Humanitext Reader

斯特拉波 · 地理学 §13.4.14-13.4.17

希拉波利斯的普鲁托尼翁与基比拉地区

第 436 段,共 577 段 · 希腊语

内容简介

作者描述了希拉波利斯的温泉以及普鲁托尼翁喷出致命毒气对阉割神官的奇异影响,随后介绍了安条克、基比拉和特尔梅索斯等地的地理、历史及多语言状况。

§13.4.14ὑπερβαλοῦσι δὲ τὴν Μεσωγίδα τὴν μεταξὺ Καρῶν τε καὶ τῆς Νυσαΐδος, ἥ ἐστι χώρα κατὰ τὰ τοῦ Μαιάνδρου πέραν μέχρι τῆς Κιβυράτιδος καὶ τῆς Καβαλίδος, πόλεις εἰσὶ πρὸς μὲν τῇ Μεσωγίδι καταντικρὺ Λαοδικείας Ἱερὰ πόλις, ὅπου τὰ θερμὰ ὕδατα καὶ τὸ Πλουτώνιον, ἄμφω παραδοξολογίαν τινὰ ἔχοντα·
对于越过卡里亚人与纽萨地区之间的梅索吉斯山的人来说——这一地区位于迈安德罗斯河对岸,一直延伸到基比拉地方和卡巴里斯地方——有一些城市:在梅索吉斯山脚下,正对着老底嘉的是希拉波利斯,那里有温泉和普鲁托尼翁(冥王洞窟),两者都具有某种奇特的性质。
τὸ μὲν γὰρ ὕδωρ οὕτω ῥᾳδίως εἰς πῶρον μεταβάλλει πηττόμενον ὥστʼ ὀχετοὺς ἐπάγοντες φραγμοὺς ἀπεργάζονται μονολίθους, τὸ δὲ Πλουτώνιον ὑπʼ ὀφρύι μικρᾷ τῆς ὑπερκειμένης ὀρεινῆς στόμιόν ἐστι σύμμετρον ὅσον ἄνθρωπον δέξασθαι δυνάμενον, βεβάθυνται δʼ ἐπὶ πολύ·
因为这里的温泉水极易凝固并转化为石灰华,以至于人们通过引入水道就能建造出单一整块石头的障壁;而普鲁托尼翁位于上方悬空的陡峭山地的一处小山眉之下,是一个大小刚好能容纳一人的洞口,但其深度极深。
πρόκειται δὲ τούτου δρυφάκτωμα τετράγωνον ὅσον ἡμιπλέθρου τὴν περίμετρον· τοῦτο δὲ πλῆρές ἐστιν ὁμιχλώδους παχείας ἀχλύος ὥστε μόγις τοὔδαφος καθορᾶν.
洞口前设有一个正方形的栅栏,周长约为半普雷特隆;栅栏内充满了浓厚的雾状阴霾,以至于人们几乎看不见地面。
τοῖς μὲν οὖν κύκλῳ πλησιάζουσι πρὸς τὸν δρύφακτον ἄλυπός ἐστιν ὁ ἀήρ, καθαρεύων ἐκείνης τῆς ἀχλύος ἐν ταῖς νηνεμίαις· συμμένει γὰρ ἐντὸς τοῦ περιβόλου· τῷ δʼ εἴσω παριόντι ζῴῳ θάνατος παραχρῆμα ἀπαντᾷ·
因此,对于在周围接近栅栏的人来说,在无风的天气里,空气是无害的,因为阴霾被保留在围栏内部;但对于任何进入其中的动物,死亡会立刻降临。
ταῦροι γοῦν εἰσαχθέντες πίπτουσι καὶ ἐξέλκονται νεκροί, ἡμεῖς δὲ στρουθία ἐπέμψαμεν καὶ ἔπεσεν εὐθὺς ἐκπνεύσαντα·
例如,公牛被牵入后便会倒地,被拉出来时已成尸体;我们自己也曾放进过麻雀,它们一进去就立刻断气坠地。
οἱ δʼ ἀπόκοποι Γάλλοι παρίασιν ἀπαθεῖς, ὥστε καὶ μέχρι τοῦ στομίου πλησιάζειν καὶ ἐγκύπτειν καὶ καταδύνειν μέχρι ποσοῦ συνέχοντας ὡς ἐπὶ τὸ πολὺ τὸ πνεῦμα·
