§16.4.10ἔτι δʼ ὑπὲρ τούτων ὡς πρὸς μεσημβρίαν οἱ κυναμολγοί, ὑπὸ δὲ τῶν ἐντοπίων ἄγριοι καλούμενοι, κατάκομοι, καταπώγωνες, κύνας ἐκτρέφοντες εὐμεγέθεις, οἷς θηρεύουσι τοὺς ἐπερχομένους ἐκ τῆς πλησιοχώρου βόας Ἰνδικούς, εἴθʼ ὑπὸ θηρίων ἐξελαυνομένους εἴτε σπάνει νομῆς·
\n在这些地方更往上、朝向南方,居住着割狗奶民,当地人称之为“野人”,他们长发、蓄长须,饲养体型巨大的狗,并用这些狗来猎捕从邻近地区跑来的印度牛,这些牛或是被野兽驱逐,或是因缺乏牧草而来到此地。
ἡ δʼ ἔφοδος αὐτῶν ἀπὸ θερινῶν τροπῶν μέχρι μέσου χειμῶνος.
它们的侵袭从夏至持续到冬至中期。
τῷ δʼ Ἀντιφίλου λιμένι ἑξῆς ἔστι λιμὴν καλούμενος κολοβῶν ἄλσος καὶ Βερενίκη πόλις ἡ κατὰ Σαβὰς καὶ Σαβαί, πόλις εὐμεγέθης, εἶτα τὸ τοῦ Εὐμένους ἄλσος.
紧邻安蒂菲卢斯港的是一个被称为“不具者林地”的港口、靠近萨巴的贝雷尼克城,以及大城萨拜,接着是尤梅内斯林地。
ὑπέρκειται δὲ πόλις Δάραδα καὶ κυνήγιον ἐλεφάντων τὸ πρὸς τῷ φρέατι καλούμενον·
在上方有达拉达城和被称为“井旁”的捕象场。
κατοικοῦσι δʼ ἐλεφαντοφάγοι, τὴν θήραν ποιούμενοι τοιαύτην· ἀπὸ τῶν δένδρων ἰδόντες ἀγέλην διὰ τοῦ δρυμοῦ φερομένην τῇ μὲν οὐκ ἐπιτίθενται, τοὺς δʼ ἀποπλανηθέντας ἐκ τῶν ὄπισθεν λάθρᾳ προσιόντες νευροκοποῦσι·
那里居住着食象民,他们以下列方式进行狩猎:他们从树上看到象群穿过森林时,并不攻击象群,而是悄悄从后面接近落单的象,砍断其后腿腱。
τινὲς δὲ καὶ τοξεύμασιν ἀναιροῦσιν αὐτοὺς χολῇ βεβαμμένοις ὄφεων·
也有人使用浸过蛇胆汁的箭将其射杀。
ἡ δὲ τοξεία διὰ τριῶν ἀνδρῶν συντελεῖται, τῶν μὲν κατεχόντων τὸ τόξον καὶ προβεβηκότων τοῖς ποσί, τοῦ δʼ ἕλκοντος τὴν νευράν·
射箭由三人合作完成,其中两人固定住弓并用脚顶住,另一人拉动弓弦。
ἄλλοι δὲ σημειωσάμενοι τὰ δένδρα οἷς εἰώθασι προσαναπαύεσθαι, προσιόντες ἐκ θατέρου μέρους τὸ στέλεχος ὑποκόπτουσιν·
还有一些人会先标记好大象习惯倚靠休息的树木,从另一侧接近,在树干下方砍出切口。
ἐπὰν οὖν προσιὸν τὸ θηρίον ἀποκλίνῃ πρὸς αὐτό, πεσόντος τοῦ δένδρου πίπτει καὶ αὐτό, ἀναστῆναι δὲ μὴ δυναμένου διὰ τὸ τὰ σκέλη διηνεκὲς ὀστοῦν ἔχειν καὶ ἀκαμπές, καταπηδήσαντες ἀπὸ τῶν δένδρων ἀνατέμνουσιν αὐτό·
因此,当大象走过来倚靠它时,树木倒塌,大象也随之倒下。 由于它的腿骨是一整块且无法弯曲,无法站立起来,人们便从树上跳下来,将其肢解。
τοὺς δὲ κυνηγοὺς οἱ νομάδες ἀκαθάρτους καλοῦσιν.
