§65ὄντων τῶν διδομένων αὐτοῖς, χαλεπῶν δὲ καὶ φοβερῶν εἰ μὴ τοσαῦτα λαμβάνοιεν, καὶ ἔτι πλείω τῶν διδομένων αὐτοῖς, οὐχ ὅπως ἐπηύξησε τὰς ἐπιθυμίας αὐτῶν, ἀλλʼ ὁρίσας τὸ δέον τοὺς μὲν στρατιώτας πρὸς τοὺς πόνους καὶ τὴν ἄσκησιν τῶν σωμάτων ἀμείνους ἐποίησεν, οὐκέτι τῷ λαμβάνειν αὐτοὺς ἐάσας προσέχειν, ἀλλὰ τὴν μελέτην τῶν πολεμικῶν αὐτοῖς συνήθη ποιήσας, οὐδὲ ἐν ἡδυπαθείᾳ καὶ τρυφῇ ὄντας διάγειν, ἀλλʼ ὅπως μηδένα καιρὸν ἕξουσιν ἐπιθυμίας τῆς τοιαύτης.
尽管给予他们的东西既多且无数,而且如果他们得不到这么多、甚至比给予他们的还要多的东西,他们就会变得严酷和可怕,但他非但没有增加他们的欲望,反而规定了必要之物,使兵士在劳作和身体锻炼方面变得更优秀,不再允许他们一心只想着索取,而是让他们习惯于军事训练,也不允许他们过着骄奢淫逸的生活,而是让他们没有任何机会产生这种欲望。
τοῦτο ποιήσας ἐπήμυνε μὲν ταῖς τῶν ἀρχομένων ἐνδείαις, ἐπεμελήθη δὲ τῆς εὐταξίας τῶν στρατιωτῶν, τῶν δὲ χρημάτων βεβαιοτέραν ἐποίησε τὴν πρόσοδον.
他通过这样做,一方面缓解了臣民的匮乏,另一方面整顿了兵士的纪律,并使财政岁入更加稳定。
τούτων οὐκ ἂν γένοιτο μείζω τεκμήρια ἀνδρείας ἅμα καὶ εὐβουλίας.
这些行为实在没有比这更大地同时证明其勇气与明智的证据了。
καὶ μὴν δεινότητος καὶ σοφίας τοῦτʼ ἄν τις τεκμήριον εἰκότως αὐτὸ ποιήσαιτο.
确实,人们理所当然地也可以将这本身视为其精明与智慧的证明。
τὸ μὲν γὰρ βιασάμενον καὶ καταναγκάσαντα στέργειν παρασκευάσαι φόβῳ καὶ οὐ γνώμης περιουσίᾳ ἔστιν οὕτως ἔχειν αὐτοὺς πεποιηκέναι, τὸ δὲ ἀπλήστως πρὸς χρήματα καὶ τὸ λαμβάνειν διακειμένους πεῖσαι μετριάζειν οὐκ ἂν, οἶμαι, ῥᾳδίως ἠδυνήθη, εἰ μὴ νοῆσαι καὶ εἰπεῖν ὑπὲρ ἅπαντας ἦν.
因为,通过恐惧来强迫和逼迫他们服从,而不是靠才智的卓越,只是让他们不得不这样表现;但要说服那些对金钱和索取贪得无厌的人变得克制,我想,如果他不能超越常人去思考和表达,他是无法轻易做到的。
φρονήσεως δὲ πολλὰ μὲν καὶ ἄλλα ἔργα ἐν τῇ βασιλείᾳ παρέσχηται, κάλλιστον δὲ καὶ πλείστου ἐπαίνου ἄξιον ἡ πρὸς τοὺς πολέμους εὐβουλία τε καὶ σύνεσις τοῦ βασιλέως, ὅτι ὁρῶν ἐν τοῖς πολέμοις τοὺς δεινοὺς καὶ πολεμικοὺς εἶναι δοκοῦντας οἰομένους δεῖν τῷ μάχεσθαι νικᾶν, ἀλλʼ οὐχὶ τῷ καλῶς βουλεύεσθαι, οὐκ ἐμιμήσατο ἐκείνους οὐδὲ ἐζήλωσεν, ἡγούμενος δεῖν πρὸς μὲν τοὺς ὁμοίους χρῆσθαι τοῖς ὅπλοις· καλὸν γὰρ τοὺς τοιούτους ἀνδρείᾳ νικᾶν· πρὸς δὲ τοὺς βαρβάρους τῷ εὖ βουλεύεσθαι.
