§79πορείας ἣν ἐστείλατο, ἀλλʼ εἴπερ τις ἄλλος ἔχει καλῶς γε δὴ τὰ ἀνθρώπεια.
自ら旅立ったあの旅路のゆえに、むしろ、他人にまして彼こそが人間的な事柄においてこれ以上なく恵まれている。
οὐ γὰρ Κωκυτὸς οὐδὲ Ἀχέρων τοῦτόν γε εἰλήφασιν, οὐδὲ θήκη κρύψει παραλαβοῦσα, ἀλλʼ εὐκλεὴς καὶ ἀγήρως ἤδη τὸν λοιπὸν ἅπαντα χρόνον περίεισιν ἥρως, Κυζίκου πάρεδρος, τιμηθεὶς ὑπὸ Ἀπόλλωνος πατρῴου κατὰ ταῦτα Ἀμύκλᾳ καὶ Ναρκίσσῳ καὶ Ὑακίνθῳ καὶ εἰ δή τις ἄλλος ἐπὶ εἴδει καλῷ κρείττονα ἢ κατʼ ἄνθρωπον ἀρετὴν ἐκτήσατο.
コキュトスもアケロンもこの者を受け入れてはおらず、墓が彼を受け取って隠してしまうこともない。 むしろ彼は、栄光に満ち、年老いることなく、これからのすべての時間を、クジコスの守護神たる英雄として歩み続ける。 祖先の神アポロンによって、アミュクラス、ナルキッソス、ヒュアキントス、そして麗しい姿のゆえに人間以上の徳を得た他の者たちと同じように称えられて。
ἑτέραις οὖν ἤδη τιμαῖς αὐτὸν τιμητέον καὶ ἑτέρως παραπεμπτέον, ὡς κρείττω δακρύων ὄντα καὶ τὴν ἀποικίαν οὐκ ἄνευ θείας μοίρας πεποιημένον.
それゆえ、今や彼を別の名誉をもって称えるべきであり、別の方法で送り出すべきである。 彼は涙を超越した存在であり、神的な運命なしにはこの移住を行わなかった者であるのだから。
πάντως δὲ ἡ μὲν τελευτὴ κοινὸς ἅπασιν ὅρος πρόκειται, τὸ δὲ τῶν καλλίστων ἑαυτὸν ἀξιώσαντα μετʼ εὐκλείας καταλῦσαι θεοῖς τε καὶ ἀνθρώποις ἄμεμπτον. τοῦτο δὲ οὐκ ἐπὶ πάντας, ἀλλʼ ὀλίγοις δή τισι τῶν πάντων ἀπεδόθη.
いずれにせよ、死はすべての人に共通の限界として前に置かれているが、最も美しいものを自らにふさわしいとし、栄光とともに、神々に対しても人間に対しても非の打ちどころのない者として生涯を終えることは、すべての人にではなく、すべての人のうちごく少数の者だけに与えられたのである。
βίος δὲ πᾶς ἀνθρώπου βραχὺς καὶ οὐ πολλοῦ τινος ἄξιος εἰς ἀριθμοῦ λόγον, ἀλλʼ ἐάν τε Ἀργανθώνιον ἐάν τε Τιθωνὸν λέγῃ τις ἐάν τε τὸν τὰς τρεῖς γενεὰς διαρκέσαντα Νέστορα τὸν Πύλιον, πάντας τούτους τοὺς χρόνους συνθεὶς εὑρήσεις ἔλαττον μέρος ὄντας τοῦ παντὸς αἰῶνος ἢ ὅσον εἰπεῖν.
人間の生涯はすべて短く、数の計算においては大した価値もない。 アルガントニオスに言及しようと、ティトノスに言及しようと、あるいは三世代を生き抜いたピュロスのネストルに言及しようと、これらすべての時間を合算しても、永遠の全体に比べれば、言うに及ばないほどわずかな部分にすぎないことを知るだろう。
οὐ δεῖ δὴ φιλοψυχεῖν οὐδὲ τὴν εὐδαιμονίαν τούτῳ μετρεῖν, εἴ τις ὡς πλεῖστα ἔσχε πράγματα, οὐδʼ εἴ τις τοῦ μακροῦ γήρως ἀπέλαυσεν, οἷα δὴ ἀπολαύειν εἰώθασιν ἄνθρωποι, ἀλλʼ ἡγεῖσθαι τούτῳ κάλλιστʼ ἔχειν ὅστις τὴν δοθεῖσαν ἑαυτῷ τοῦ βίου μοῖραν ἐν τοῖς καλλίστοις ἐξέπλησε καὶ ὅστις ὥσπερ ποιητὴς ποθούντων ἀκούειν ἔτι καὶ ὁρᾶν κατέλυσε τὸ δρᾶμα.
