Humanitext Reader

ストラボン · 地理誌 §15.1.60-15.1.63

ガルマネスの生活とタクシラの賢者たちの修行

493 / 577 箇所 · ギリシア語

要旨

インドのもう一つの哲学者階級であるガルマネス(沙門)の多様な生き方が紹介され、さらにアリストブロスとオネシクリトスによるタクシラの賢者たちの過酷な修行生活や現地の独特な風習についての報告が語られる。

§15.1.60τοὺς δὲ Γαρμᾶνας τοὺς μὲν ἐντιμοτάτους ὑλοβίους φησὶν ὀνομάζεσθαι, ζῶντας ἐν ταῖς ὕλαις ἀπὸ φύλλων καὶ καρπῶν ἀγρίων, * ἐσθῆτος φλοιῶν δενδρείων, ἀφροδισίων χωρὶς καὶ οἴνου·
他方、ガルマネスについては、その中で最も敬意を払われている人々は「森林居住者」と呼ばれていると彼は言う。 彼らは森の中で暮らし、木の葉や野生の果実を食べ、樹皮の衣服を身にまとい、性交や酒を退けている。
τοῖς δὲ βασιλεῦσι συνεῖναι, διʼ ἀγγέλων πυνθανομένοις περὶ τῶν αἰτίων καὶ διʼ ἐκείνων θεραπεύουσι καὶ λιτανεύουσι τὸ θεῖον.
そして彼らは王たちと交わり、王たちは使者を通じて物事の原因について彼らに尋ね、彼らを介して神性を敬い、祈りを捧げる。
μετὰ δὲ τοὺς ὑλοβίους δευτερεύειν κατὰ τιμὴν τοὺς ἰατρικοὺς καὶ ὡς περὶ τὸν ἄνθρωπον φιλοσόφους, λιτοὺς μὲν μὴ ἀγραύλους δέ, ὀρύζῃ καὶ ἀλφίτοις τρεφομένους, ἃ παρέχειν αὐτοῖς πάντα τὸν αἰτηθέντα καὶ ὑποδεξάμενον ξενίᾳ·
森林居住者の次には、二番目に名誉ある者として、医術を修め、人間に関する哲学者である人々が続く。 彼らは質素であるが、野宿はせず、米や大麦粉を食べて暮らしており、それらは彼らが求めた相手や、客として彼らをもてなした者が誰でも提供してくれる。
δύνασθαι δὲ καὶ πολυγόνους ποιεῖν καὶ ἀρρενογόνους καὶ θηλυγόνους διὰ φαρμακευτικῆς·
また、彼らは薬物療法によって、多産にすること、また男児や女児を産ませることもできる。
τὴν δὲ ἰατρείαν διὰ σιτίων τὸ πλέον, οὐ διὰ φαρμάκων ἐπιτελεῖσθαι·
しかし、その治療は大部分が食事を介して行われ、薬によるものは少ない。
τῶν φαρμάκων δὲ μάλιστα εὐδοκιμεῖν τὰ ἐπίχριστα καὶ τὰ καταπλάσματα, τἆλλα δὲ κακουργίας πολὺ μετέχειν.
薬の中でも特に評判が良いのは、塗り薬や湿布薬であり、その他のものは多くの有害な作用を伴う。
ἀσκεῖν δὲ καὶ τούτους κἀκείνους καρτερίαν τήν τε ἐν πόνοις καὶ τὴν ἐν ταῖς ἐπιμοναῖς, ὥστʼ ἐφʼ ἑνὸς σχήματος ἀκίνητον διατελέσαι τὴν ἡμέραν ὅλην.
彼らもまた、前述の人々(森林居住者)と同様に、苦痛に対する耐性と、同じ姿勢を維持することにおける忍耐力を修行しており、その結果、一つの姿勢のまま一日中動かずに過ごすこともある。
ἄλλους δʼ εἶναι τοὺς μὲν μαντικοὺς καὶ ἐπῳδοὺς καὶ τῶν περὶ τοὺς κατοιχομένους λόγων καὶ νομίμων ἐμπείρους, ἐπαιτοῦντας κατὰ κώμας καὶ πόλεις, τοὺς δὲ χαριεστέρους μὲν τούτων καὶ ἀστειοτέρους, οὐδʼ αὐτοὺς δὲ ἀπεχομένους τῶν καθʼ ᾄδην θρυλουμένων ὅσα δοκεῖ πρὸς εὐσέβειαν καὶ ὁσιότητα·
他にも、予言者や呪術師、死者に関する伝承や儀礼に精通している者たちがおり、彼らは村々や都市を托鉢して回る。 また別の人々は、彼らよりも教養があり洗練されているが、自らも敬虔と神聖に資すると考えられる限りにおいて、冥界について語られる通説を退けることはない。
συμφιλοσοφεῖν δʼ ἐνίοις καὶ γυναῖκας ἀπεχομένας καὶ αὐτὰς ἀφροδισίων.
