§268ὀχήματα καὶ πορείας ἐπιπεμπόντων, ἔτι δʼ οἰκήσεις καὶ συνεδρίων κοινωνίας καὶ πάσας ἀφορμὰς παρασκευαζόντων, ὥσπερ γονεῦσιν ἢ παισὶν αὑτῶν, παραπλήσιά τε τῶν μεγέθει μὲν ἀπολειπομένων, προθυμίας δὲ καὶ τιμῆς οὐδὲν ἐλλειπόντων.
运送车辆与旅费,甚至准备住所、共同集会的场所和一切资助,如同对待自己的父母或孩子一般;而那些在规模上有所不及、但在热忱与敬意上绝无欠缺的城市,也同样予以协助。
τίς γὰρ οὐχ ἕρμαιον ἑαυτοῦ ἐποιήσατο;
因为谁不把这当作自己的意外之幸呢?
τίς γὰρ οὐχ εὑρίσκεσθαι μᾶλλον ἢ τίθεσθαι ταύτην χάριν ᾠήθη, δέξασθαι συνοίκους τοὺς τοσοῦτον πρωτεύσαντας;
谁不认为接纳这些曾经如此杰出的人作为同居者,与其说是施予恩惠,不如说是自己得到恩惠呢?
χρημάτων τοίνυν συντέλειαν καὶ πρὸς τὰ μέλλοντα ὑποσχέσεις ἀφʼ ἑκατέρας τῆς ἠπείρου καὶ πολλὰς ἄλλας φιλανθρωπίας εἰς δύναμιν τὴν ἑκάστων γενομένας τίς ἂν ἐκπεράνειε διηγούμενος;
那么,谁能叙述得尽来自两块大陆的资金捐助、对未来的承诺,以及根据各方能力所做出的许多其他友善举动呢?
καὶ οὐ τούτου γε ἕνεκα ἡ πόλις ἠξίωσε πάντα ἐφεξῆς δέχεσθαι, οὐδʼ ὡς οἱ διδόντες ἐβούλοντο, ἀλλʼ ὡς αὐτῇ καλὸν ἦν λαβεῖν.
然而,城市并没有因此就认为应该全盘接受一切,也并非按照给予者的意愿,而是按照对她自身而言体面合适的方式接受。
καὶ τί δεῖ ταῦτʼ ἐν μέρει καταλέγειν;
又何必一一列举这些呢?
πάντα γὰρ τὰ ἔθνη τὰ πληροῦνθʼ ἡμῖν τὴν Ἀσίαν φιλοτιμίαν κοινὴν φιλοτιμεῖται πρὸς τὴν πόλιν, τὰ κράτιστα τῶν ἀρχαίων ἀνιστάντα.
因为充实我们亚洲的所有民族,都对这座城市怀有共同的抱负,互相竞争,重建起古代最优秀的事物。
ἐπὶ μόνης δὲ ταύτης τῆς πόλεως τὸ παλαιὸν ῥῆμα ἐξηλέγχθη ψευδῶς ἔχον, τὸ κακῶς πραξάντων λήθην εἶναι παρὰ τοῖς φίλοις· τοσοῦτον αὐτῇ καὶ παρὰ τὴν συμφορὰν ἐπιφανείας καὶ χαρίτων καὶ δόξης ἐφυλάχθη παρὰ τοῦ δαίμονος.
只有在这座城市,那句古老的谚语才被证明是虚妄的——“不幸者为朋友所遗忘”;因为甚至在灾难之中,神明也为她保留了如此多的名望、恩惠和荣耀。
νῦν δʼ ὅσα μὲν θρηνώδους ἁρμονίας καὶ σχημάτων ἀχαρίτων καὶ παρὰ τῆς λύπης ἔχοντα τὴν εὐφημίαν ἐκποδὼν ἀπελήλυθε, λευχειμονεῖ δὲ ἡ ἤπειρος, πανηγυρίζει δʼ ἡ Ἑλλὰς ἐπὶ χρηστῆς ὑποθέσεως, ἡ πόλις δʼ ὥσπερ ἐν δράματι καὶ δὴ πάλιν ἐξ ἀρχῆς ἀναφύεται μεταβαλοῦσα τὴν ἡλικίαν, ἡ αὐτὴ παλαιὰ καὶ νέα γενομένη, ὥσπερ τὸν φοίνικα ἀναβιώσκεσθαι λόγος αὐτὸν ἐξ αὑτοῦ· οὐ γὰρ δὴ τοῦτʼ ἄρα δόξαι τῷ θεῷ ἕτερον φοίνικα ἀντʼ ἐκείνου τε καὶ μετʼ ἐκεῖνον γενέσθαι.
但如今,所有属于哀歌的旋律、不雅的仪态以及由悲伤引起的凶兆之言,都已悄然离去;大陆披上素白盛装,希腊因这美好的契机而举行庆典,城市仿佛在戏剧中一般,再次从头开始新生,改变了她的年纪,使她既如往昔般古老又焕然一新,正像传说中凤凰从自身中复活一样——因为神显然并不认为应该在原本的凤凰之外或之后产生另一只不同的凤凰。
πάντα δʼ ὥσπερ ὁδῷ κεχωρηκέναι φαίνεται.