至于智谋,他在统治中还展现了许多其他功绩,但最美丽且最值得高度赞美的,是君王对战争的明智谋划与理解。 因为他看到在战争中,那些看似精明和好战的人认为必须通过战斗而不是通过善于谋划来赢得胜利,他没有模仿他们,也没有羡慕他们,而是认为对待同等的敌人应当诉诸武力——因为用勇气击败这样的人是高尚的——而对待蛮族则应当通过善于谋划。
ᾔδει γὰρ, οἶμαι, καὶ τὸν τὰς πολλὰς μυριάδας ἐπὶ τοὺς Ἕλληνας ἀγαγόντα καὶ ὃν οὔτε γῆ οὔτε θάλαττα ἐχώρει ἱκανῶς ἑνὸς ἀνδρὸς γνώμης ἡττηθέντα.
我想,因为他知道,甚至那个率领成千上万大军进攻希腊、连陆地和海洋都无法容纳的人,也屈服于一个人的智谋。
ὅπου γὰρ ἔστι βουλευσάμενον περιγενέσθαι, τί δεῖ ἐνταῦθα κινδύνων;
既然可以通过谋划来取胜,何必还要去冒险呢?
§66ἔτι τοίνυν τὸ μὲν νικᾶν ἐν ταῖς μάχαις καὶ τοῖς φαύλοις πολλάκις περιγίγνεται, φρονήσει δὲ καὶ σοφίᾳ κρατεῖν δύνασθαι μόνων ἐστὶ τῶν εἰδότων βουλεύεσθαι.
\n 再者,在战斗中获胜也常常是平庸之辈能做到的,但能凭借明智和智慧实行统治,却只有那些懂得谋划之人的特权。
καὶ μὴν οἱ μὲν τὴν ἀνδρείαν ἐπὶ παντὸς καιροῦ καὶ πάσης προφάσεως ἐπιδείκνυσθαι βουλόμενοι τυχόντες μὲν κατώρθωσαν, ἡττηθέντες δὲ συμφοραῖς μεγίσταις ἑαυτοὺς καὶ τοὺς φίλους περιβάλλουσιν, οἱ δὲ γιγνώσκοντες τὰ δέοντα καὶ λογιζόμενοι κατορθώσαντες μὲν τυγχάνουσιν οὐδὲν ἧττον ὧν ἐβουλήθησαν, διαμαρτόντες δὲ οὐδὲν βλάπτονται.
确实,那些企图在任何时机、任何借口下展现勇气的人,成功了固然能成事,但一旦失败,就会使自己和朋友陷入巨大的灾难;而那些洞察必要之物并深谋远虑的人,成功了固然同样能达到目的,即使失败了也不会受到任何损害。
ἃ δὴ γιγνώσκων καὶ ὁ βασιλεὺς οὐκ οἴεται δεῖν μιμεῖσθαι τοὺς ἀνοήτους καὶ ῥιψοκινδύνους τῶν ἀνθρώπων, ἀλλὰ τῷ εὖ βουλεύεσθαι ἀσφαλὴς εἶναι πρὸς τοὺς βαρβάρους.
君王正是深知这些道理,认为不应当模仿人类中愚蠢和冒险之辈,而是要通过善于谋划来确保对蛮族的安全。
καὶ μὴν οὐδʼ ἐν ταῖς μάχαις καὶ τοῖς ὅπλοις αὐτὸν ἐμέμψαντο οἱ πολέμιοι, ἀλλʼ ἐπέδειξεν αὐτοῖς οὐ μόνον συνέσει καὶ τῇ ἄλλῃ παιδείᾳ, ἀλλὰ καὶ ἀνδρείᾳ κρατεῖν αὐτῶν δυνάμενος.