然而,被阉割的加洛伊神官们却能安然无恙地进入,甚至可以接近洞口、俯身、并潜入到一定深度,他们在很大程度上屏住呼吸。
ἑωρῶμεν γὰρ ἐκ τῆς ὄψεως ὡς ἂν πνιγώδους τινὸς πάθους ἔμφασιν, εἴτʼ ἐπὶ πάντων οὕτω πεπηρωμένων τοῦτο εἴτε μόνων τῶν περὶ τὸ ἱερόν, καὶ εἴτε θείᾳ προνοίᾳ, καθάπερ ἐπὶ τῶν ἐνθουσιασμῶν εἰκός, εἴτε ἀντιδότοις τισὶ δυνάμεσι τούτου συμβαίνοντος.
因为我们从他们的神色中,可以看到某种窒息状态的迹象,这究竟是发生在所有这样身体受损的人身上,还是仅限于那些与神殿有关的人,并且这究竟是因为神圣的预见(如同神入时的情形),还是由于某种具有解毒功效的力量所致。
τὸ δὲ τῆς ἀπολιθώσεως καὶ ἐπὶ τῶν ἐν Λαοδικείᾳ ποταμῶν φασι συμβαίνειν καίπερ ὄντων ποτίμων.
据说,这种石化的特质也发生在老底嘉的河流中,尽管那里的河水是可以饮用的。
ἔστι δὲ καὶ πρὸς βαφὴν ἐρίων θαυμαστῶς σύμμετρον τὸ κατὰ τὴν Ἱερὰν πόλιν ὕδωρ, ὥστε τὰ ἐκ τῶν ῥιζῶν βαπτόμενα ἐνάμιλλα εἶναι τοῖς ἐκ τῆς κόκκου καὶ τοῖς ἁλουργέσιν·
希拉波利斯的水也出奇地适合染羊毛,以至于用植物根部染出的物品,可以与用胭脂虫或紫贝染出的物品相媲美。
οὕτω δʼ ἐστὶν ἄφθονον τὸ πλῆθος τοῦ ὕδατος ὥστε ἡ πόλις μεστὴ τῶν αὐτομάτων βαλανείων ἐστί.
而且水源如此充足,以至于城市里到处都是自动涌出的浴池。
§13.4.15μετὰ δὲ τὴν Ἱερὰν πόλιν τὰ πέραν τοῦ Μαιάνδρου.
希拉波利斯之后是迈安德罗斯河对岸的地区。
τὰ μὲν οὖν περὶ Λαοδίκειαν καὶ Ἀφροδισιάδα καὶ τὰ μέχρι Καρούρων εἴρηται· τὰ δʼ ἑξῆς ἐστι τὰ μὲν πρὸς δύσιν ἡ τῶν Ἀντιοχέων πόλις τῶν ἐπὶ Μαιάνδρῳ, τῆς Καρίας ἤδη· τὰ δὲ πρὸς νότον ἡ Κιβύρα ἐστὶν ἡ μεγάλη καὶ ἡ Σίνδα καὶ ἡ Καβαλὶς μέχρι τοῦ Ταύρου καὶ τῆς Λυκίας.
关于老底嘉、阿佛洛狄西亚斯以及直到卡鲁拉一带的地区已经介绍过了;接下来的地区,向西是迈安德罗斯河畔的安条克城,这已属于卡里亚;向南是大大基比拉、辛达以及延伸到金牛座山脉和吕基亚的卡巴里斯地方。
ἡ μὲν οὖν Ἀντιόχεια μετρία πόλις ἐστὶν ἐπʼ αὐτῷ κειμένη τῷ Μαιάνδρῳ κατὰ τὸ πρὸς τῇ Φρυγίᾳ μέρος, ἐπέζευκται δὲ γέφυρα· χώραν δʼ ἔχει πολλὴν ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ πᾶσαν εὐδαίμονα, πλείστην δὲ φέρει τὴν καλουμένην Ἀντιοχικὴν ἰσχάδα· τὴν δὲ αὐτὴν καὶ τρίφυλλον ὀνομάζουσιν· εὔσειστος δὲ καὶ οὗτός ἐστιν ὁ τόπος.
