Humanitext Reader

テオプラストス · めまいについて §1-6

めまいの生理学的機序と幾何学的要因

1 / 2 箇所 · ギリシア語

要旨

めまいの原因が、頭部内の異質な気や不均一な湿気の円運動、あるいは自発的な頭部の回転にあることを示し、生卵とゆで卵の比較、および円軌道を走る際の身体の傾きと幾何学的・視覚的要因から、状況ごとのめまいの強弱を説明している。

§1Οἱ ἴλιγγοι γίνονται ὅταν ᾖ πνεῦμα ἀλλότριον περὶ τὴν κεφαλὴν, ἢ ὑγρότης περιττωματικὴ ἀπὸ τροφῆς ἐνίας, οἷον ἢ τοῦ οἴνου ἢ καὶ ἄλλου τινὸς χυλοῦ, ἢ τρίτον ὅταν κινῇ τις κύκλῳ τὴν κεφαλήν·
めまいは、頭の周囲に異質な気があるとき、あるいは特定の食物(例えばワインや他のある種の液汁)に由来する余剰な湿気があるとき、あるいは第三に、誰かが頭を円状に動かすときに起こる。
ὁ γὰρ τόπος ὁ περὶ τὸν ἐγκέφαλον φύσει μὲν ὑγρός ἐστιν, ὅταν δʼ ἔλθῃ τι πνεῦμα ἀλλότριον βιάζεται διαδυόμενον πρὸς τὰς φλέβας καὶ ὠθεῖ κύκλῳ τὸ προυπάρχον ὑγρὸν, ὥστε τρόπον τινὰ τὸ αὐτὸ συμβαίνει καὶ ἐάν τις προαιρέσει κύκλῳ κινῇ τὴν κεφαλήν.
なぜなら、脳の周囲の領域は本性上湿っているが、何らかの異質な気が入ってくると、それは血管へと潜り込んで無理に進み、元からそこにある湿気を円状に押し流すため、ある意味で、誰かが自らの意志によって頭を円状に動かすときと同じことが起こるからである。
Οὐδὲν γὰρ διαφέρει ἔξωθεν ἢ ἔσωθεν εἶναι τὸ κινοῦν.
動かす原因が外側にあるか内側にあるかは、何の違いもない。
Οὔσης δὲ οἷον δίνης τινὸς τῆς φορᾶς καὶ τοῦ ὑγροῦ μὴ συνεχοῦς ὁμοίως ἀλλʼ ἐν τῇ κινήσει τοῦ μὲν ὑστεροῦντος τοῦ δὲ προτεροῦντος τὸ ὑφιστάμενον ἀντικροῦον ἵστησι, τὸ δʼ ἱστάμενον διὰ τὸ μὴ ἰσορροπεῖν ὁμοίως αὐτῇ ᾗ ἂν ῥέπῃ ταύτῃ φέρεται καὶ τὸν ἴλιγγον ποιεῖ καὶ καταβάλλει πολλάκις.
流れがある種の渦のようになっており、湿気が一様には連続しておらず、その運動において一方が遅れ、他方が先んじる中で、底に沈殿しているものが衝突して流れを停止させ、停止させられたものは一様に均衡を保たないために、それが傾くまさにその方向へと運ばれ、めまいを引き起こし、しばしば転倒させる。
§2Αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὰ ὑγρὰ ῥᾳδίως στρέφεσθαι καὶ δινεῖσθαι διὰ τὴν λεχθεῖσαν * αἰτίαν, ὅτι οὐ συνεχῆ·
湿気が、述べられた理由によって、容易に回転したり渦巻いたりできない原因は、それらが連続していないことにある。
παραπλήσιον γὰρ τὸ συμβαῖνον ὥσπερ ἐν τοῖς ὠοῖς τοῖς ὠμοῖς·
なぜなら、起こることは生卵におけることと非常に似ているからである。
οὐδὲ γὰρ ταῦτα δύναται δινεῖσθαι διὰ τὴν ὑγρότητα, τὰ δʼ ἑφθὰ δύναται.
というのも、生卵もまたその湿気のゆえに回転することができないが、ゆで卵は回転することができる。
Διότι τὰ μὲν ὑπὸ ὑγρότητος ἀνωμάλου καὶ οὐκ ἰσορρόπου οὔσης σφάλλεται τὰ δʼ οὔ;
なぜ一方は、不均一で不均衡な湿気があるためにぐらつくのに対し、他方はそうではないのか。
διὰ τὸ μὴ ἔχειν τὸ σφάλλον ὑφιστάδο μενον ἑνὸς ὄντος καὶ συνεχοῦς τοῦ ἐντός.
それは、内部のものが一つで連続しているため、ぐらつかせる要因が、足がかりとなる抵抗物を持たないからである。
§3Αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται καὶ τοιαῦται τοῦ πάθους.
さて、この症状の原因は、大体においてこれらであり、このようなものである。
Ἀφʼ ὧν δὲ συμβαίνει γίνεσθαι τὰ καθʼ ἕκαστα περὶ ὧν ἀποροῦσι πρὸς ταῦτα ἀνάγειν πειρατέον.
しかし、人々が疑問に思う個々の現象がそれらからどのように生じるかについては、これらの原理へと還元することを試みねばならない。
Οἷον διότι κύκλῳ περιπατοῦντες ἰλιγγιῶσι καὶ ἔτι μᾶλλον ὅσῳ ἂν ἐλάττω κύκλον, κἂν θᾶττον θέωσι σφοδρότερον·
例えば、なぜ円を描いて歩くときにめまいがするのか、また円が小さければ小さいほどなぜより多く、また、より速く走ればより激しくなるのか。
