§14.3.1μετὰ δὲ τὴν Ῥοδίων περαίαν ἧς ὅριον τὰ Δαίδαλα ἐφεξῆς πλέουσι πρὸς ἀνίσχοντα ἥλιον ἡ Λυκία κεῖται μέχρι Παμφυλίας, εἶθʼ ἡ Παμφυλία μέχρι Κιλίκων τῶν τραχέων, εἶθʼ ἡ τούτων μέχρι τῶν ἄλλων Κιλίκων τῶν περὶ τὸν Ἰσσικὸν κόλπον·
After the Rhodian Peraea, of which Daidala is the boundary, Lycia lies next for those sailing eastwards as far as Pamphylia, then Pamphylia as far as the Rough Cilicians, and then the territory of the latter as far as the other Cilicians around the Issic Gulf.
ταῦτα δʼ ἐστὶ μέρη μὲν τῆς χερρονήσου, ἧς τὸν ἰσθμὸν ἔφαμεν τὴν ἀπὸ Ἰσσοῦ ὁδὸν μέχρι Ἀμισοῦ ἢ Σινώπης, ὥς τινες, ἐκτὸς δὲ τοῦ Ταύρου ἐν στενῇ παραλίᾳ τῇ ἀπὸ Λυκίας μέχρι τῶν περὶ Σόλους τόπων, τὴν νῦν Πομπηιόπολιν·
These are parts of the peninsula, the isthmus of which we said was the road from Issus to Amisus, or, as some say, to Sinope; but they lie outside the Taurus on a narrow strip of coast extending from Lycia as far as the region around Soli, now called Pompeiopolis.
ἔπειτα ἤδη εἰς πεδία ἀναπέπταται ἡ κατὰ τὸν Ἰσσικὸν κόλπον παραλία ἀπὸ Σόλων καὶ Ταρσοῦ ἀρξαμένη.
Then from Soli and Tarsus the coastal region along the Issic Gulf already opens out into plains.
ταύτην οὖν ἐπελθοῦσιν ὁ πᾶς περὶ τῆς χερρονήσου λόγος ἔσται περιωδευμένος· εἶτα μεταβησόμεθα ἐπὶ τὰ ἄλλα μέρη τῆς Ἀσίας τὰ ἐκτὸς τοῦ Ταύρου. τελευταῖα δʼ ἐκθήσομεν τὰ περὶ τὴν Λιβύην.
Therefore, for those who have traversed this coast, the whole account of the peninsula will have been completed; and then we shall pass on to the other parts of Asia outside the Taurus, and finally we shall set forth the account of Libya.
§14.3.2μετὰ τοίνυν Δαίδαλα τὰ τῶν Ῥοδίων ὄρος ἐστὶ τῆς Λυκίας ὁμώνυμον αὐτοῖς Δαίδαλα, ἀφʼ οὗ λαμβάνει τὴν ἀρχὴν ὁ παράπλους ἅπας ὁ Λυκιακός, σταδίων μὲν ὢν χιλίων ἑπτακοσίων εἴκοσι, τραχὺς δὲ καὶ χαλεπός, ἀλλʼ εὐλίμενος σφόδρα καὶ ὑπὸ ἀνθρώπων συνοικούμενος σωφρόνων·
After Daidala, which belongs to the Rhodians, there is a mountain in Lycia of the same name, Daidala, from which begins the whole Lycian coastal voyage. It is one thousand seven hundred and twenty stadia long, rugged and difficult, but extremely well provided with harbors, and inhabited by people of sober character.
ἐπεὶ ἥ γε τῆς χώρας φύσις παραπλησία καὶ τοῖς Παμφύλοις ἐστὶ καὶ τοῖς Τραχειώταις Κίλιξιν· ἀλλʼ ἐκεῖνοι μὲν ὁρμητηρίοις ἐχρήσαντο τοῖς τόποις πρὸς τὰ λῃστήρια, αὐτοὶ πειρατεύοντες ἢ τοῖς πειραταῖς λαφυροπώλια καὶ ναύσταθμα παρέχοντες· ἐν Σίδῃ γοῦν πόλει τῆς Παμφυλίας τὰ ναυπήγια συνίστατο τοῖς Κίλιξιν, ὑπὸ κήρυκά τε ἐπώλουν ἐκεῖ τοὺς ἁλόντας ἐλευθέρους ὁμολογοῦντες· Λύκιοι δʼ οὕτω πολιτικῶς καὶ σωφρόνως ζῶντες διετέλεσαν ὥστʼ ἐκείνων διὰ τὰς εὐτυχίας θαλαττοκρατησάντων μέχρι τῆς Ἰταλίας ὅμως ὑπʼ οὐδενὸς ἐξήρθησαν αἰσχροῦ κέρδους, ἀλλʼ ἔμειναν ἐν τῇ πατρίῳ διοικήσει τοῦ Λυκιακοῦ συστήματος.
For the nature of the country itself is very similar to that of the Pamphylians and the Rough Cilicians; but while those peoples used their territories as bases for piracy, either engaging in piracy themselves or offering markets for plunder and stations for fleets to the pirates — for example, in Side, a city of Pamphylia, shipyards were established for the Cilicians, and there they sold their captives under the herald's cry, while acknowledging them to be free men — the Lycians continued to live so civilly and soberly that, although the others, through their good fortune, held dominion over the sea as far as Italy, they were nevertheless not led away by any shameful gain, but remained under the ancestral administration of the Lycian league.
§14.3.3εἰσὶ δὲ τρεῖς καὶ εἴκοσι πόλεις αἱ τῆς ψήφου μετέχουσαι·
There are twenty-three cities that share in the vote.
