Humanitext Reader

アイリオス・アリステイデス · アペッラスの誕生日に際して §68-69

アペッラスの誕生と高貴な血統の称賛

1 / 4 箇所 · ギリシア語

要旨

演説者は、若者の誕生と、彼に対する都市の内外での高い評判について語る。また、彼が伝説のアテナイ王コドロスの純粋な血統を引き、祖国に留まり続けていることを称賛する。

§68ὅσα μὲν δὴ θεοῖς γενεθλίοις τε καὶ πατρῴοις καὶ πρό γε τούτων καὶ μετὰ τούτους τῷ σωτῆρι καὶ τοῦ βίου καθηγεμόνι καὶ πᾶν ὅ τι ἂν εἴποι τις εἰκότα ἦν ἀφʼ ἑστίας ἀρξάμενα κατηῦκται πρεπόντως·
誕生の神々や祖先の神々に対して、またこれら(の神々)に先立って、あるいはこれら(の神々)の後に、救い主にして人生の導き手に対して、そして、ヘスティアから始めて人が適切と言い得る限りのあらゆる祈りが、ふさわしく捧げられた。
οἷς δʼ ἄν τις ἀγήλαι τήνδε τὴν ἡμέραν πρεσβεύων γε δὴ τὸν νόμον, ὃς ἐπὶ τούτοις νενίκηκεν, ἐκπληροῦται τὰ νῦν εἰς δύναμιν, πάντων πᾶσαν προθυμίαν εἰσφερομένων.
一方、これらに基づいて勝利を収めた法を重んじることで、人がこの日を華やかに祝うような事柄については、すべての人があらゆる熱意を注ぎ込むことによって、現在のところ可能な限り果たされている。
ὥστʼ οὐ μικρῷ τῷ παρεῖναι τεκμήρασθαι πρὸς εὐθυμίας ὁπόσον οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ δημοσίᾳ τὸ σχῆμα τῆς πόλεως ἐπιδέδωκεν, ὥσπερ αἴσθησιν ἀθρόαν νῦν γε δὴ μάλιστα λαβούσης, ὅσῳ παραλλάττει τὰς λοιπὰς εὐδαιμονίᾳ, καθάπερ πᾶσιν οἷς ἐκρίθη πρωτεύειν δικαίοις καὶ τὴν τοῦδε γένεσιν ἔχουσα προσθεῖναι.
したがって、ここに居合わせること自体が(その喜びから)推し量るための少なからぬ証拠となり、この都市の有様が私的(個人)としてのみならず、公的(全体)としても、いかに大きく発展したかを示している。 都市が、自らが他の都市をどれほど幸福において凌駕しているかを、今やとりわけ一挙に自覚したかのようであり、自らが第一位を占めると判定されたすべての正当な権利に加えて、この者の誕生をも付け加えることができるかのようである。
μάλιστα μὲν γὰρ κἀκείνων ἑκάστη, λέγω δʼ ὧν τις καὶ λόγος ἐστὶ καὶ μέγα τοὔνομα, οὐκ ἀπέχονται μὴ οὐ πολίτην τιθέναι καὶ τῷ προσρήματι τούτῳ καλεῖν, ὅπου γε καὶ προστάτην ἀτεχνῶς ὥσπερ τινὲς μητέρες ἀντιποιούμεναι παιδὸς, οἷον δὴ πάρεστιν ὁρᾶν τοῦτον, τὸ μὲν εἶναι μητρὶ διδοῦσαι τῇ φύσει λαχούσῃ, τὸ κεκλῆσθαι δὲ αὐτὰς οὐκ ἀφαιρούμεναι.
というのも、それらの都市の各々も(何らかの評判があり大きな名声を持つ都市について言っているのだが)、とりわけ、彼を自らの市民とみなし、この呼び名で呼ぶことを控えないからである。 彼女らは、子供を争い合う母親たちのように、まさに今目の前に見る通りのこの者を、まったく自分たちの庇護者(代表)として主張しており、生みの親である本性(自然)に対しては(実際の)母親であることを認めつつも、自分たち自身が(彼の母親と)呼ばれる権利を放棄しようとはしない。
ὅσῳ δʼ ἐκείνας ἥδʼ ἡ πόλις θεᾶται τῇ γνώμῃ τὴν φύσιν παρελθεῖν βιαζομένας, διπλασιάζει τὸ φίλτρον.
しかし、この都市は、それらの都市が意志によって自然を凌駕しようと努めているのを見て、愛情を倍増させている。
ὥστʼ ἀγαθὴν μὲν τὴν ἔριν ταύτην μόνην μάλιστα καθʼ Ἡσίοδον προσειπεῖν ἐξεῖναι, νικᾶν δὲ ἀναμφισβητήτως ταύτην, ἐφʼ ἧς αἵ τε θυσίαι γίγνονται νῦν καὶ οἱ λόγοι·
それゆえ、ヘシオドスに従って、この競い合いだけをとりわけ「善き争い」と呼ぶことが許され、そして、今や犠牲式と演説が行われているところのこの都市が、議論の余地なく勝利を収めているのである。
ἐπεὶ καὶ τοὺς λόγους ἥδε σοι δίδωσιν, ὦ φίλτατε παίδων, οὐ τουτουσὶ μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῆς ἡμέρας ἑκάστης.
なぜなら、最も愛すべき我が子よ、この都市こそが、これら(今日の私の演説)だけでなく、日々のすべての言論をもあなたに与えているのだから。
ἐμὲ μέν γε σώσας θεὸς ἐκ τῶν ἐσχάτων τῇ πόλει δέδωκε·
神は私を極限の危機から救い出して都市に与えてくださった。
σὺ δʼ ὅτου τυγχάνεις ἐξ ἐμοῦ, παρὰ τῆς λαβούσης διδούσης ἔχεις·
そしてあなたが私から得ているものは、それを受け取り、かつ与えてくれる都市から、あなたが手にしているものなのだ。
ὥσθʼ ὁμοῦ σοι καὶ μητέρα τὴν πόλιν ἐξεῖναι καλεῖν καὶ φάσκειν ἐπὶ τῆς §69αὐτῆς γνησίως τετράφθαι.