κἂν μετὰ πολλῶν ἢ μόνοι, καὶ ἐπʼ ἀρίστερα θέοντες μᾶλλον ἢ ἐπὶ δεξιά, καὶ οἱ μακρότατοι δὲ μάλιστα.
また、多人数で走る場合、左に向かって走る方が右に向かって走るよりもなぜ多く、また、最も背の高い人々がなぜ最もめまいを起こしやすいのか。
Πάντων γὰρ τούτων καὶ εἴ τι ἄλλο τοιοῦτον ἐν τοῖς πρότερον εἰρημένοις αἱ αἰτίαι.
なぜなら、これらすべて、および他にこれに類することがあれば、その原因は先に述べられたことの中にあるからである。
§4Εἴπερ γὰρ ὁ ἴλιγγος γίνεται εἴ τις ἐν τῷ αὐτῷ στρέφοιτο τάχιστʼ ἂν καὶ μάλιστα τῶν λοιπῶν ἰλιγγιῴη ὁ ἐγγυτάτω ἢ ὁ ἐν ἐλάττονι κύκλῳ στρέφων, καὶ ὅσῳ ἂν θᾶττον μᾶλλον.
なぜなら、もし誰かがその場で回転するときに最も速く、かつ他の者たちよりも最もめまいを起こすのだとすれば、それは中心に最も近い者、あるいはより小さな円を描いて回転する者であり、また速ければ速いほどより激しくなるからである。
Διόπερ καὶ οἱ θέοντες τῶν περιπατούντων καὶ οἱ ταχέως τῶν βραδέως·
だからこそ、走る者は歩く者よりも、また速い者は遅い者よりもめまいを起こしやすい。
θέουσι γὰρ ἐγκεκλικότες πρὸς τὸ κέντρον·
なぜなら、彼らは中心に向かって体を傾けて走るからである。
ὡς ὅταν κατʼ εὐθὺ τὰ μήκη αὐτῶν ἐκπίπτῃ πρὸς μίαν κορυφὴν συνάπτειν καὶ γίνεσθαι κῶνον βάσιν δʼ εἶναι τὸν κύκλον.
それはちょうど、彼らの身長が真っ直ぐに延長されて一つの頂点で合流し、円錐を形成し、その底面が円になるかのようである。
§5Διόπερ συμβαίνει καθάπερ ἐν τῷ αὐτῷ στρέφειν τὴν κεφαλὴν καὶ ὅσῳ ἂν ἐλάττω κύκλον μᾶλλον, ὀξύτερος γὰρ ὁ κῶνος, καὶ ἐὰν θᾶττον πλεονάκις ἐν τῷ αὐτῷ γίνεσθαι κατὰ τὸν ἴσον χρόνον·
それゆえ、同じ場所で頭を回転させるのと同様のことが起こり、円が小さければ小さいほどより激しくなる。 なぜなら、円錐がより鋭くなるからである。 そして、もしより速ければ、同じ時間内により多くの回数、同じ場所に来ることになる。
καὶ τοῖς μακροτέροις δὲ μᾶλλον ὅσῳ ἐγκλίνουσιν·
また、背の高い人々においては、彼らが傾く分だけより激しくなる。
ἐγγυτέρω γὰρ ἔχει τὴν κεφαλὴν ὁ μείζων τῆς τοῦ κώνου κορυφῆς.
なぜなら、より背の高い者は、頭を円錐の頂点により近づけるからである。
Διὸ σχεδὸν ὥσπερ ἐν τῷ αὐτῷ συμβαίνει ἔχοντα τὴν κεφαλήν· οὕτω δὲ μάλιστα ὁ ἴλιγγος.
それゆえ、ほぼ同じ場所に頭を置いているのと同じようなことが起こり、このようにしてめまいは最も激しく起こる。
§6Καὶ οἱ εἰς τὰ ἀρίστερα θέοντες ἔτι μᾶλλον ἔσω νεύουσι καὶ ὀξυτέραν ποιοῦσι γωνίαν πρὸς τὸν κύκλον·
また、左に向かって走る人々は、よりいっそう内側へと傾き、円に対してより鋭い角度を作る。
ἐμβριθέστερα γὰρ ὄντα τὰ δεξιὰ προσβιάζεται μᾶλλον ἐντὸς διὰ τὴν ἀσθένειαν τῶν ἀριστερῶν.
なぜなら、右側の方がより重いため、左側の弱さによって、より内側へと無理に押し入るからである。
Καὶ ἐὰν μετὰ πολλῶν θέωσι μᾶλλον καὶ θᾶττον ἢ μόνοι·
また、もし彼らが多人数で走るならば、一人で走るよりも、より多く、またより速く起こる。
πρὸς γὰρ τῇ κύκλῳ περιφορᾷ καὶ ἡ ὄψις αὐτὴ προσβάλλουσα τοῖς θέουσι καὶ συνεχὴς οὖσα ἐν τῷ ἐγκεφάλῳ ποιεῖ τινὰ κίνησιν ἑτέραν καὶ ταραχήν·
なぜなら、円軌道の回転に加えて、走る人々を捉える視覚そのものが、脳内で絶え間なく続くことによって、別の運動と混乱を引き起こすからである。
ἀπὸ γὰρ τῶν ἔξω διαδίδοται καὶ πρὸς τὰ ἐντός·
というのも、外的なものから内的なものへと伝達されるからである。
ὥστʼ ἐπεὶ καὶ ἑκάτερον ποιεῖ τὸν ἴλιγγον, οἷον ἥ τε κύκλῳ κίνησις τῆς κεφαλῆς καὶ ἡ ὄψις συνεχῶς βλέπουσα τὸ κύκλῳ κινούμενον ἐξ ἀμφοτέρων εὔλογον θᾶττον καὶ μᾶλλον γίνεσθαι τὸ πάθος.
したがって、両者のそれぞれがめまいを引き起こす以上、例えば、頭の円運動と、円状に動くものを絶えず見つめる視覚の双方、その両方から、この症状がより速く、より激しく起こることは理にかなっている。

