Humanitext Reader

斯特拉波 · 地理学 §8.3.14-8.3.16

特里菲利亚皮洛斯与雷普里翁及周边城镇

第 245 段,共 577 段 · 希腊语

内容简介

斯特拉波讨论了特里菲利亚皮洛斯的位置,辩论了其别名“沙多之城”的语源,并描述了明特山及周边的圣所。随后,他详细介绍了相邻的许帕纳和蒂姆帕内埃、阿刻戎河,以及南部的雷普里翁及其波塞冬神殿,并将这些地点与荷马史诗的描述进行了对比。

§8.3.14κατὰ ταῦτα δέ πως τὰ ἱερὰ ὑπέρκειται τῆς θαλάττης ἐν τριάκοντα ἢ μικρῷ πλείοσι σταδίοις ὁ Τριφυλιακὸς Πύλος καὶ Λεπρεατικός, ὃν καλεῖ ὁ ποιητὴς ἠμαθόεντα καὶ παραδίδωσι τοῦ Νέστορος πατρίδα, ὡς ἄν τις ἐκ τῶν ἐπῶν τεκμαίροιτο·
在大约这些圣所的附近,距离海边三十斯塔迪翁或稍多一些的地方,坐落着特里菲利亚和雷普里翁的皮洛斯,诗人称其为“沙多之城”,并将其传为内斯托尔的故乡,正如人们从史诗中所能推断的那样。
εἴτε τοῦ παραρρέοντος ποταμοῦ πρὸς ἄρκτον Ἀμάθου καλουμένου πρότερον, ὃς νῦν Μάμαος καὶ Ἀρκαδικὸς καλεῖται, ὥστʼ ἐντεῦθεν ἠμαθόεντα κεκλῆσθαι· εἴτε τούτου μὲν Παμισοῦ καλουμένου ὁμωνύμως τοῖς ἐν τῇ Μεσσηνίᾳ δυσί, τῆς δὲ πόλεως ἄδηλον ἐχούσης τὴν ἐτυμολογίαν τοῦ ἐπιθέτου· καὶ γὰρ τὸ ἀμαθώδη τὸν ποταμὸν ἢ τὴν χώραν εἶναι ψεῦδός φασι.
这要么是因为向北流过的河流以前被称为阿马图斯(现在被称为妈妈奥斯和阿尔卡迪科斯),所以由此被称为“沙多之城”;要么是因为,虽然这条河被称为帕米索斯,与美塞尼亚的两条同名,但这座城市的这个别名语源却不明确;因为人们确实说,无论河流还是土地是沙质的说法都是虚假的。
πρὸς ἕω δʼ ἐστὶν ὄρος τοῦ Πύλου πλησίον ἐπώνυμον Μίνθης, ἣν μυθεύουσι παλλακὴν τοῦ Ἅιδου γενομένην πατηθεῖσαν ὑπὸ τῆς κόρης εἰς τὴν κηπαίαν μίνθην μεταβαλεῖν, ἥν τινες ἡδύοσμον καλοῦσι.
在东边,靠近皮洛斯有一座以明特命名的山,人们传说她曾是哈得斯的情妇,被科雷践踏而变成了庭院薄荷,有些人称之为芳香薄荷。
καὶ δὴ καὶ τέμενός ἐστιν Ἅιδου πρὸς τῷ ὄρει τιμώμενον καὶ ὑπὸ Μακιστίων, καὶ Δήμητρος ἄλσος ὑπερκείμενον τοῦ Πυλιακοῦ πεδίου.
而且,在山旁确实有一处哈得斯的圣地,也受到马基斯托斯人的尊崇,还有一处德墨忒尔的圣林坐落在皮洛斯平野之上。
τὸ δὲ πεδίον εὔγεών ἐστι τοῦτο, τῇ θαλάττῃ δὲ συνάψαν παρατείνει παρʼ ἅπαν τὸ μεταξὺ τοῦ τε Σαμικοῦ καὶ ποταμοῦ Νέδας διάστημα.
这片平原很肥沃,紧邻大海,在萨米孔与内达斯河之间的整个区域内延伸。
θινώδης δὲ καὶ στενός ἐστιν ὁ τῆς θαλάττης αἰγιαλός, ὥστʼ οὐκ ἂν ἀπογνοίη τις ἐντεῦθεν ἠμαθόεντα ὠνομάσθαι τὸν Πύλον.
但是,海滩多砂且狭窄,因此人们不会否认皮洛斯是因这而得名“沙多之城”。
§8.3.15πρὸς ἄρκτον δʼ ὅμορα ἦν τῷ Πύλῳ δύο πολείδια Τριφυλιακὰ Ὕπανα καὶ Τυμπανέαι, ὧν τὸ μὲν εἰς Ἦλιν συνῳκίσθη τὸ δʼ ἔμεινε.
在北边,与皮洛斯接壤的是特里菲利亚的两个小城镇:许帕纳和蒂姆帕内埃,其中一个被并入埃利斯,另一个则保留了下来。
καὶ ποταμοὶ δὲ δύο ἐγγὺς ῥέουσιν ὅ τε Δαλίων καὶ ὁ Ἀχέρων, ἐμβάλλοντες εἰς τὸν Ἀλφειόν.
附近还流淌着两条河,即达利翁河和阿刻戎河,注入阿尔菲奥斯河。
ὁ δὲ Ἀχέρων κατὰ τὴν πρὸς τὸν Ἅιδην οἰκειότητα ὠνόμασται· ἐκτετίμηται γὰρ δὴ σφόδρα τά τε τῆς Δήμητρος καὶ τῆς κόρης ἱερὰ ἐνταῦθα καὶ τὰ τοῦ Ἅιδου, τάχα διὰ τὰς ὑπεναντιότητας, ὥς φησιν ὁ Σκήψιος Δημήτριος.
阿刻戎河是根据它与哈得斯的亲缘关系而命名的;因为德墨忒尔和科雷的神庙以及哈得斯的神庙在这里确实受到极大尊崇,也许是因为事物性质的对立,正如斯凯普西斯的德美特里奥斯所说。
καὶ γὰρ εὔκαρπός ἐστι καὶ ἐρυσίβην γεννᾷ καὶ θρύον ἡ Τριφυλία· διόπερ ἀντὶ μεγάλης φορᾶς πυκνὰς ἀφορίας γίνεσθαι συμβαίνει κατὰ τοὺς τόπους.
因为特里菲利亚确实既肥沃,又产生麦角和芦苇;因此,在这些地方,频繁的荒歉往往代替了丰收。
§8.3.16τοῦ δὲ Πύλου πρὸς νότον ἐστὶ τὸ Λέπρειον.
在皮洛斯的南边是雷普里翁。
ἦν δὲ καὶ αὕτη ἡ πόλις ὑπὲρ τῆς θαλάττης ἐν τετταράκοντα σταδίοις· μεταξὺ δὲ τοῦ Λεπρείου καὶ τοῦ Ἀννίου τὸ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος ἔστιν, ἑκατὸν σταδίους ἑκατέρου διέχον.
这座城市也位于海边往内陆四十斯塔迪翁处;在雷普里翁和安尼奥斯河之间是萨米安波塞冬的神殿,距离两者各一百斯塔迪翁。
τοῦτο δʼ ἐστὶ τὸ ἱερὸν ἐν ᾧ καταληφθῆναί φησιν ὁ ποιητὴς ὑπὸ Τηλεμάχου τὴν θυσίαν συντελοῦντας τοὺς Πυλίους " οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, ταύρους παμμέλανας, Ἐνοσίχθονι κυανοχαίτῃ.
这就是诗人所说,皮洛斯人正在举行祭祀时被忒勒玛科斯撞见的神殿: “他们抵达了皮洛斯,内琉斯那座建构精美的城堡;而人们在海滩上,正向黑发的动地神,奉献纯黑的雄牛。
" πάρεστι μὲν γὰρ τῷ ποιητῇ καὶ πλάττειν τὰ μὴ ὄντα, ὅταν δʼ ᾖ δυνατόν, ἐφαρμόττειν τοῖς οὖσι τὰ ἔπη καὶ σώζειν τὴν διήγησιν.
” 因为,虽然诗人被允许创造不存在的事物,但在可能的时候,他应该使诗句适应存在的事物并保持叙事。
τὸ δʼ ἀπέχεσθαι προσῆκε μᾶλλον.
然而,克制自己不脱离现实本更为合适。
χώραν δʼ εἶχον εὐδαίμονα οἱ Λεπρεᾶται· τούτοις δʼ ὅμοροι Κυπαρισσιεῖς.
雷普里翁人拥有一片富饶的土地;与他们接壤的是库帕里西亚人。
ἄμφω δὲ τὰ χωρία ταῦτα Καύκωνες κατεῖχον, καὶ τὸν Μάκιστον δέ, ὅν τινες Πλατανιστοῦντα καλοῦσιν.
这两个地区都曾由考科内斯人占领,还有马基斯托斯(有些人称之为普拉塔尼斯图斯)也是如此。
ὁμώνυμον τῇ χώρᾳ ἐστὶ τὸ πόλισμα.
这座城镇与该地区同名。
φασὶ δʼ ἐν τῇ Λεπρεάτιδι καὶ Καύκωνος εἶναι μνῆμα, εἴτʼ ἀρχηγέτου τινὸς εἴτʼ ἄλλως ὁμωνύμου τῷ ἔθνει.
他们还说,在雷普里翁地区也有考科的坟墓,不知是某位始祖,还是仅仅与该族群同名的其他人。