それゆえ、あなたは同時に、都市を母親と呼ぶことも、同じ母親のもとで嫡出子(正統な子)として育てられたと主張することもできるのである。
τοῦτο δʼ οὐ μικρόν ἐστιν εἰς τὸν τοῦ καλοῦ λόγον οἶμαι σοί τε καὶ ταύτῃ·
このことは、あなたにとっても、またこの都市にとっても、美の評判において、小さからぬことであると私は思う。
σοὶ μέν γε, εἰ μὴ τὴν πατρίδα ἀτιμάσας ὡς οὐκ ἂν γενναίᾳ ψυχῇ πρὸς ἄσκησιν ἀρετῆς καὶ παιδείαν ἀρκέσουσαν ξένην εἵλου θεραπεύειν ἑστίαν, τῇ δʼ ὑπάρχει φιλοτιμεῖσθαι δήπουθεν οὐδενὸς ἧττον, ὅτι σὲ μὴ μόνον ἐνεγκεῖν ηὐτύχησεν, ἀλλὰ καὶ προϊόντα ἤδη τὴν ἡλικίαν παρʼ αὑτῇ κατέσχεν, ἔτι καὶ τῇ περὶ λόγους καὶ σοφίαν σπουδῇ μετὰ τῶν ἄλλων ὧν ἔχει καλῶν σὺν ἐκείναις ἢ πρό γʼ ἐκείνων νικᾶν κριθεῖσα.
あなたにとっては、祖国が徳の鍛錬や十分な教育に対して、高貴な魂を満足させられないかのようにして祖国を軽んじることをせず、他国の祭壇に仕えることを選ばなかったならば(のことであり)、この都市にとっては、他ならぬあなたを産む幸運を得ただけでなく、すでに年齢を重ねつつあるあなたを自らのもとに留め置き、さらに言論と知恵に対する情熱において、自身が持つ他の美徳とともに、あるいはそれらに先んじて、勝利を収めていると判定されたことによって、誰にも劣らず誇りとすることができるのである。
ταῦτά τοι καὶ τῶν ἄθλων τῶν ἐπὶ τούτοις τῶν μὲν ἐγγύς ἐστι τοῦ τυχεῖν ἐλπίσι χρησταῖς, τὰ δʼ ἤδη κεκάρπωται παρὰ τοῦ σοῦ γένους·
まさにこれらの理由によって、これらに伴う褒賞のうち、あるものは良い希望とともに獲得に近づいており、あるものはあなたの家系からすでに収穫されているのである。
ἐπεὶ καὶ τοῦτʼ οὐ μικρόν ἐστιν, οἶμαι, πρὸς ἀλλήλους ὑμῖν, τὸ μὴ σὲ φῦναι μόνον αὐτὸν ἐπὶ ταυτησὶ τῆς πόλεως λέγω, προγόνους δʼ ἀλλαχόθεν ἀριθμεῖν ἔχειν, ἀλλʼ ἄνωθεν ἀρξαμένην διαδοχὴν, ὅθεν οὐδʼ εὑρεῖν ἦν ἂν διὰ χρόνου μῆκος, εἰ μὴ προέκειτο ἡ λαμπρότης, μέχρι σοῦ προχωρῆσαι, διὰ σοῦ πλήρη τὸν αἰῶνα τὸν ἑξῆς ἀναμένουσαν.
なぜなら、あなた方双方にとって、これも小さからぬことだと思うが、それは、あなた自身がこの都市で生まれたということだけでなく、祖先を他の土地に数え上げるのではなく、はるか上代から始まる家系の継承(その輝かしさが際立っていなければ、時間の長さのゆえに発見することすらできなかったであろうが)があなたにまで至り、あなたを通じて、それに続く時代を完全に満たすのを待っているということである。
ἀπὸ γάρ τοι Κοδράτου, δῆλον δʼ ἐστὶν, οἶμαι, καὶ φθεγξαμένου πᾶσιν ὁμοίως τοὔνομα, ἔξεστιν ἀριθμῷ κατιόντι τὸ γένος εἰς τοῦτον ὁρᾶν ἅπαν καθαρόν τε καὶ γνήσιον τῆσδε τῆς γῆς βλάστημα, ποιητὴς ἂν εἴποι, καὶ μάλʼ ἐπανθοῦν ἑαυτῷ καὶ μᾶλλον ἀνθῆσον, ὥσπερ ἀρχόμενον ἀεὶ καὶ μηδέποτε λῆγον, ἔστʼ ἂν ἡ τρέφουσα γῆ τουτονὶ τὸν καρπὸν ἀθάνατος μένῃ.
というのも、コドロスから――その名を発するだけで誰にとっても同様に明らかなことだと思うが――、世代を下って数え上げることにより、この地から生じた純粋かつ本物の血統のすべてを、詩人が言うように、この人の中に見ることができるからであり、それは自ら大いに花咲き、さらに咲き誇ろうとしており、それを育む大地が不滅である限り、常に始まり、決して終わることのないかのようである。
κἄμοιγε κἀκεῖνο ἔπεισι θεωρεῖν πλεονέκτημα τοῦ γένους, ἀρτίως γάρ με εἰσῆλθε, τὸ μὲν γὰρ γνησίους πολίτας τοὺς ἀρχηγέτας ἔχειν εἰπεῖν κοινόν ἐστʼ ἴσως καὶ πρὸς ἑτέρους ἀγαθὸν, τὸ δʼ ἀπὸ τοῦ Κοδράτου γεγονέναι χωρὶς τῶν ἄλλων τῶν ἐκείνῳ προσόντων ἀναστρέφει πρὸς τοὺς λοιποὺς τὸ πλεονέκτημα.
そして私には、その家系のもう一つの利点に思い至る(今ちょうど頭に浮かんだのだが)。 というのも、自らの祖先を正統な市民であると言えることは、おそらく他の人々にとっても共通の美点であるが、コドロスの子孫であるということは、彼に備わっていた他の美徳は別としても、その優位性を他のすべての人々に対して逆転させるからである。
τοῖς μέν γε αὐτὸ τοῦτο ὑπάρχει φιλοτιμεῖσθαι τὸ πολίτας εἶναι, καὶ τοῦτʼ ἐστὶν αὐτοῖς τὸ μέγιστον, ὥσπερ οὖν ἔστιν· ὁ δʼ ὑπὸ τοῦ θεοῦ κληθεὶς ὡς ἀναληψόμενος τὴν πόλιν ὑπὸ
他の市民にとっては、市民であるということ自体が誇りの拠り所であり、それこそが彼らにとって最大のことであるのに対し、神によって都市を再興する者として召された彼は、〜によって