語釈・文法注

  1. §1Οὔσης δὲ οἷον δίνης τινὸς τῆς φορᾶς καὶ τοῦ ὑγροῦ μὴ συνεχοῦς ὁμοίως — 独立属格構文であり、主語として名詞の「流れ」(τῆς φορᾶς)と「湿気」(τοῦ ὑγροῦ)が並列されている。前者は「ある種の渦のようであり」(οὔσης οἷον δίνης τινός)、後者は「一様には連続していない」(μὴ συνεχοῦς ὁμοίως)という状態を表し、めまいが起こる物理的状況を説明している。
  2. §2διὰ τὸ μὴ ἔχειν τὸ σφάλλον ὑφιστάδο μενον — 写本における「ὑφιστάδο μενον」は、「下支えするもの」「抵抗(障害)物」を意味する現在分詞中受動相「ὑφιστάμενον」の誤記または分断と解釈される。対格の分詞「τὸ σφάλλον」(揺るがすもの/転倒させるもの)が目的語の「ὑφιστάμενον」(抵抗するもの)を持たない、すなわち、内部が一枚岩であるために崩壊の足がかりを持たないことを意味する。
  3. §4ὡς ὅταν κατʼ εὐθὺ τὰ μήκη αὐτῶν ἐκπίπτῃ πρὸς μίαν κορυφὴν συνάπτειν καὶ γίνεσθαι κῶνον — 接続詞「ὡς ὅταν」(〜の時のように)に導かれる節の中で、不定詞「συνάπτειν」と「γίνεσθαι」が結果または描写として用いられ、走行時の身体の傾きが作り出す幾何学的形状を描写している。「τὰ μήκη αὐτῶν」(彼らの体の長さ、すなわち身長)が「真っ直ぐに延長されて一つの頂点で合流し、円錐を形成する」という動的なイメージを表している。

この箇所を引用する

テオプラストス, めまいについて §1-6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0093.tlg010x05.humanitext-grc1:1-6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。