そして、一部の者たちには女性たちも共に哲学しており、彼女たち自身も性交を避けている。
§15.1.61Ἀριστόβουλος δὲ τῶν ἐν Ταξίλοις σοφιστῶν ἰδεῖν δύο φησί, Βραχμᾶνας ἀμφοτέρους, τὸν μὲν πρεσβύτερον ἐξυρημένον τὸν δὲ νεώτερον κομήτην, ἀμφοτέροις δʼ ἀκολουθεῖν μαθητάς·
アリストブロスは、タクシラにいた賢者のうち二人を目撃したと言っている。 二人ともブラフマネスであり、年長の者は頭を剃っており、若い者は髪を伸ばしていた。 そして、彼ら双方に弟子たちが従っていた。
τὸν μὲν οὖν ἄλλον χρόνον κατʼ ἀγορὰν διατρίβειν, τιμωμένους ἀντὶ συμβούλων, ἐξουσίαν ἔχοντας ὅ τι βούλονται τῶν ὠνίων φέρεσθαι δωρεάν·
普段、彼らは市場で時間を過ごし、顧問官として敬意を払われており、売り物の中から望むものを何でも無料で手に入れる特権を持っていた。
ὅτῳ δʼ ἂν προσίωσι, καταχεῖν αὐτῶν τοῦ σησαμίνου λίπους ὥστε καὶ κατὰ τῶν ὀμμάτων ῥεῖν·
彼らが近づくと、人々は彼らに胡麻油を注ぐので、その油は彼らの目から流れ落ちるほどであった。
τοῦ τε μέλιτος πολλοῦ προκειμένου καὶ τοῦ σησάμου μάζας ποιουμένους τρέφεσθαι δωρεάν·
また、多くの蜂蜜や胡麻が置かれていると、彼らは平たいパンを作って無料で食べていた。
παρερχομένους δὲ καὶ πρὸς τὴν Ἀλεξάνδρου τράπεζαν, παραστάντας δειπνεῖν καρτερίαν διδάσκειν, παραχωροῦντας εἴς τινα τόπον πλησίον, ὅπου τὸν μὲν πρεσβύτερον πεσόντα ὕπτιον ἀνέχεσθαι τῶν ἡλίων καὶ τῶν ὄμβρων (ἤδη γὰρ ὕειν ἀρχομένου τοῦ ἔαρος), τὸν δʼ ἑστάναι μονοσκελῆ ξύλον ἐπηρμένον ἀμφοτέραις ταῖς χερσὶν ὅσον τρίπηχυ, κάμνοντος δὲ τοῦ σκέλους ἐπὶ θάτερον μεταφέρειν τὴν βάσιν καὶ διατελεῖν οὕτως τὴν ἡμέραν ὅλην·
彼らはアレクサンドロスの食卓にも赴き、その傍らに立って食事をしながら、忍耐を教えていた。 そして近くの場所に退くと、そこで年長の者は仰向けに身を投げ出して、太陽の熱や大雨(すでに春が始まり雨が降り出していたため)に耐え、若い者は三ピュクスほどの長さの木片を両手で高く掲げたまま、一本足で立っていた。 その足が疲れると、もう一方の足へと体重を移し、一日中そのように過ごしていた。
φανῆναι δʼ ἐγκρατέστερον μακρῷ τὸν νεώτερον·
若い者の方がはるかに自制心が強いように見えた。
συνακολουθήσαντα γὰρ μικρὰ τῷ βασιλεῖ ταχὺ ἀναστρέψαι πάλιν ἐπʼ οἴκου, μετιόντος τε αὐτὸν κελεῦσαι ἥκειν εἴτου βούλεται τυγχάνειν·
というのも、彼は王に少しの間付き従った後、すぐに家へと引き返したからである。
τὸν δὲ συναπᾶραι μέχρι τέλους καὶ μεταμφιάσασθαι καὶ μεταθέσθαι τὴν δίαιταν συνόντα τῷ βασιλεῖ·
王が彼を召し出させ、何か望むものがあるなら来るようにと命じたとき、彼は最後まで同行することに同意し、王と共に暮らす中で衣服を改め、生活様式を変えた。
ἐπιτιμώμενον δʼ ὑπό τινων λέγειν ὡς ἐκπληρώσειε τὰ τετταράκοντα ἔτη τῆς ἀσκήσεως, ἃ ὑπέσχετο, Ἀλέξανδρον δὲ τοῖς παισὶν αὐτοῦ δοῦναι δωρεάν.
これについて一部の人々から非難されると、彼は自分が約束していた四十年の修行を終えたのだと語り、アレクサンドロスは彼の子供たちに贈り物を授けた。