語釈・文法注

  1. §68ἀφʼ ἑστίας ἀρξάμενα — 慣用表現「ヘスティア(炉)から始めて」は、「一番の基本から」「正しく、徹底的に」という意味を表す。
  2. §68μὴ οὐ πολίτην τιθέναι — 否定を意味する動詞 ἀπέχομαι(控える、避ける)の後に、さらに否定の μὴ οὐ +不定詞を伴うことで、「〜するのを控えない」「必ず〜する」という強い肯定の意味を表す構文である。
  3. §69εἰ μὴ τὴν πατρίδα ἀτιμάσας ... εἵλου — 接続詞 εἰ に直説法過去(εἵλου)が続く、過去の事実に反する仮定を表す条件文。実際には若者が祖国を軽んじることなく、他国の炉に仕える道を選ばなかったという肯定的な事実を逆説的に強調している。
  4. §69τὸ μὴ σὲ φῦναι μόνον ... ἀλλʼ ἄνωθεν ἀρξαμένην διαδοχὴν ... μέχρι σοῦ προχωρῆσαι — 冠詞 τὸ に支配された二つの不定詞句(φῦναι と προχωρῆσαι)が対比的に並列されている。前者の意味上の主語は対格の人称代名詞 σέ(あなた)、後者の意味上の主語は同じく対格の名詞 διαδοχήν(継承)である。

この箇所を引用する

アイリオス・アリステイデス, アペッラスの誕生日に際して §68-69. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg010.humanitext-grc2:68-69

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。