词汇与语法注释

  1. 8.3.14εἴτε τοῦ παραρρέοντος ποταμοῦ... εἴτε τούτου μὲν... — 这一对比性的 εἴτε 从句展示了关于荷马史诗中修饰语 ἠμαθόεντα(沙多之城)语源的两种假说。在后半句 εἴτε τούτου μὲν Παμισοῦ καλουμένου... τῆς δὲ πόλεως ἄδηλον ἐχούσης... 中,两个属格独立结构(τούτου μὲν... 与 τῆς δὲ πόλεως...)并列呈现对比。
  2. 8.3.14ἣν μυθεύουσι... μεταβαλεῖν — 关系代词 ἣν 以 Μίνθης 为先行词,既是动词 μυθεύουσι(人们传说)的宾语,同时也作为不定式 μεταβαλεῖν(变化)的主格体验者(对格主语)。此外,分词 γενομένην(成为)与 πατηθεῖσαν(被践踏)在性、数、格上都与该先行词(阴性单数对格)保持一致。
  3. 8.3.14ὥστʼ οὐκ ἂν ἀπογνοίη τις — 在由连词 ὥστε(引导结果)引入的从句中,希求法动词 ἀπογνοίη 搭配助词 ἄν 以及不定代词主语 τις,构成了表示潜在可能性的希求法结构,意为“任何人都不应该否认/谁也不会否认”。
  4. 8.3.16τὸ δʼ ἀπέχεσθαι προσῆκε μᾶλλον — 带冠词的不定式 τὸ ἀπέχεσθαι(克制/避免)充当非人称动词 προσῆκε(本应合宜)的主语。此处的 ἀπέχεσθαι 指的是避免偏离实际地理或进行虚构,反映了斯特拉波的批评观点,即荷马在可能的情况下应当克制自己不作与事实不符的叙述。

引用这一段

斯特拉波, 地理学 §8.3.14-8.3.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.14-8.3.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。