Humanitext Reader

ストラボン · 地理誌 §8.3.33

オクシュロスによるエリス獲得と聖域化の歴史

255 / 577 箇所 · ギリシア語

要旨

エポロスを引用し、オクシュロスによるエリスの獲得と、投石器を用いた一騎打ちの逸話、エリスが神聖で不可侵な地とされた経緯を説明する。さらにアルゴスのペイドンによるオリンピア競技会の強奪と、スパルタの協力によるその打倒を述べる。

§8.3.33Ἔφορος δέ φησιν Αἰτωλὸν ἐκπεσόντα ὑπὸ Σαλμωνέως τοῦ βασιλέως Ἐπειῶν τε καὶ Πισατῶν ἐκ τῆς Ἠλείας εἰς τὴν Αἰτωλίαν, ὀνομάσαι τε ἀφʼ αὑτοῦ τὴν χώραν καὶ συνοικίσαι τὰς αὐτόθι πόλεις·
エポロスによれば、アイトロスはエペイオス人とピサ人の王サルモネウスによってエリスから追放されてアイトリアへと赴き、その地を自らの名にちなんで名付け、そこにある都市を共同で創建した。
τούτου δʼ ἀπόγονον ὑπάρξαντα Ὄξυλον φίλον τοῖς περὶ Τήμενον Ἡρακλείδαις ἡγήσασθαί τε τὴν ὁδὸν κατιοῦσιν εἰς τὴν Πελοπόννησον καὶ μερίσαι τὴν πολεμίαν αὐτοῖς χώραν καὶ τἆλλα ὑποθέσθαι τὰ περὶ τὴν κατάκτησιν τῆς χώρας, ἀντὶ δὲ τούτων λαβεῖν χάριν τὴν εἰς τὴν Ἠλείαν κάθοδον, προγονικὴν οὖσαν, κατελθεῖν δὲ ἀθροίσαντα στρατιὰν ἐκ τῆς Αἰτωλίας ἐπὶ τοὺς κατέχοντας Ἐπειοὺς τὴν Ἦλιν·
この者の子孫であったオクシュロスは、テメノスの一派であるヘラクレイダイの友人となり、ペロポネソスへと帰還する彼らの道を先導し、彼らに敵対する土地を分配し、その他、その土地の征服に関する事柄を助言した。 そしてこれら(の功績)の代わりに、先祖伝来のものであったエリスへの帰還という恩恵を受け取り、アイトリアから軍勢を集めて、エリスを占拠していたエペイオス人に対して攻め下った。
ἀπαντησάντων δὲ τῶν Ἐπειῶν μεθʼ ὅπλων, ἐπειδὴ ἀντίπαλοι ἦσαν αἱ δυνάμεις, εἰς μονομαχίαν προελθεῖν κατὰ ἔθος τι παλαιὸν τῶν Ἑλλήνων Πυραίχμην Αἰτωλὸν Δέγμενόν τʼ Ἐπειόν, τὸν μὲν Δέγμενον μετὰ τόξου ψιλόν, ὡς περιεσόμενον ῥᾳδίως ὁπλίτου διὰ τῆς ἑκηβολίας, τὸν δὲ μετὰ σφενδόνης καὶ πήρας λίθων, ἐπειδὴ κατέμαθε τὸν δόλον·
エペイオス人が武力をもって立ちふさがったとき、双方の兵力が拮抗していたため、ギリシア人の古い慣習に従って、アイトリア人のピライクメスとエペイオス人のデグメノスが一騎打ちに進み出た。 デグメノスは、遠距離攻撃によって重装歩兵に対して容易に勝利するつもりで、弓だけを携えた軽装であったが、ピライクメスは相手の計略を察知して、投石器と石の入った袋を携えて進んだ。
τυχεῖν δὲ νεωστὶ ὑπὸ τῶν Αἰτωλῶν εὑρημένον τὸ τῆς σφενδόνης εἶδος·
たまたま当時、投石器のこの形態は、アイトリア人によって新たに発明されたばかりであった。
μακροβολωτέρας δʼ οὔσης τῆς σφενδόνης πεσεῖν τὸν Δέγμενον, καὶ κατασχεῖν τοὺς Αἰτωλοὺς τὴν γῆν ἐκβαλόντας τοὺς Ἐπειούς·
投石器の方が射程が長かったため、デグメノスは倒れ、アイトリア人はエペイオス人を追放してその土地を占領した。
παραλαβεῖν δὲ καὶ τὴν ἐπιμέλειαν τοῦ ἱεροῦ τοῦ Ὀλυμπίασιν, ἣν εἶχον οἱ Ἀχαιοί·
彼らはまた、アカイア人が保持していたオリンピアの聖域の管理権をも引き継いだ。
διὰ δὲ τὴν τοῦ Ὀξύλου φιλίαν πρὸς τοὺς Ἡρακλείδας συνομολογηθῆναι ῥᾳδίως ἐκ πάντων μεθʼ ὅρκου τὴν Ἠλείαν ἱερὰν εἶναι τοῦ Διός, τὸν δʼ ἐπιόντα ἐπὶ τὴν χώραν ταύτην μεθʼ ὅπλων ἐναγῆ εἶναι, ὡς δʼ αὕτως ἐναγῆ καὶ τὸν μὴ ἐπαμύνοντα εἰς δύναμιν·
オクシュロスとヘラクレイダイとの間の友情のゆえに、エリスはゼウスの神聖な地であり、この地に武力をもって侵入する者は呪われ、同様に、できる限りにおいてそれを防衛しない者もまた呪われるということが、全員の宣誓のもとに容易に合意された。