一切似乎都步入正轨。
Θησέως μὲν γὰρ ἐξ ἀρχῆς οἰκίσαντος, Ἀλέξανδρος ὕστερον εἰς τοῦτο τὸ σχῆμα προήγαγε.
起初是由忒修斯建立,后来亚历山大将其提升至如今的格局。
τρίτη δὲ χεὶρ τῶν πάντα νικώντων ἀνίστησι τὴν αὐτὴν καὶ συντίθησι·
而征服一切者的第三只手,正在重建并组合起同一座城市。
μεταθεῖναι μὲν γὰρ οὐκ ἠξίωσαν, ἔρωτι τῆς §269ὑπαρχούσης, οἱ δʼ ἐπὶ τῶν ἰχνῶν ἐγείρουσιν.
因为他们不愿搬迁她,出于对那既存之城的爱,他们是在其原有的足迹上将其建起。
ἐπόθει δʼ ἄρα καὶ ἡ τῆς πόλεως φύσις οἰκιστὰς διττοὺς, δύο τὰς ἀρχηγέτιδας νέμουσα.
因此,这座城市的自然特性本身也渴望着双重的建城者,因为她拥有两位守护女神。
καὶ δὴ λιμένες τε κομίζονται τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας καὶ πάλιν αὖ κατακοσμεῖται, καὶ τῷ Μέλητι οὐδὲν ἐμποδὼν τὸ μὴ τοὺς προσοίκους ἔχειν, ἦρος δὲ πύλαι καὶ θέρους ὑπὸ στεφάνων ἀνοίγνυνται.
看啊,港湾接纳了最心爱之城的怀抱,她再次装点起来,而且没有什么能阻碍梅莱斯河拥有近邻,春与夏的大门在花冠下敞开。
χοροὶ δὲ Νυμφῶν καὶ Μουσῶν ἐν αὐτῇ τε καὶ περὶ αὐτὴν χορεύουσι, ζέφυροι δὲ οὐ λυπήσουσι πνέοντες.
仙女和缪斯的合唱队在城中及城郊翩翩起舞,西风吹拂亦不会带来伤害。
ὦ μακάριοι μὲν τῶν πρεσβυτέρων οἱ πρὸς ταύτην ἀφιξόμενοι τὴν ἡμέραν, ἐν ᾗ τὴν Σμύρναν ὄψονται τὸν ἑαυτῆς ἔχουσαν κόσμον· παῖδες δὲ οὐδὲν ζημιωσόμενοι, ἀλλʼ ὀψόμενοι τὴν πατρίδα οἵαν οἱ γονεῖς ᾤκουν· οἱ δʼ ἐν ἡλικίᾳ τὰ μὲν συμπράξαντές τε καὶ συμπονήσαντες, τὰ δὲ συνθύσοντες καὶ συνεορτάσοντες ἑαυτοῖς τε καὶ τοῖς εἰσαφικνουμένοις· ὡς τῶν παρόντων ἀγαθῶν ἔτι καλλίους αἱ τῶν μελλόντων ἐλπίδες.
噢,年长者中那些能够活到这一天、亲眼看见士麦那恢复其自身妆容的人是多么幸福;而孩子们不会遭受任何损失,而是会看见和他们父母曾居住过的一模一样的祖国;那些正值壮年的人们,一方面共同协作、共同劳苦,另一方面将为他们自己以及来访的人们共同献祭、共同庆祝;因为未来的希望比眼前的福祉更加美丽。
ἀλλὰ Ζεῦ πολιεῦ τε καὶ θεαὶ κληροῦχοι τῆσδε τῆς πόλεως καὶ Πόσειδον, ὃς ἀμφότερα εἴληχας, κινεῖν τε καὶ σώζειν, καὶ θεοὶ βασίλειοί τε καὶ Ἑλλήνιοι, γενέσθαι τόνδε ἡμῖν τὸν οἰκισμὸν δευτέρων ἀμεινόνων βεβαιοτέρων ἐπὶ πολλῇ μὲν εὐφροσύνῃ καὶ δόξῃ τῶν οἰκιστῶν, χρηστοῖς δὲ τοῖς ἀπαντησομένοις τῇ πόλει διὰ παντὸς τοῦ μέλλοντος χρόνου, εἶναι δέ τι καὶ τοὐμὸν ἐν Ἕλλησι νῦν τε καὶ ὕστερον.
然而,城邦守护神宙斯、以及这座城市的领有女神们,还有兼具动摇与拯救双重神职的波塞冬,以及皇帝们的诸神与希腊的诸神,愿我们的这次重建成为比以前更好、更稳固的第二次开始,伴随着建城者的巨大喜悦与荣耀,并在未来的所有时光中,让美好的际遇迎接这座城市,也愿我自己的作为在如今和以后在希腊人中占有一席之地。