§75ἡ μὲν ἐπίδειξις οὐδαμῶς εὐτυχὴς οὐδὲ κατʼ ἐλπίδας, ἀναγκαία δὲ τῆς τε πόλεως ἕνεκα καὶ τῶν οἰκείων τῶν Ἐτεωνέως καὶ προσέτι γε ἡμῶν αὐτῶν παραμυθίας.
この(哀悼の)弁論は決して幸福なものではなく、期待通りのものでもないが、国家のため、エテオネウスの親族のため、さらには我々自身を慰めるために必要不可欠である。
οἶμαι δʼ εἰ καὶ μήπω πρόσθεν θρῆνοι κατʼ ἀνθρώπους ἐνομίσθησαν, νῦν γε ἐπὶ τῷδε δικαίως ἂν ἄρξασθαι.
たとえこれまで人間において哀悼の歌が慣習とされていなかったとしても、今やこの者に対してなされることが正当に始められるであろうと私は思う。
τί γὰρ οὐκ ἄν τις ὀδύραιτο;
というのも、誰が何を嘆かずにいられようか。
πότερον τὴν ἡλικίαν ἣν ἔχων οἴχεται καὶ τὴν ἀνδρείαν ἣ κέκρυπται κακῶς, ἢ τὴν σωφροσύνην ἧς οὐδʼ ἂν παράδειγμα ῥᾳδίως εὕροι τις, ἢ τὰς ἐλπίδας ὧν στέρεται μὲν αὐτὸς, στέρονται δὲ οἰκέται καὶ φίλοι καὶ πόλις καὶ πᾶν ὅσον εἰς τὴν νῦν Ἀσίαν τελεῖ;
彼が有したまま去ってしまった若さと、不当にも覆い隠されてしまった勇気か、あるいは誰も容易には手本を見いだせないほどのその節制か、あるいは彼自身が奪われ、家臣や友、都市、そして現在の(小)アジアに属するすべての者たちが奪われてしまったその希望か。
ποῖος ταῦτα Σιμωνίδης θρηνήσει;
いかなるシモーニデースがこれらを悼み歌うだろうか。
τίς Πίνδαρος ποῖον μέλος ἢ λόγον τοιοῦτον ἐξευρών;
いかなるピンダロスが、このような歌や言葉を編み出すだろうか。
τίς Στησίχορος ἄξιον φθέγξεται τοιούτου πάθους;
いかなるステースィコロスが、このような災厄にふさわしい声を響かせるだろうか。
ποία δὲ δύσηρις Θετταλὴ τοσοῦτον πένθος ἐπένθησεν ἐπʼ Ἀντιόχῳ τελευτήσαντι, ὅσον νῦν μητρὶ τῇ τούτου πένθος πρόκειται;
また、いかなる争いを好むテッサリアの女が、亡くなったアンティオコスに対して、今この者の母の前に置かれているほどの大きな悲哀を嘆いたであろうか。
οὐ μὴν
とはいえ、沈黙のうちに、あるいはただその名を叫ぶだけで嘆くのでは十分ではない。
§76ἀρκέσει σιωπῇ θρηνεῖν, οὐδʼ ὅσον βοῶντας τοὔνομα, ἀλλά τι καὶ κόσμου τῷ θρήνῳ προσέσται.
むしろ、何らかの飾りがその哀悼に付け加わるべきである。
τί γὰρ καὶ φοβηθησόμεθα μὴ λέγοντες ψευσώμεθα οὗ τὸ μὲν γένος τοσοῦτον πρῶτον ἔν τε τῇ πόλει καὶ τῇ Ἀσίᾳ, ὥστε μηδʼ ἂν ἕνʼ ἀμφισβητῆσαι·
というのも、語ることで我々が嘘をついてしまうと恐れる必要が何あろうか。 彼の家柄は、都市においてもアジアにおいても極めて第一級であり、誰一人として異論を挟み得ないほどなのだから。
πάντες γὰρ ὡς εἰπεῖν καθʼ ἕνα πρωτεύουσι·
なぜなら、彼らは言ってみれば、一人一人が第一人者だからである。
καὶ μὴν τῷ γε πρὸς πατρὸς τὸ πρὸς μητρὸς ἐφάμιλλον.