ἐκ δὲ τούτου καὶ τοὺς κτίσαντας τὴν Ἠλείων πόλιν ὕστερον ἀτείχιστον ἐᾶσαι, καὶ τοὺς διʼ αὐτῆς τῆς χώρας ἰόντας στρατοπέδῳ τὰ ὅπλα παραδόντας ἀπολαμβάνειν μετὰ τὴν ἐκ τῶν ὅρων ἔκβασιν·
このことから、後世にエリス人の都市を創建した人々もそこを無防備のままに残し、その地方を軍隊で通過する人々も、武器を預け、国境を出た後にそれを受け取るようにした。
Ἴφιτόν τε θεῖναι τὸν Ὀλυμπικὸν ἀγῶνα, ἱερῶν ὄντων τῶν Ἠλείων.
そして、エリス人が神聖な身分であることから、イフィトスがオリンピア競技会を創設した。
ἐκ δὴ τῶν τοιούτων αὔξησιν λαβεῖν τοὺς ἀνθρώπους·
このような事情から、彼らは繁栄を遂げた。
τῶν γὰρ ἄλλων πολεμούντων ἀεὶ πρὸς ἀλλήλους, μόνοις ὑπάρξαι πολλὴν εἰρήνην, οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς ξένοις, ὥστε καὶ εὐανδρῆσαι μάλιστα πάντων παρὰ τοῦτο.
というのも、他の人々が常に互いに戦争をしていた中で、彼らだけに多くの平和が、彼ら自身だけでなく外国人にももたらされ、これによって彼らは何よりも人口が豊かになったからである。
Φείδωνα δὲ τὸν Ἀργεῖον, δέκατον μὲν ὄντα ἀπὸ Τημένου, δυνάμει δʼ ὑπερβεβλημένον τοὺς κατʼ αὐτόν, ἀφʼ ἧς τήν τε λῆξιν ὅλην ἀνέλαβε τὴν Τημένου διεσπασμένην εἰς πλείω μέρη, καὶ μέτρα ἐξεῦρε τὰ Φειδώνια καλούμενα καὶ σταθμοὺς καὶ νόμισμα κεχαραγμένον τό τε ἄλλο καὶ τὸ ἀργυροῦν, πρὸς τούτοις ἐπιθέσθαι καὶ ταῖς ὑφʼ Ἡρακλέους αἱρεθείσαις πόλεσι, καὶ τοὺς ἀγῶνας ἀξιοῦν τιθέναι αὐτόν, οὓς ἐκεῖνος ἔθηκε·
アルゴスのペイドンは、テメノスから十代目の子孫であり、当時の人々を力において凌駕していたが、彼は、複数の部分に分裂していたテメノスの領地全体を回復し、ペイドン尺度と呼ばれる尺度や、度量衡、および(銀貨をはじめとする)刻印された硬貨を考案し、さらに、ヘラクレスによって攻略された都市をも攻撃し、ヘラクレスが創設した競技会を自ら開催することを要求した。
τούτων δὲ εἶναι καὶ τὸν Ὀλυμπικόν·
これらの中には、オリンピア競技会も含まれていた。
καὶ δὴ βιασάμενον ἐπελθόντα θεῖναι αὐτόν, οὔτε τῶν Ἠλείων ἐχόντων ὅπλα ὥστε κωλύειν διὰ τὴν εἰρήνην τῶν τε ἄλλων κρατουμένων τῇ δυναστείᾳ·
そして実際、彼は実力で行使して攻め入り、自らこれを開催した。 エリス人は平和のゆえにそれを阻止する武器を持たず、他の人々も彼の支配力に圧倒されていたからである。
οὐ μὴν τούς γε Ἠλείους ἀναγράψαι τὴν θέσιν ταύτην, ἀλλὰ καὶ ὅπλα κτήσασθαι διὰ τοῦτο καὶ ἀρξαμένους ἐπικουρεῖν σφίσιν αὐτοῖς·
しかし、エリス人はこの開催を登録せず、むしろこのために武器を調達し、自らを守り始めた。
συμπράττειν δὲ καὶ Λακεδαιμονίους, εἴτε φθονήσαντας τῇ διὰ τὴν εἰρήνην εὐτυχίᾳ εἴτε καὶ συνεργοὺς ἕξειν νομίσαντας πρὸς τὸ καταλῦσαι τὸν Φείδωνα, ἀφῃρημένον αὐτοὺς τὴν ἡγεμονίαν τῶν Πελοποννησίων, νοι προεκέκτηντο·
そしてラケダイモン人も、平和によるエリス人の幸運に嫉妬したか、あるいは、かつて自分たちが有していたペロポネソス人に対する覇権を奪ったペイドンを打倒するために彼らを同盟者として利用できると考えたため、これに協力した。
καὶ δὴ καὶ συγκαταλῦσαι τὸν Φείδωνα· τοὺς δὲ συγκατασκευάσαι τοῖς Ἠλείοις τήν τε Πισᾶτιν καὶ τὴν Τριφυλίαν.
そして実際、彼らは共同してペイドンを打倒し、エリス人のためにピサティスとトリフュリアの支配を共同で確立した。
ὁ δὲ παράπλους ἅπας ὁ τῆς νῦν Ἠλείας μὴ κατακολπίζοντι χιλίων ὁμοῦ καὶ διακοσίων ἐστὶ σταδίων.
現在のエリス地方の沿岸航路は、湾を迂回せずに直進する場合、全体で千二百スタディオンである。
ταῦτα μὲν περὶ τῆς Ἠλείας.
エリスについては以上である。