§15.1.62τῶν δʼ ἐν Ταξίλοις νομίμων καινὰ καὶ ἀήθη λέγει τό τε τοὺς μὴ δυναμένους ἐκδιδόναι τὰς παῖδας ὑπὸ πενίας προάγειν εἰς ἀγορὰν ἐν ἀκμῇ τῆς ὥρας, κόχλῳ τε καὶ τυμπάνοις οἷσπερ καὶ τὸ πολεμικὸν σημαίνουσιν ὄχλου προσκληθέντος, τῷ δὲ προσελθόντι τὰ ὀπίσθια πρῶτον ἀνασύρεσθαι μέχρι τῶν ὤμων εἶτα τὰ πρόσθεν, ἀρέσασαν δὲ καὶ συμπεισθεῖσαν ἐφʼ οἷς ἂν δοκῇ συνοικεῖν·
タクシラの習慣の中で、奇妙で風変わりなものとして彼が挙げているのは、貧しさのために娘を嫁がせることができない人々が、娘が適齢期に達したとき、戦争の合図にも用いる貝殻や太鼓の音によって群衆を呼び集め、近づいてきた者に対して、まず娘の背後を肩までめくり、次に前面をめくって見せることである。 そして、娘が気に入り、かつ合意した条件に従って、彼女と共同生活を送る。
καὶ τὸ γυψὶ ῥίπτεσθαι τὸν τετελευτηκότα.
また、死者がハゲタカに投げ与えられることもそうである。
τὸ δὲ πλείους ἔχειν γυναῖκας κοινὸν καὶ ἄλλων.
複数の妻を持つことは、他の人々とも共通している。
παρά τισι δʼ ἀκούειν φησὶ καὶ συγκατακαιομένας τὰς γυναῖκας τοῖς ἀνδράσιν ἀσμένας, τὰς δὲ μὴ ὑπομενούσας ἀδοξεῖν.
またある人々の間では、妻たちが夫たちと共に喜んで火葬されること、そしてそれに耐えない女性たちは不名誉とされることを、自分は聞いていると彼は言う。
εἴρηται καὶ ἄλλοις ταῦτα.
これらは他の著者たちによっても語られている。
§15.1.63Ὀνησίκριτος δὲ πεμφθῆναί φησιν αὐτὸς διαλεξόμενος τοῖς σοφισταῖς τούτοις·
オネシクリトスは、彼自身がこれら賢者たちと対話するために派遣されたと言っている。
ἀκούειν γὰρ τὸν Ἀλέξανδρον ὡς γυμνοὶ διατελοῖεν καὶ καρτερίας ἐπιμελοῖντο οἱ ἄνθρωποι ἐν τιμῇ τε ἄγοιντο πλείστῃ, παρʼ ἄλλους δὲ μὴ βαδίζοιεν κληθέντες, ἀλλὰ κελεύοιεν ἐκείνους φοιτᾶν παρʼ αὐτούς, εἴ του μετασχεῖν ἐθέλοιεν τῶν πραττομένων ἢ λεγομένων ὑπʼ αὐτῶν·
なぜなら、アレクサンドロスは、これらの男たちが裸で過ごし、忍耐に励み、非常に大きな敬意を払われていること、また、彼らは招かれても他人のところへは歩いて行かず、自分たちの行いや言葉に参加したいと思う者がいるなら、自分たちのところへやって来るように要求することを聞いていたからである。
τοιούτων δὴ ὄντων, ἐπειδὴ οὔτε αὐτῷ πρέπειν ἐδόκει παρʼ ἐκείνους φοιτᾶν οὔτε ἐκείνους βιάζεσθαι παρὰ τὰ πάτρια ποιεῖν τι ἄκοντας, αὐτὸς ἔφη πεμφθῆναι.
このような状況であったため、王自身が彼らのところへ赴くのも適切ではないと思われ、また彼らに先祖伝来の習慣に反して望まないことを強制するわけにもいかなかったため、自分自身が派遣されたのだと彼は言う。
καταλαβεῖν δὲ ἄνδρας πεντεκαίδεκα ἀπὸ σταδίων εἴκοσι τῆς πόλεως, ἄλλον ἐν ἄλλῳ σχήματι ἑστῶτα ἢ καθήμενον ἢ κείμενον γυμνὸν ἀκίνητον ἕως ἑσπέρας, εἶτʼ ἀπερχόμενον εἰς τὴν πόλιν·
そして、都市から二十スタディオン離れたところで十五人の男たちを見つけたが、彼らはそれぞれ異なる姿勢で、ある者は立ち、ある者は座り、あるいは裸で横たわって、夕方まで動かずに過ごし、それから都市へと引き返していた。
χαλεπώτατον δʼ εἶναι τὸ τὸν ἥλιον ὑπομεῖναι οὕτω θερμὸν ὥστε τῶν ἄλλων μηδένα ὑπομένειν γυμνοῖς ἐπιβῆναι τοῖς ποσὶ τῆς γῆς ῥᾳδίως κατὰ μεσημβρίαν.
最も過酷なのは太陽の熱に耐えることであり、その熱さは非常に激しいため、他の者は誰も、真昼に裸足で地面を容易に歩くことができないほどであった。