况且,甚至在战斗和武器方面,敌人也无法指责他,相反,他向他们证明了,自己不仅能凭借理智和其他教养,而且能凭借勇气压倒他们。
ὅπου γὰρ Κελτοὶ μὲν οἱ μέγιστοι καὶ φονικώτατοι τῶν ὑφʼ ἡλίῳ πολλὰ δὴ καὶ παντοῖα τολμήσαντες νῦν προσκυνοῦσι τὸν δεσπότην, γνόντες τὸ τὴν ἡσυχίαν ἄγειν ὡς ἄμεινον ἦν καὶ ποιεῖν τὸ προσταττόμενον τοῦ πολεμεῖν, τοῦτο δὲ τὸ ὄνομα λείπεται μόνον τοῦ γένους· πᾶν δὲ ὅσον Εὐφράτου τε καὶ Τίγρητος ἐπέκεινα πρὸς ἀνατολὰς οἰκεῖ διακινηθὲν καὶ δὴ κατήρτισταί τε καὶ πεπαίδευται τοὺς κρείττους εἰδέναι·
事实上,在太阳底下最强大、最凶残的凯尔特人,在进行了许多各种各样的冒险之后,如今也向主人屈服,因为他们认识到保持安宁、服从命令比进行战争要好得多,而这个部族如今只剩下了名字;而所有居住在幼发拉底河和底格里斯河彼方、朝向东方的民族,虽然曾动荡不安,如今也已被整顿并受到教化,懂得顺从强者;整片大陆都保持着安宁,陆地和海洋都为这位保护者戴上冠冕,希腊人和蛮族如今发出了同一种声音,而帝国就像一艘船或一座城墙一样得到了修缮和加固,稳固地获得了自身的福祉。
ἡσυχάζει δὲ πᾶσα ἡ ἤπειρος, γῆ δὲ καὶ θάλαττα τὸν προστάτην στεφανοῦσιν, Ἕλληνες δὲ καὶ βάρβαροι ταυτὸν ἤδη φθέγγονται, ἡ δὲ ἀρχὴ καθάπερ ναῦς τις ἢ τεῖχος ἐπεσκεύασταί τε καὶ ὠχύρωται καὶ τὸ αὑτῆς βεβαίως κεκόμισται ἀγαθὸν, τίνα ταῦτα οὐχ ὑπερβέβληκεν ἀνδρείαν, ἢ τίς ἀμείνων καὶ λυσιτελεστέρα γένοιτʼ ἂν ταύτης κατάστασις;
这些难道没有超越一切勇气吗? 或者,还有什么比这更好、更有利的治世呢?
οὐ πᾶσα μὲν ἄδεια πᾶσιν ὅπη βούλεταί τις, §67πάντες δὲ οἱ πανταχοῦ λιμένες ἐνεργοὶ, οὐ τὰ μὲν ὄρη τὴν αὐτὴν ἔχει τοῖς ὁδεύουσιν ἥνπερ αἱ πόλεις τοῖς οἰκοῦσιν αὐτὰς ἀσφάλειαν, χάρις δὲ πάντα ἐπέχει πεδία, πᾶς δὲ διὰ πάντων λέλυται φόβος;
难道不是所有人在任何想去的地方都享有充分的安全,\n 所有的港口都充满活力,山峦对行旅之人所提供的安全,不也正像城市对居住其中的人所提供的一样吗? 恩典充满了所有的平原,所有的恐惧已从所有人中消除。
ποῖοι μὲν γὰρ πόροι ποταμῶν κεκώλυνται διελθεῖν;
实际上,有什么河渡被阻碍而无法通过呢?
τίνες δὲ θαλάττης ἀποκέκλεινται πορθμοί;
有什么海峡被封闭了呢?
νῦν καὶ πανηγύρεις φαιδρότεραι καὶ ἑορταὶ θεοφιλέστεραι.
如今,节日更加欢乐,祭祀更得神明欢心。
νῦν καὶ τὸ Δήμητρος πῦρ λαμπρότερον καὶ ἱερώτερον.
如今,德墨忒尔之火也更加明亮、更加神圣。
ὦ φῶς τῆς ἀνθρωπίνης εὐδαιμονίας.
啊,人类幸福之光!
νῦν ἅπαντες ἄνθρωποι τὴν ἀληθῆ εὐδαιμονίαν εὑρηκέναι δοκοῦσιν.
如今,所有人都似乎找到了真正的幸福。
ὦ πάντας βασιλέας παρεληλυθὼς, σοφίᾳ μὲν τοὺς σοφοὺς, ἀνδρείᾳ δὲ τοὺς ἀνδρείους, εὐσεβείᾳ δὲ τοὺς ἐπὶ ταύτῃ διαφέροντας, εὐτυχίᾳ δὲ τοὺς εὐτυχεστάτους·
啊,在智慧上超越了智者,在勇气上超越了勇者,在虔敬上超越了以此见长者,在幸运上超越了最幸运者的君王啊!
ἀνθʼ ὧν οὐκ ἂν γένοιτο ἀξία σοι χάρις παρʼ ἡμῶν οὔτʼ ἐν ἐπαίνοις οὔτʼ ἐν ἄλλῃ οὐδεμιᾷ τιμῇ.
为此,无论是在赞美中,还是在任何其他荣誉中,我们都无法给予您应有的感谢。
σὲ δὲ, ὦ παῖ γενναῖε γενναίων, κατʼ ἴχνος εἴη βαίνειν τοῦ πατρός.
而您,高贵父母的高贵子嗣,愿您追随父亲的足迹。
τοῦτο γὰρ ὥς γε ἐν βραχεῖ πλεῖστον εἰρήσθω.
简而言之,这已经是最毫无保留的赞颂了。 ”