語釈・文法注

  1. p.508τὸν μὲν Δέγμενον μετὰ τόξου ψιλόν ... τὸν δὲ μετὰ σφενδόνης — 対比構造 `τὸν μὲν... τὸν δὲ...` において、後半の `τὸν δὲ` の後には、前半の `μετὰ τόξου ψιλόν` に対比される武器 `μετὰ σφενδόνης` が置かれているが、動詞(「進み出た」あるいは「備えた」)が省略されている。前半の `προελθεῖν` または文脈上の動作を補って解釈する。
  2. p.508τυχεῖν δὲ νεωστὶ ὑπὸ τῶν Αἰτωλῶν εὑρημένον τὸ τῆς σφενδόνης εἶδος — 非人称動詞としての `τυγχάνω` に分詞 `εὑρημένον` が結合した `τυγχάνω + 分詞` の構文。「たまたま〜であった」という事実の偶然性を表す。エポロスの間接話法内にあるため、不定詞の `τυχεῖν` になっている。
  3. p.509ἀφῃρημένον αὐτοὺς τὴν ἡγεμονίαν — 奪取・剥奪を表す動詞 `ἀφαιρέω` の受動分詞 `ἀφῃρημένον`(中性または男性主格・対格)であり、二重対格をとる能動態「AからBを奪う」の受動表現。受動態でも物(奪われたもの)を表す対格 `τὴν ἡγεμονίαν` がそのまま保持されている。`αὐτούς` はラケダイモン人を指し、「彼らから覇権を奪った(ペイドン)」の意。
  4. p.509μὴ κατακολπίζοντι — 条件を表す現在分詞の与格形。「もし(海路を辿る旅人が)湾に沿って進まないならば」という仮定の意を表し、距離を計算する際の基準を示す慣用的な表現。

この箇所を引用する

ストラボン, 地理誌 §8.3.33. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.33

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。