§190.1Fr. 190
Ὅτι αἱ τοῦ μέλιτος γενέσεις τριτταί· ἢ ἀπὸ τῶν ἀνθῶν καὶ ἐν οἷς ἄλλοις ἐστὶν ἡ γλυκύτης· ἄλλη δʼ ἐκ τοῦ ἀέρος ὅταν ἀναχυθὲν ὑγρὸν ὑπὸ τοῦ ἡλίου συνεψηθὲν πέσῃ· γίνεται δὲ τοῦτο μάλιστα ὑπὸ πυραμητόν· ἄλλη δʼ ἐν τοῖς καλάμοις.
关于蜜的产生有三种:其一来自花朵以及其他含有甜味的事物;另一类来自空气,当散开的水分被太阳浓缩并降落时(这主要发生在麦收时节);再一类是在芦苇中。
Πίπτει δὲ τὸ ἐκ τοῦ ἀέρος μέλι καὶ ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ προστυχόντα τῶν φυτῶν.
而来自空气的蜜既落在地上,也落在碰巧遇到的植物上。
Εὑρίσκεται δὲ μάλιστα ἐπὶ τοῖς φύλλοις τῆς δρυὸς καὶ ἐπὶ τῆς φιλύρας διότι πυκνότητα ἔχει ταῦτα καὶ ἔνικμά ἐστι.
它尤其被发现于橡树和椴树的叶子上,因为这些叶子具有致密性且是潮湿的。
Δεῖ δὲ μήτε τελείως εἶναι ξηρὰ ἴνα μὴ εἰς αὑτὰ ἕλκῃ, μήτε μανὰ ἵνα μὴ διίῃ· ταῦτα δὲ καὶ ἔνικμα καὶ πυκνότητα ἔχει, τὰ δὲ τῆς φιλύρας καὶ γλυκύτητα.
它们既不能完全干燥,以免将水分吸入自身,也不能过于稀疏,以免使水分穿透;而这些既有潮湿性也有致密性,椴树的叶子还具有甜味。
Ἔχει δέ πως ἡ μέλιττα οἰκείωσίν τινα πρὸς τὴν δρῦν.
而蜜蜂似乎对橡树有一种特殊的亲和力。