§258Περσικῆς ἀρχῆς ἦν κατασχόντων, πολλὰ μὲν τῶν ἐν τοῖς Ἕλλησιν ἱερῶν ἐμπίμπραται, καὶ πρός γε ἡ κορυφὴ τῆς Ἑλλάδος ἡ τῶν Ἀθηναίων πόλις·
ペルシアの支配(の外にあったすべてのものを、彼らが制圧したとき、)ギリシア人の神殿の多くが焼き払われ、さらにギリシアの頂点たるアテナイ人の市も焼き払われた。
τῇ δʼ Ἐλευσῖνι τοσοῦτον περιῆν, ὥστʼ οὐκ ἀπόρθητος μόνον ὡς εἰπεῖν διεγένετο, ἀλλὰ καὶ συνιούσης τῆς ναυμαχίας ἐξεφοίτα μὲν ὁ Ἴακχος συνναυμαχήσων, νέφος δὲ ὁρμηθὲν ἀπʼ Ἐλευσῖνος καὶ ὑψωθὲν ὑπὲρ τῶν νεῶν ἐγκατέσκηψεν εἰς τὰς τῶν βαρβάρων ναῦς ἅμα τῷ μέλει τῷ μυστικῷ.
しかし、エレウシスには、いわば破壊されずに生き延びたというだけでなく、海戦が始まったときには、イアクコスがともに戦うべく出撃し、エレウシスから立ち上って船々の上に高く舞い上がった雲が、秘儀の歌とともに異民族の船に襲いかかったほどの、過分な恵みがあった。
Ξέρξης δʼ ἐκπλαγεὶς ἔφευγε, καὶ τὰ Μήδων πράγματʼ ἀπώλλυτο.
クセルクセスは驚愕して逃亡し、ペルシア人の勢力は破滅した。
πολέμου δὲ συμβάντος τοῖς Ἕλλησι πρὸς ἀλλήλους πολλοῦ καὶ πάντων ἄνω καὶ κάτω γενομένων, μόνη δὴ τρόπον γέ τινα Ἐλευσὶς ἠρέμει·
多くの戦争がギリシア人同士の間に勃発し、万事が上下に覆されたとき、ただエレウシスだけがある意味で静まり返っていた。
καὶ οὔτε Βοιωτῶν ἵππος οὔτε Λακεδαιμονίων καὶ Πελοποννησίων εἰσβολαὶ οὐ τοῦ περιβόλου προσήψαντο, οὐ τὸν νεὼν εἶδον ἑτέροις ἢ προσῆκεν ὀφθαλμοῖς.
ボイオティアの騎兵も、ラケダイモン人やペロポネソス人の侵入も、その囲壁に触れることはなく、彼らがその神殿をふさわしくない目で見ることもなかった。
Σφοδρίου τοίνυν ὕστερον ὁρμηθέντος ἐκ Θηβῶν ἤρκεσαν αἱ δᾷδες φανεῖσαι κατασβέσαι τὴν τόλμαν.
そののち、スポドリアスがテーバイから出撃したときには、松明が現れただけで彼の無謀を鎮めるに十分であった。
σπονδαὶ τοίνυν αἱ μὲν ἄλλαι παρηνομήθησαν, καὶ τοῦτο μὲν Πυθίων ὄντων ἡ Καδμεία κατελήφθη, τοῦτο δʼ εἰς Ἴσθμια τὴν αὐτὴν θεωρίαν ἦγον μὲν Ἀργεῖοι, ἦγον δὲ Κορίνθιοι, τοῖς ὅπλοις οἱ ἕτεροι τοὺς ἑτέρους κρατήσαντες.
また、他の休戦協定は違法に破られ、ある時はピューティア祭の最中にカドメイアが占領され、またある時はイストミア祭において、アルゴス人とコリントス人が武器で互いに圧倒し合いながら、同じ使節団を送ったりした。
τὴν δʼ ἐπʼ Ἀλφειῷ μάχην σιωπῶ, πλὴν ὅσα καὶ ταύτῃ σύμβολον οὐ φαῦλον ἐπέστη παρὰ τοῦ Διὸς, ἡ τῶν ἀποστερουμένων τόλμα καὶ νίκη.
アルペイオス川の戦いについては沈黙するが、そこでもゼウスから、特権を奪われた者たちの無謀と勝利という少なからぬ予兆が示された。
μόναι δʼ αἱ μυστηριώτιδες σπονδαὶ τοὔνομα ἔσωσαν καὶ μόνοις Ἐλευσινίοις ὑγίαινεν ἡ Ἑλλάς.
ただ秘儀の休戦協定だけがその名を保ち、ただエレウシス人に対してだけ、ギリシアは健全であった。
καὶ σαφέστατα δὴ πανήγυρις αὕτη καθάρσιον ἦν καὶ μανιῶν καὶ πάσης ἀτόπου συμφορᾶς.