さらに、父方の血筋に対して母方のそれも匹敵するものである。
αὐτοὶ δὲ οἱ γονεῖς ὁ μὲν ἀνδρῶν γνωριμώτατος, ἡ δὲ γυναικῶν σωφρονεστάτη, ἀλλὰ καὶ εἰς παίδων τῶν αὑτῆς ἐπιμέλειαν κρείττων ἢ γυνή.
親たち自身も、一方は男たちのうちで最も名高く、他方は女たちのうちで最も節制があり、また自身の子供たちの養育に関しては女の域を超えて優れていた。
τροφὴ δὲ καὶ φύσις ἀξία τῆς γενέσεως, ᾧ γε τροφὸς μὲν καὶ φύλαξ ἡ μήτηρ, σῶμα δὲ καὶ ψυχὴ πρέποντα ἀλλήλοις.
そして育ちと素質は、その生まれにふさわしいものであった。 彼にとっては、母が育ての親であり守護者であり、身体と魂は互いに調和していたのである。
ἰδεῖν μέν γε κάλλιστος καὶ μέγιστος καὶ τελεώτατος τῶν ἐν τῇ ἡλικίᾳ καὶ πλεῖστον ἡδονῆς τῷ θεωμένῳ προσβάλλων, τὸν δὲ τρόπον κοσμιώτατος καὶ ἐλευθεριώτατος, μεγαλοπρεπείᾳ μετʼ ἀφελείας ἐμπρέπων, ὥστʼ οὐκ ἦν εἰκάσαι πότερον παῖς ἐστιν ἢ νεανίας ἢ πρεσβύτης.
見るからに、同世代の中で最も美しく、最も大柄で、最も完成されており、見る者に最大の喜びを与える者であり、その性質においては最も端正で最も気高く、純朴さを伴う高雅さにおいて際立っており、その結果、彼が子供なのか、若者なのか、それとも老人なのか推測することができないほどであった。
τὸ μὲν γὰρ ἀποίητον παιδὸς, ἡ δὲ ἀκμὴ νεανίου, φρόνησις δὲ πρεσβύτου.
というのは、子供の無邪気さ、若者の全盛期、そして老人の思慮深さをあわせ持っていたからである。
ἦν δʼ ἀγασθῆναι τῆς μὲν συνέσεως τὸ μηδαμῆ θρασὺ μηδὲ ἰταμὸν μηδὲ αὔθαδες, ἀλλʼ ἐν σχολαίῳ τῷ ἤθει τὸ ἀγχίνουν εἶναι, τῆς δʼ αὖ σωφροσύνης τὸ μηδαμῆ νωθρὸν μηδὲ ὕπτιον μηδὲ ναρκῶδες, ἀλλʼ ὥσπερ ὥρας ἠρινῆς εὖ κεκραμένης ἐξ ἴσου τὴν ὀξύτητα τῇ πραότητι καθεστάναι, καὶ μήτε τὴν σωφροσύνην μήτε τὴν χάριν εἰς ἄλληλα βλάπτεσθαι.
彼の知性においては、決して無謀でも、向こう見ずでも、強情でもなく、むしろ落ち着いた品性の中に機敏さがあることが称賛に値し、また他方のその節制においては、決して鈍重でも、怠惰でも、無感覚でもなく、あたかも美しく調和した春の季節のように、鋭敏さと穏やかさが等しく確立されており、節制も優美さも互いを損なうことがないことが称賛に値した。
ὅς γε τῆς μὲν μητρὸς οὕτως εἴχετο ὥσπερ οἱ πρὸς τῷ μαστῷ παῖδες, τὸν δὲ ἀδελφὸν ὡς παῖδα ἠσπάζετο, τῶν δὲ μαθημάτων οὕτως εἴχετο ὥσπερ οὐκ ἐξὸν ἄλλως αὐτὸν ζῆν.
彼は、母には乳房にすがる子供のように寄り添い、弟は我が子のように愛し、学問には、そうせずには生きられないかのように熱中していた。
ἃ δʼ ἤκουσε παραχρῆμα ἠπίστατο, ἰδὼν δʼ εὐθὺς ἂν ἔγνω ποῖός τις ἀνὴρ καὶ πότερον ἀσπάζεσθαι χρὴ ἢ φυλάττεσθαι.
耳にしたことはすぐに理解し、また見れば、その人がどのような人物であり、歓迎すべきか、あるいは警戒すべきかを直ちに見抜いたものであった。
νομίσας δʼ εὖ ἔχειν τὸ
そして、…することが良いことだと考えて、