安条克是一座中等规模的城市,坐落在靠近弗里吉亚一侧的迈安德罗斯河畔,河上建有桥梁;它在河流两岸拥有广阔且全部富庶的土地,其中产出最多的是被称为“安条克干无花果”的产品,人们也将其称为“三叶无花果”;这个地方也多地震。
σοφιστὴς δὲ παρὰ τούτοις ἔνδοξος γεγένηται Διοτρέφης, οὗ διήκουσεν Ὑβρέας ὁ καθʼ ἡμᾶς γενόμενος μέγιστος ῥήτωρ.
在他们中间曾出现过著名的智者迪奥特雷菲斯,我们时代最伟大的雄辩家许布雷阿斯曾听过他的课。
§13.4.16Σολύμους δʼ εἶναί φασι τοὺς Καβαλεῖς· τῆς γοῦν Τερμησσέων ἄκρας ὁ ὑπερκείμενος λόφος καλεῖται Σόλυμος, καὶ αὐτοὶ δὲ οἱ Τερμησσεῖς Σόλυμοι καλοῦνται.
据说卡巴雷斯人就是索里莫伊人;至少,耸立在特尔梅索斯人卫城之上的山丘被称为索里莫斯,而特尔梅索斯人自己也被称为索里莫伊人。
πλησίον δʼ ἐστὶ καὶ ὁ Βελλεροφόντου χάραξ καὶ ὁ Πεισάνδρου τάφος τοῦ υἱοῦ πεσόντος ἐν τῇ πρὸς Σολύμους μάχῃ.
附近还有贝勒罗丰的营垒和他的儿子培散德罗斯的坟墓,后者在与索里莫伊人的战斗中牺牲。
ταῦτα δὲ καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ λεγομένοις ὁμολογεῖται· περὶ μὲν γὰρ τοῦ Βελλεροφόντου φησὶν οὕτως " δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι.
这些也与诗人的描述相符,因为关于贝勒罗丰,诗人这样写道: “第二次,他又与显赫的索里莫伊人交战。
" περὶ δὲ τοῦ παιδὸς αὐτοῦ " Πείσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο μαρνάμενον Σολύμοισι κατέκτανεν.
” 而关于他的儿子: “他的儿子培散德罗斯在与索里莫伊人战斗时,被那对战争不知厌足的阿瑞斯所杀。
" ἡ δὲ Τερμησσός ἐστι Πισιδικὴ πόλις ἡ μάλιστα καὶ ἔγγιστα ὑπερκειμένη τῆς Κιβύρας.
” 特尔梅索斯是一座弗里吉亚与皮西迪亚交界处的城市,最直接、最紧密地耸立在基比拉之上。
§13.4.17λέγονται δὲ ἀπόγονοι Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα· ὕστερον δὲ Πισιδῶν τῶν ὁμόρων ἐποικησάντων καὶ μετακτισάντων εἰς ἕτερον τόπον εὐερκέστατον ἐν κύκλῳ σταδίων περὶ ἑκατόν.
据说基比拉人是占领卡巴里斯地方的吕底亚人的后裔;后来,邻近的皮西迪亚人迁入,并将他们搬迁到另一个周长约一百斯塔迪翁、防御极佳的地方。
ηὐξήθη δὲ διὰ τὴν εὐνομίαν, καὶ αἱ κῶμαι παρεξέτειναν ἀπὸ Πισιδίας καὶ τῆς ὁμόρου Μιλυάδος ἕως Λυκίας καὶ τῆς Ῥοδίων περαίας·
它因良好的法治而发展壮大,其村落从皮西迪亚和邻近的米利亚斯一直延伸到吕基亚和罗得斯人的对岸领地。