游牧民称这些猎人为不洁之人。
§16.4.11̔υπέρκειται δὲ τούτων ἔθνος οὐ μέγα στρουθοφάγων, παρʼ οἷς ὄρνεις εἰσὶ μέγεθος ἐλάφων ἔχοντες, πέτασθαι μὲν οὐ δυνάμενοι, θέοντες δὲ ὀξέως καθάπερ οἱ στρουθοκάμηλοι·
\n\n在他们上方居住着一个人数不多的食鸵鸟民部落,他们那里有体型如鹿的鸟类,虽无法飞行,却能像鸵鸟一样快速奔跑。
θηρεύουσι δʼ αὐτοὺς οἱ μὲν τόξοις, οἱ δὲ ταῖς δοραῖς τῶν στρουθῶν σκεπασθέντες τὴν μὲν δεξιὰν καλύπτουσι τῷ τραχηλιμαίῳ μέρει καὶ κινοῦσιν οὕτως ὥσπερ τὰ ζῷα κινεῖται τοῖς τραχήλοις, τῇ δὲ ἀριστερᾷ σπέρμα προχέουσιν ἀπὸ πήρας παρηρτημένης, καὶ τούτῳ δελεάσαντες τὰ ζῷα εἰς φάραγγας συνωθοῦσιν·
他们中有人用弓箭猎捕,也有人披上鸵鸟皮,将右手藏在颈部,模仿鸵鸟颈部活动的方式,左手则从挂在身侧的袋子里撒出种子,以此引诱这些鸟类并把它们赶入峡谷。
ἐνταῦθα δʼ ἐφεστῶτες ξυλοκόποι κατακόπτουσι·
在那里,手持木棒的人们严阵以待,将其打死。
καὶ ἀμπέχονται δὲ καὶ ὑποστόρνυνται τὰ δέρματα ταῦτα·
他们也用这些皮作衣服和床垫。
πολεμοῦσι δὲ τούτοις οἱ σιμοὶ καλούμενοι Αἰθίοπες, κέρασιν ὀρύγων ὅπλοις χρώμενοι.
被称为塌鼻子的埃塞俄比亚人与他们交战,使用剑羚角作为武器。
§16.4.12πλησιόχωροι δὲ τούτοις εἰσὶ μελανώτεροί τε τῶν ἄλλων καὶ βραχύτεροι καὶ βραχυβιώτατοι ἀκριδοφάγοι· τὰ γὰρ τετταράκοντα ἔτη σπανίως ὑπερτιθέασιν, ἀποθηριουμένης αὐτῶν τῆς σαρκός·
\n\n在他们邻近的是食蝗民,他们的肤色比其他人更黑,身材更矮小,寿命也最短;因为他们很少活过四十岁,因为他们的肉体中会滋生野生的寄生虫。
ζῶσι δʼ ἀπὸ ἀκρίδων, ἃς οἱ ἐαρινοὶ λίβες καὶ ζέφυροι πνέοντες μεγάλοι συνελαύνουσιν εἰς τοὺς τόπους τούτους·
他们以蝗虫为生,每当春季强大的西南风和西风吹袭时,蝗虫就会被驱赶到这些地方。
ἐν ταῖς χαράδραις δὲ ἐμβαλόντες ὕλην καπνώδη καὶ ὑφάψαντες μικρὸν ὑπερπετάμεναι γὰρ τὸν καπνὸν σκοτοῦνται καὶ πίπτουσι· συγκόψαντες δʼ αὐτὰς μεθʼ ἁλμυρίδος μάζας ποιοῦνται καὶ χρῶνται.
他们通过向峡谷中投放能产生浓烟的木柴并微微点燃——因为蝗虫在飞过时会被浓烟熏晕并坠落——然后他们将蝗虫与盐一同捣碎制成饼,以此为食。
τούτων δʼ ἔρημος ὑπέρκειται μεγάλη, νομὰς δαψιλεῖς ἔχουσα, ἐκλειφθεῖσα δʼ ὑπὸ πλήθους σκορπίων καὶ φαλαγγίων τῶν τετραγνάθων καλουμένων, ἐπιπολάσαντός ποτε καὶ ἀπεργασαμένου τοῖς ἀνθρώποις φυγὴν παντελῆ.