それゆえ、生に執着すべきではなく、また、誰かがいかに多くの出来事を抱えたか、あるいは誰かが長い老いを楽しんだか(人間が楽しむのが常であるような老いを)によって幸福を測るべきでもない。 むしろ、自分に与えられた生の一部を最も美しい事柄のうちに全うした者こそが、最も恵まれているのだと考えるべきである。 そして、あたかも詩人が、人々がまだ聞くことも見ることも熱望しているうちにドラマを終わらせるように、そのドラマを終わらせた者こそが。
ὁδὶ δὲ εὐδαίμων τε καὶ ζηλωτὸς ἅπασι καὶ νεωτέροις καὶ πρεσβύταις πορεύεται, τοσαῦτα ἀπολαύσας τοῦ βίου, ἐφʼ οἷς μόνοις εὐκτὸν ἦν γεννᾶσθαι, ἀπαθὴς κακῶν, ἄπειρος πραγμάτων, εὐκλεὴς, ἐν λόγοις καὶ μαθήμασι καὶ ἐπαίνοις τραφεὶς, ἀπὸ τῆς φίλης καὶ ὁμοσκήνου μητρὸς, στειλάμενος παρὰ τὴν ἀρχαίαν μητέρα.
そしてこの者は、若い者にも年老いた者にも、すべての人にとって幸福で羨むべき者として歩み去るのである。 生のうち、それらのためにのみ生まれることが望ましかったほどの多くのものを享受し、悪しきことを被ることもなく、煩わしい事柄を経験することもなく、栄誉に満ち、言葉と学問と称賛のうちに育まれ、愛する、そして住まいを共にした母親のもとから、いにしえの母親のもとへと旅立った。
εἰ δέ τῳ μὴ ἱκανῶς δοκεῖ τῆς δόξης ἀπολαῦσαι, ἀναπληροῦν χρὴ νῦν ἐπικοσμοῦντας ὡς ἥρωα.
もし彼が十分な名声を楽しんでいないように誰かに思われるなら、今や彼を英雄として飾り立てることで、それを補わねばならない。
ἀπόντων δὲ ἐν ἀσφαλεῖ §80τῶν ἐπαίνων ἤδη ταῦτα χρὴ δοκεῖν ἀκούειν τῶν κρειττόνων, καὶ οὕτως ἔχοντας τῆς ἀληθείας ἂν μᾶλλον τυγχάνειν νομίζειν κἀκείνῳ ποιεῖν κεχαρισμένα.
(生者が)いないところで、今や安全のうちに、これらの称賛を、今やより優れた者たちから聞いているのだとみなすべきであり、また、このように考えることが、真実をよりよく捉え、彼にとっても喜ばしいことであると信じるべきである。
καλὸν δὲ καὶ ἐν σκολίοις ὥστε Ἁρμόδιον ᾁδειν
οὔ τί που τέθνηκας
λέγοντας, ἀλλʼ εἴπερ τις ἄλλος ἐν μέσοις ἀναστρέφει τοῖς εἰδόσι καὶ πολίταις καὶ ξένοις.
また、宴会の歌において、ハルモディオスの歌のように「君は決して死んだのではない」と歌うことも美しいことである。 そう言いながら、むしろ、誰よりも、彼を知る人々、市民たち、そして異邦人たちの真っ只中を彼は歩き回っているのだ。
ὦ βιοὺς μὲν ὡς ἐν ἱεροῖς καὶ τελευτήσας κρεῖττον ἢ κατʼ ἄνθρωπον.
おお、神殿の中で生きるかのように生き、人間を超えた優れた方法で最期を迎えた者よ!
ὦ κόσμος καὶ φίλοις καὶ γένει καὶ πόλει, ὦ πρῶτα τῆς καθʼ ἡλικίαν ἀρετῆς ἔχων.
おお、友人たちにとっても、一族にとっても、都市にとっても、飾りであった者よ! おお、その年齢にふさわしい最高の徳をそなえていた者よ!
τάδε σοι τὰ παρʼ ἡμῶν, τὰ δὲ λοιπὰ μελήσει τῇ πόλει κοινῇ.
これらが我々からあなたへ贈るものである。 残りの事柄については、都市が共同で執り行うことであろう。