προσγενομένων δὲ τριῶν πόλεων ὁμόρων, Βουβῶνος Βαλβούρων Οἰνοάνδων, τετράπολις τὸ σύστημα ἐκλήθη, μίαν ἑκάστης ψῆφον ἐχούσης, δύο δὲ τῆς Κιβύρας· ἔστελλε γὰρ αὕτη πεζῶν μὲν τρεῖς μυριάδας ἱππέας δὲ δισχιλίους·
当三个邻近的城市布邦、巴尔布拉和奥伊诺安达加入后,这个联盟被称为“四联市(特特拉波利斯)”,每个城市拥有一票,而基比拉拥有两票;因为后者可以派出三万步兵和两千骑兵。
ἐτυραννεῖτο δʼ ἀεί, σωφρόνως δʼ ὅμως· ἐπὶ Μοαγέτου δʼ ἡ τυραννὶς τέλος ἔσχε, καταλύσαντος αὐτὴν Μουρηνᾶ καὶ Λυκίοις προσορίσαντος τὰ Βάλβουρα καὶ τὴν Βουβῶνα·
它一直由僭主统治,但统治还算温和;在莫阿格特斯时期,僭主统治宣告结束,穆雷纳废除了它,并将巴尔布拉和布邦划归吕基亚人。
οὐδὲν δʼ ἧττον ἐν ταῖς μεγίσταις ἐξετάζεται διοικήσεσι τῆς Ἀσίας ἡ Κιβυρατική.
尽管如此,基比拉辖区仍被列为亚洲行省最大的行政区之一。
τέτταρσι δὲ γλώτταις ἐχρῶντο οἱ Κιβυρᾶται, τῇ Πισιδικῇ τῇ Σολύμων τῇ Ἑλληνίδι τῇ Λυδῶν· δὲ οὐδʼ ἴχνος ἐστὶν ἐν Λυδίᾳ.
基比拉人使用四种语言:皮西迪亚语、索里莫伊语、希腊语和吕底亚语;但关于吕底亚语,现在甚至在吕底亚本国连一丝痕迹也没有了。
ἴδιον δʼ ἐστὶν ἐν Κιβύρᾳ τὸ τὸν σίδηρον τορεύεσθαι ῥᾳδίως.
基比拉的一个独特之处在于,铁很容易被雕刻。
Μιλύα δʼ ἐστὶν ἡ ἀπὸ τῶν κατὰ Τερμησσὸν στενῶν καὶ τῆς εἰς τὸ ἐντὸς τοῦ Ταύρου ὑπερθέσεως διʼ αὐτῶν ἐπὶ Ἴσινδα παρατείνουσα ὀρεινὴ μέχρι Σαγαλασσοῦ καὶ τῆς Ἀπαμέων χώρας.
米利亚斯是一个山地,它从特尔梅索斯附近的峡谷以及穿过峡谷进入金牛座山脉内部的通道开始,一直延伸到伊辛达,并抵达萨加拉索斯和阿帕梅亚人的领地。

词汇与语法注释

  1. 13.4.14ὑπερβαλοῦσι — 与格、复数、现在分词。被解释为表示方向或立场的与格(类似于“对于越过……的人来说”),用以指明旅行者的地理视角。
  2. 13.4.14εἴτʼ ἐπὶ πάντων οὕτω πεπηρωμένων — 分词 `πεπηρωμένων`(源自 `πηρόω`,意为身体受损、阉割)的属格。指代前文提到的被阉割的加洛伊神官(`Galli`),在此作独立属格结构,解释为“这究竟是发生在所有身体如此受损的人身上,还是……”
  3. 13.4.17τῆς δὲ οὐδʼ ἴχνος ἐστὶν ἐν Λυδίᾳ — 阴性单数属格冠词 `τῆς` 代指前文的 `τῇ Λυδῶν`(吕底亚语)。说明尽管当时在基比拉仍有人使用吕底亚语,但在吕底亚本国却连一丝痕迹也找不到了。

引用这一段

斯特拉波, 地理学 §13.4.14-13.4.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.4.14-13.4.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。