在这些地方上方有一片广袤的荒漠,拥有丰美的牧草,但由于大量的蝎子和被称为“四颚”的毒蜘蛛泛滥,曾经造成了人类的彻底逃亡,因而被废弃。
§16.4.13μετὰ δὲ Εὐμένους λιμένα μέχρι Δειρῆς καὶ τῶν κατὰ τὰς ἓξ νήσους στενῶν ἰχθυοφάγοι καὶ κρεοφάγοι κατοικοῦσι καὶ κολοβοὶ μέχρι τῆς μεσογαίας.
\n\n在尤梅内斯港之后,直到德雷以及六岛附近的狭窄通道,一直到内陆,都居住着食鱼民、食肉民和不具者。
εἰσὶ δὲ καὶ θῆραι πλείους ἐλεφάντων καὶ πόλεις ἄσημοι καὶ νησία πρὸ τῆς παραλίας·
沿海地带还有数个捕象场、名不见经传的城镇以及一些沿海的小岛。
νομάδες δʼ οἱ πλείους, ὀλίγοι δʼ οἱ γεωργοῦντες·
他们大多是游牧民,极少农耕。
παρά τισι δὲ τούτων φύεται στύραξ οὐκ ὀλίγος.
在他们的一些地方生长着不少苏合香。
συνάγουσι δὲ ταῖς ἀμπώτεσιν οἱ ἰχθυοφάγοι τοὺς ἰχθῦς· ἐπιρρίψαντες δὲ ταῖς πέτραις κατοπτῶσι πρὸς τὸν ἥλιον, εἶτʼ ἐξοπτήσαντες τὰς ἀκάνθας μὲν σωρεύουσι, τὴν δὲ σάρκα πατήσαντες μάζας ποιοῦνται, πάλιν δὲ ταύτας ἡλιάζοντες σιτοῦνται·
食鱼民在退潮时收集鱼类,将其扔在岩石上,利用阳光曝晒,烤熟后将鱼骨堆积起来,将鱼肉踩踏捏成饼,再次曝晒后食用。
χειμῶνος δʼ ἀδυνατήσαντες συνάγειν τοὺς ἰχθῦς τὰς σεσωρευμένας ἀκάνθας κόψαντες μάζας ἀναπλάττονται καὶ χρῶνται, τὰς δὲ νεαρὰς ἐκμυζῶσιν·
冬季无法收集鱼类时,他们就将堆积的鱼骨捣碎捏成饼来使用,并吮吸新鲜的骨头。
ἔνιοι δὲ τὰς κόγχας ἐχούσας τὴν σάρκα σιτεύουσι, καταβάλλοντες εἰς χαράδρια καὶ συστάδας θαλάττης, εἶτʼ ἰχθύδια παραρριπτοῦντες τροφὴν αὐταῖς χρῶνται ἐν τῇ τῶν ἰχθύων σπάνει·
有些人则把带肉的贝类投入峡谷和海水的积水处进行养殖,在鱼类匮乏时,向它们投喂小鱼作为饲料,以此作为自己的食物。
ἔστι δʼ αὐτοῖς καὶ ἰχθυοτροφεῖα παντοῖα, ἀφʼ ὧν ταμιεύονται.
他们也有各种鱼塘,从中储备食物。
ἔνιοι δὲ τῶν τὴν ἄνυδρον παραλίαν οἰκούντων διὰ πέντε ἡμερῶν ἐπὶ τὰ ὑδρεῖα ἀναβαίνουσι πανοίκιοι μετὰ παιανισμοῦ, ῥιφέντες δὲ πρηνεῖς πίνουσι βοῶν δίκην ἕως ἐκτυμπανώσεως τῆς γαστρός, εἶτʼ ἀπίασιν ἐπὶ θάλατταν πάλιν·
一些居住在无水海岸的人们,每隔五天就举家唱歌赞颂,一同前往水源地,像牛一样俯卧狂饮,直到腹部胀得像鼓一样,然后再次返回海边。
οἰκοῦσι δʼ ἐν σπηλαίοις ἢ μάνδραις στεγασταῖς ἀπὸ δοκῶν μὲν καὶ στρωτήρων τῶν κητείων ὀστέων καὶ ἀκανθῶν, φυλλάδος δʼ ἐλαΐνης.
他们居住在洞窟中,或者用鲸骨、鲸脊椎骨作梁椽、以奥树叶作覆盖物的棚舍中。