語釈・文法注

  1. ¦p.994¦τοῖς δὲ βασιλεῦσι... συνεῖναι, διʼ ἀγγέλων πυνθανομένοις — 王たちと交わるという文脈において、現在分詞与格複数 `πυνθανομένοις` は与格名詞 `βασιλεῦσι`(王たち)を直接修飾する。これによって、王たちが直接赴くのではなく「使者を通じて(原因について)尋ねる」という構造が明確になる。`συνεῖναι` は文頭の `φησίν`(彼は言う)に支配される対格不定詞構文の一部である。
  2. ¦p.995¦ὥστε καὶ κατὰ τῶν ὀμμάτων... ῥεῖν· — 接続詞 `ὥστε` に導かれる結果の不定詞句(`ῥεῖν`)。直前の `καταχεῖν`(注ぎかける)という行為が引き起こす結果として、「(油が)彼らの目まで流れ落ちるほどであった」という極端な状況を示している。
  3. §15.1.61μετιόντος τε αὐτὸν κελεῦσαι — 現在分詞属格 `μετιόντος` は、主語(王、すなわちアレクサンドロス)が省略された属格独立構文(genitive absolute)。`αὐτόν`(賢者)は分詞の目的語であり、「王が彼を召し寄せた(後を追わせた)とき」の意。`κελεῦσαι`(命じた)は `φησίν` に支配される不定詞である。
  4. §15.1.62τῷ δὲ προσελθόντι — 指示代名詞と分詞からなる与格句。近づいてきた求婚者(主体)に対して、あるいはその人物の面前で(利害の与格、あるいは動作主の与格)娘の体が曝されるという構文構造を示す。受動不定詞 `ἀνασύρεσθαι` の動作主的な関与を表す役割を持つ。
  5. ¦p.996¦ἀκούειν γὰρ τὸν Ἀλέξανδρον ὡς — 文全体の対格不定詞構文。`τὸν Ἀλέξανδρον` が不定詞 `ἀκούειν`(聞いていた)の意味上の主語となる。接続詞 `ὡς` が間接話法としてのアレクサンドロスの伝聞内容を導き、主節の過去の文脈(王の伝聞)を反映して、従属節の動詞は希求法過去(optative)`διατελοῖεν` と `ἐπιμελοῖντο` になっている。

この箇所を引用する

ストラボン, 地理誌 §15.1.60-15.1.63. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.60-15.1.63

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。