§190.1Fr. 190
Ὅτι αἱ τοῦ μέλιτος γενέσεις τριτταί·
蜂蜜の生成には三つの種類がある。
ἢ ἀπὸ τῶν ἀνθῶν καὶ ἐν οἷς ἄλλοις ἐστὶν ἡ γλυκύτης·
すなわち、花から、および他に甘みがあるものから。
ἄλλη δʼ ἐκ τοῦ ἀέρος ὅταν ἀναχυθὲν ὑγρὸν ὑπὸ τοῦ ἡλίου συνεψηθὲν πέσῃ· γίνεται δὲ τοῦτο μάλιστα ὑπὸ πυραμητόν·
もう一つは空気からであり、拡散した水分が太陽によって濃縮されて降下するときに生じる(そしてこれは主に小麦の収穫期のころに起こる)。
ἄλλη δʼ ἐν τοῖς καλάμοις.
もう一つは葦の中にある。
Πίπτει δὲ τὸ ἐκ τοῦ ἀέρος μέλι καὶ ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ προστυχόντα τῶν φυτῶν.
そして空気からの蜂蜜は、地の上にも、たまたまそこにある植物の上にも落ちる。
Εὑρίσκεται δὲ μάλιστα ἐπὶ τοῖς φύλλοις τῆς δρυὸς καὶ ἐπὶ τῆς φιλύρας διότι πυκνότητα ἔχει ταῦτα καὶ ἔνικμά ἐστι.
それは、オークの葉の上と、シナノキの上に特によく見いだされる。 なぜなら、これらは密度があり、湿り気を帯びているからである。
Δεῖ δὲ μήτε τελείως εἶναι ξηρὰ ἴνα μὴ εἰς αὑτὰ ἕλκῃ, μήτε μανὰ ἵνα μὴ διίῃ·
葉は、水分を自分の中に吸い込まないように完全に乾燥していてもいけないし、水分を通り抜けさせないように隙間が多くてもいけない。
ταῦτα δὲ καὶ ἔνικμα καὶ πυκνότητα ἔχει, τὰ δὲ τῆς φιλύρας καὶ γλυκύτητα.
そしてこれらは湿り気と密度の両方を備えており、シナノキの葉はさらに甘みも備えている。
Ἔχει δέ πως ἡ μέλιττα οἰκείωσίν τινα πρὸς τὴν δρῦν.
そしてミツバチは、オークに対してどういうわけかある種の親和性を持っている。