そして、この祝祭が狂気とあらゆる不条理な災厄の浄化であったことは、きわめて明白である。
καὶ τί δεῖ καθʼ ἕκαστα ἐπεξιέναι;
一々列挙する必要があろうか。
ἀλλὰ Φίλιπποι καὶ Ἀλέξανδροι καὶ Ἀντίπατροι καὶ πᾶς ὁ τῶν κάτω δυναστῶν οὗτος κατάλογος, μυρία δὴ τῶν ἐν τοῖς Ἕλλησι κινήσαντες, μόνην τὴν Ἐλευσῖνα ὡς ἀληθῶς ἄβατόν τι καὶ κρεῖττον ἑαυτῶν ἡγήσαντο.
フィリッポスら、アレクサンドロスら、アンティパトロスら、そして後代の支配者たちのこのすべての名簿は、ギリシア人の諸事を無数にかき乱しながらも、エレウシスだけは本当に侵入すべからざる、自分たちを超越したものとみなした。
καὶ σιωπῶ Κελτοὺς τοὺς τὰ τελευταῖα ἐπεισκωμάσαντας τῇ Ἑλλάδι, καὶ ὅσα τις τοιαῦτα προσθείη, ἐν ἅπασιν ἀθῶον τὸ ἱερὸν διέφυγε.
最後にギリシアに乱入したケルト人についても沈黙する。 これらに類することを付け加えたとしても、その神殿はすべてにおいて無傷で逃れたのである。
§259μόνον τοίνυν καὶ ὑπόμνημα τῆς παλαιᾶς εὐδαιμονίας ἅμα καὶ σεμνότητος ἐλείπετο τοῦτο τῇ τε πόλει καὶ τῇ Ἑλλάδι.
したがって、これだけが、市にとってもギリシアにとっても、かつての幸福と厳かさの唯一の記念碑として残されていた。
ναυμαχίαι μὲν γὰρ καὶ πεζομαχίαι καὶ νόμοι καὶ πολιτεῖαι καὶ φρονήματα καὶ φωναὶ καὶ πάνθʼ ὡς εἰπεῖν ἐπέλιπεν, ἀντεῖχε δὲ τὰ μυστήρια.
海戦も陸戦も、法律も国制も、誇りも言葉も、いわばすべてが失われたが、秘儀だけは持ちこたえた。
πανηγύρεις τοίνυν αἱ μὲν ἄλλαι διʼ ἔτους πέμπτου καὶ τρίτου πληροῦνται, μόνη δὲ ἡ τῶν μυστηρίων παντὸς ἔτους ἐνίκησεν εἶναι.
他の祝祭は五年ごとあるいは三年ごとに執り行われるが、秘儀の祝祭だけは、毎年開催されることで勝利を収めた。
τὸ δὲ δὴ μέγιστον καὶ θειότατον, μόνην γὰρ ταύτην πανηγύρεων εἷς οἶκος συλλαβὼν εἶχε, καὶ ταυτὸν ἦν τῆς τε πόλεως πλήρωμα καὶ τοῦ Ἐλευσινίου.
そして最も偉大で最も神聖なことには、この祝祭だけを一つの家系が包括して維持し、市全体の満ちあふれる集いとエレウシンの神殿のそれとが同一であった。
πλάσματα τοίνυν καὶ γραφὰς καὶ τὸν κύκλῳ κόσμον τοῦτον τίς ἂν οὐχὶ καὶ ἐν ταῖς τριόδοις ὁρῶν ἐγανώθη, μή τί γε δὴ ἐν προσθήκῃ τῶν σεμνοτέρων εἶδεν;
彫刻や絵画、そして周囲のこの装飾を、辻で見ただけで歓喜しない者がいようか。 ましてや、より神聖なものへの付け足しとしてそれを見たときにはなおさらである。
ἀλλὰ μὴν τό γε κέρδος τῆς πανηγύρεως οὐχ ὅσον ἡ παροῦσα εὐθυμία οὐδʼ αἱ τῶν ἐκ τοῦ πρότερον χρόνου δυσκολιῶν λύσεις καὶ ἀπαλλαγαὶ, ἀλλὰ καὶ περὶ τῆς τελευτῆς ἡδίους ἔχειν τὰς ἐλπίδας ὡς ἄμεινον διάξοντας, καὶ οὐκ ἐν σκότῳ τε καὶ βορβόρῳ κεισομένους, ἃ δὴ τοὺς ἀμυήτους ἀναμένειν.