συνέρχονται δὲ ἐξ ἑκάστης πόλεως εἰς κοινὸν συνέδριον, ἣν ἂν δοκιμάσωσι πόλιν ἑλόμενοι·
They assemble from each city at a common council, choosing whichever city they approve.
τῶν δὲ πόλεων αἱ μέγισται μὲν τριῶν ψήφων ἐστὶν ἑκάστη κυρία, αἱ δὲ μέσαι δυεῖν, αἱ δʼ ἄλλαι μιᾶς· ἀνὰ λόγον δὲ καὶ τὰς εἰσφορὰς εἰσφέρουσι καὶ τὰς ἄλλας λειτουργίας.
Of these cities, the largest are masters of three votes each, the medium ones of two, and the others of one; and in the same proportion they contribute their taxes and perform other public services.
ἓξ δὲ τὰς μεγίστας ἔφη ὁ Ἀρτεμίδωρος, Ξάνθον Πάταρα Πίναρα Ὄλυμπον Μύρα Τλῶν κατὰ τὴν θεσιν τὴν εἰς Κιβύραν κειμένην.
Artemidorus said that the six largest were Xanthus, Patara, Pinara, Olympus, Myra, and Tlos, which is situated near the pass to Cibyra.
ἐν δὲ τῷ συνεδρίῳ πρῶτον μὲν Λυκιάρχης αἱρεῖται, εἶτʼ ἄλλαι ἀρχαὶ αἱ τοῦ συστήματος· δικαστήριά τε ἀποδείκνυται κοινῇ·
In the council, first a Lyciarch is elected, and then the other offices of the league; and courts of justice are designated in common.
καὶ περὶ πολέμου δὲ καὶ εἰρήνης καὶ συμμαχίας ἐβουλεύοντο πρότερον, νῦν δʼ οὐκ εἰκός, ἀλλʼ ἐπὶ τοῖς Ῥωμαίοις ταῦτʼ ἀνάγκη κεῖσθαι, πλὴν εἰ ἐκείνων ἐπιτρεψάντων, ἢ ὑπὲρ αὐτῶν εἴη χρήσιμον·
In former times they also deliberated on war, peace, and alliances, but now this is not likely, but these matters must depend upon the Romans, except if they permit them or if it is useful for themselves.
ὁμοίως δὲ καὶ δικασταὶ καὶ ἄρχοντες ἀνὰ λόγον ταῖς ψήφοις ἐξ ἑκάστης προχειρίζονται πόλεως.
Likewise, judges and officials are chosen from each city in proportion to the votes.
οὕτω δʼ εὐνομουμένοις αὐτοῖς συνέβη παρὰ Ῥωμαίοις ἐλευθέροις διατελέσαι τὰ πάτρια νέμουσι, τοὺς δὲ λῃστὰς ἐπιδεῖν ἄρδην ἠφανισμένους, πρότερον μὲν ὑπὸ Σερουιλίου τοῦ Ἰσαυρικοῦ, καθʼ ὃν χρόνον καὶ τὰ Ἴσαυρα ἐκεῖνος καθεῖλεν, ὕστερον δὲ Πομπηίου τοῦ Μάγνου, πλείω τῶν χιλίων καὶ τριακοσίων σκαφῶν ἐμπρήσαντος τὰς δὲ κατοικίας ἐκκόψαντος, τῶν δὲ περιγενομένων ἀνθρώπων ἐν ταῖς μάχαις τοὺς μὲν καταγαγόντος εἰς Σόλους, ἣν ἐκεῖνος Πομπηιόπολιν ὠνόμασε, τοὺς δʼ εἰς Δύμην λιπανδρήσασαν, ἣν νυνὶ Ῥωμαίων ἀποικία νέμεται.
Since they were thus well governed, it was their lot to remain free under the Romans, administering their ancestral laws, and to see the pirates utterly destroyed; first by Servilius Isauricus, at the time when he also demolished Isaura, and later by Pompey the Great, who burned more than one thousand three hundred vessels and destroyed their settlements, and of the men who survived the battles, established some in Soli, which he named Pompeiopolis, and others in Dyme, which was depopulated and is now occupied as a Roman colony.
οἱ ποιηταὶ δὲ μάλιστα οἱ τραγικοὶ συγχέοντες τὰ ἔθνη, καθάπερ τοὺς Τρῶας καὶ τοὺς Μυσοὺς καὶ τοὺς Λυδοὺς Φρύγας προσαγορεύουσιν, οὕτω καὶ τοὺς Λυκίους Κᾶρας.
The poets, especially the tragic poets, confusing the nations, call the Lycians Carthaginians or Carians, just as they address the Trojans, Mysians, and Lydians as Phrygians.
§14.3.4μετὰ δʼ οὖν τὰ Δαίδαλα τὸ τῶν Λυκίων ὄρος πλησίον ἐστὶ Τελεμησσὸς πολίχνη Λυκίων, καὶ Τελεμησσὶς ἄκρα λιμένα ἔχουσα.
After Daidala, then, there is the Lycian mountain, and near it Telmessus, a small town of the Lycians, and the Telmessian promontory, which has a harbor.
ἔλαβε δὲ τὸ χωρίον τοῦτο παρὰ Ῥωμαίων Εὐμένης ἐν τῷ Ἀντιοχικῷ πολέμῳ, καταλυθείσης δὲ τῆς βασιλείας ἀπέλαβον πάλιν οἱ Λύκιοι.
Eumenes received this place from the Romans in the Antiochian War, and when his kingdom was dissolved, the Lycians recovered it.