τοῖς γενομένοις καί τινα καὶ τῶν μετασχόντων τῆς ἐπιδρομῆς εἰς τὴν εἱρκτὴν ἐνέβαλε, καὶ τὸ χωρίον ἡμῖν ψηφίζεται, καὶ εἰσῄειμεν εἰς αὐτὸ ὑπὸ γραμμάτων·
そして彼は法廷に臨み、訴訟を呼び出し、わずかな弁論が交わされただけで、起こったことに憤慨し、その襲撃に参加した者のうち何人かを牢に投獄し、その土地を私たちのものと決定した。 そして私たちは公式書簡によってその土地に入った。
ὁπλῖται δὲ καὶ σφενδονῆται καὶ πάντα ἐκεῖνα ὑπεχώρει τῷ θεῷ.
重装歩兵や投石兵、そしてそれらすべての脅威は、神の前に退散したのである。