さらに、この祝祭の利益は、現在の喜びや、以前の困難からの解放だけでなく、死後について、より甘美な希望を持ち、未入信の者を待ち受けている暗闇と泥の中に横たわることがないことにある。
ταῦτα μὲν δὴ μέχρι τῆς σχετλίας ἡμέρας·
これらはあの災厄の日までのことであった。
ἃ δὲ νῦν ὁρᾶν τε καὶ ὑμνεῖν ὁ δαίμων παρέδωκε τίς θρῆνος Ἀργεῖος, τίνες Αἰγυπτίων ἢ Φρυγῶν ᾠδοὶ συμμετρήσονται;
今や神が私たちに見ることを、そして歌うことを余儀なくさせたものは、いかなるアルゴスの哀歌、いかなるエジプト人やフリュギア人の歌が匹敵しうるか。
τίς Ἐλευσίνιος Αἰσχύλος πρὸς χορὸν ᾁσεται;
いかなるエレウシスのアイスキュロスが、合唱隊に合わせて歌うだろうか。
ποίας Ναυπλίου πάγας ὑποπύρους, ὡς ἔφη Σοφοκλῆς, ἄξιον τῇ πυρκαϊᾷ ταύτῃ παραβαλεῖν;
ソポクレスが言ったように、ナウプリオスがいかなる火を放った罠を、この大火災に比すべきであろうか。
ὦ δᾷδες, ὑφʼ οἵων ἀνδρῶν ἀπέσβητε.
おお、松明よ、いかなる男たちによってお前たちは消されたのか。
ὦ δεινὴ καὶ ἀφεγγὴς ἡμέρα, ἣ τὰς φωσφόρους νύκτας ἐξεῖλες.
おお、恐ろしく光なき日よ、光をもたらす夜々を奪い去った日よ。
ὦ πῦρ οἷον ὤφθης Ἐλευσῖνι, οἷον ἀνθʼ οἵου.
おお、火よ、エレウシスにいかなる姿で現れたことか、何に代わっていかなるものとして。
ὦ νεφέλη καὶ σκοτόμαινα, ἣ νῦν ἐπέχεις τὴν Ἑλλάδα.
おお、雲よ、暗闇よ、今やギリシアを覆っているものよ。
ὦ Δήμητερ, ἣ πάλαι μὲν αὐτόθι τὴν κόρην εὗρες, νῦν δέ σοι ζητεῖν ὁ νεὼς λείπεται.
おお、デメテルよ、かつてその地で娘を見出したが、今やあなたに残されているのは、自分の神殿を捜し求めることである。
καὶ δὴ προσάγει μὲν, ὦ γῆ καὶ θεοὶ, τὰ μυστήρια.
おお、大地よ、神々よ、秘儀の日が近づいている。
Βοηδρομιὼν δὲ οὗτος ἑτέρας τὰ νῦν δεῖται βοῆς, οὐχ οἵας ὅτε Ἴων Ἀθήναζε ἐβοήθησεν.
しかし、このボエドロミオン月は、今や別の「叫び」を必要としている。 イオンがアテナイを救援したときのような叫びではなく。
ὦ πρόρρησις, ὦ τῶν ἱερῶν ἡμερῶν καὶ νυκτῶν κατάλογος, §260εἰς οἵαν ἡμέραν ἐτελευτήσατε.
おお、布告よ、聖なる日々と言祝ぎの夜々のリストよ、いかなる日のうちに、あなた方は終わってしまったのか。
ποτέροις καὶ ἄξιον στενάξαι μεῖζον;
どちらのために、より大きく嘆くべきか。
πότερον τοῖς ἀμυήτοις, ἢ τοῖς μεμυημένοις;
未入信の者たちのためか、それとも入信した者たちのためか。
οἱ μὲν γὰρ ὧν εἶδον, οἱ δʼ ὧν εἶχον ἰδεῖν τὰ κάλλιστα ἀπεστέρηνται.
前者は見ることができたはずの最も美しいものを、後者は見たものを奪い取られたのだから。
ὦ κακῶς ἐξορχησάμενοι τὰ μυστήρια.
おお、秘儀を汚して踊った者たちよ。
ὦ τὰ ἄφαντα φήναντες, κοινοὶ τῶν ὑπὸ γῆς καὶ ὑπὲρ γῆς θεῶν πολέμιοι.
おお、見えざるものを暴露した、地下と地上の神々の共通の敵よ。
ὦ πάλαι τε δὴ καὶ νῦν ὡς ἀληθῶς παῖδες Ἕλληνες, οἳ τοσούτου κακοῦ προσιόντος περιείδετε.
おお、昔も今も、本当に子供であるギリシア人たちよ、これほど大きな災厄が迫るのを黙って見ていたとは。
οὐκ ὦ θαυμάσιοι νῦν γέ τι ἐν ὑμῶν αὐτῶν ἔσεσθε;
おお、優れた人々よ、今こそ自分自身の内にある何かを取り戻さないのか。
οὐ τάς γε Ἀθήνας αὐτὰς περισώσετε;
アテナイそのものを救い出さないのか。