§1Οἱ ἴλιγγοι γίνονται ὅταν ᾖ πνεῦμα ἀλλότριον περὶ τὴν κεφαλὴν, ἢ ὑγρότης περιττωματικὴ ἀπὸ τροφῆς ἐνίας, οἷον ἢ τοῦ οἴνου ἢ καὶ ἄλλου τινὸς χυλοῦ, ἢ τρίτον ὅταν κινῇ τις κύκλῳ τὴν κεφαλήν·
眩晕发生于当头部周围有异气时,或由于某些食物(例如酒或其他某种汁液)产生的多余湿气,或第三种情况,当有人将头部转圈移动时。
ὁ γὰρ τόπος ὁ περὶ τὸν ἐγκέφαλον φύσει μὲν ὑγρός ἐστιν, ὅταν δʼ ἔλθῃ τι πνεῦμα ἀλλότριον βιάζεται διαδυόμενον πρὸς τὰς φλέβας καὶ ὠθεῖ κύκλῳ τὸ προυπάρχον ὑγρὸν, ὥστε τρόπον τινὰ τὸ αὐτὸ συμβαίνει καὶ ἐάν τις προαιρέσει κύκλῳ κινῇ τὴν κεφαλήν.
因为大脑周围的区域在本性上是湿润的,但当某种异气进入时,它会潜入血管中强行推进,并圈状地推动原先存在的湿气,从而在某种程度上,发生与有人故意将头部转圈移动时相同的事情。
Οὐδὲν γὰρ διαφέρει ἔξωθεν ἢ ἔσωθεν εἶναι τὸ κινοῦν.
因为运动的原因在外部还是在内部并没有什么不同。
Οὔσης δὲ οἷον δίνης τινὸς τῆς φορᾶς καὶ τοῦ ὑγροῦ μὴ συνεχοῦς ὁμοίως ἀλλʼ ἐν τῇ κινήσει τοῦ μὲν ὑστεροῦντος τοῦ δὲ προτεροῦντος τὸ ὑφιστάμενον ἀντικροῦον ἵστησι, τὸ δʼ ἱστάμενον διὰ τὸ μὴ ἰσορροπεῖν ὁμοίως αὐτῇ ᾗ ἂν ῥέπῃ ταύτῃ φέρεται καὶ τὸν ἴλιγγον ποιεῖ καὶ καταβάλλει πολλάκις.
由于这种流动就像是某种漩涡,且湿气并非同样连续,而在运动中一者落后一者先进,底层沉积之物碰撞并使其停止,而停止之物由于不能同样保持平衡,便向着其倾斜的方向运移,从而引起眩晕并常常使人摔倒。
§2Αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὰ ὑγρὰ ῥᾳδίως στρέφεσθαι καὶ δινεῖσθαι διὰ τὴν λεχθεῖσαν * αἰτίαν, ὅτι οὐ συνεχῆ·
由于所说的原因,湿气不能轻易旋转和涡流的原因在于它们不连续。
παραπλήσιον γὰρ τὸ συμβαῖνον ὥσπερ ἐν τοῖς ὠοῖς τοῖς ὠμοῖς· οὐδὲ γὰρ ταῦτα δύναται δινεῖσθαι διὰ τὴν ὑγρότητα, τὰ δʼ ἑφθὰ δύναται.
因为所发生的事情与在生鸡蛋中非常相似:生鸡蛋也由于其湿润性而无法旋转,但熟鸡蛋却能够旋转。
Διότι τὰ μὲν ὑπὸ ὑγρότητος ἀνωμάλου καὶ οὐκ ἰσορρόπου οὔσης σφάλλεται τὰ δʼ οὔ;
为什么一者由于不均匀且不平衡的湿气存在而摇晃,而另一者却不会?
διὰ τὸ μὴ ἔχειν τὸ σφάλλον ὑφιστάδο μενον ἑνὸς ὄντος καὶ συνεχοῦς τοῦ ἐντός.
这是因为内部之物为单一且连续的,摇晃的因素没有可以作为立足点的抵抗物。
§3Αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται καὶ τοιαῦται τοῦ πάθους.
那么,这种病症的原因大致就是这些,且属于此类。
Ἀφʼ ὧν δὲ συμβαίνει γίνεσθαι τὰ καθʼ ἕκαστα περὶ ὧν ἀποροῦσι πρὸς ταῦτα ἀνάγειν πειρατέον.
但对于人们产生疑问的、关于这些原因如何导致具体现象发生的问题,我们必须尝试将其归结于这些原理。
Οἷον διότι κύκλῳ περιπατοῦντες ἰλιγγιῶσι καὶ ἔτι μᾶλλον ὅσῳ ἂν ἐλάττω κύκλον, κἂν θᾶττον θέωσι σφοδρότερον· κἂν μετὰ πολλῶν ἢ μόνοι, καὶ ἐπʼ ἀρίστερα θέοντες μᾶλλον ἢ ἐπὶ δεξιά, καὶ οἱ μακρότατοι δὲ μάλιστα.
例如,为什么人们绕圈步行时会眩晕,且圈子越小越严重,如果跑得更快则更剧烈;以及是与多人一起跑还是独自跑,且向左跑比向右跑更严重,而最高的人最容易眩晕。
Πάντων γὰρ τούτων καὶ εἴ τι ἄλλο τοιοῦτον ἐν τοῖς πρότερον εἰρημένοις αἱ αἰτίαι.
因为所有这些以及其他任何此类事情的原因,都在于前文所说的话中。
§4Εἴπερ γὰρ ὁ ἴλιγγος γίνεται εἴ τις ἐν τῷ αὐτῷ στρέφοιτο τάχιστʼ ἂν καὶ μάλιστα τῶν λοιπῶν ἰλιγγιῴη ὁ ἐγγυτάτω ἢ ὁ ἐν ἐλάττονι κύκλῳ στρέφων, καὶ ὅσῳ ἂν θᾶττον μᾶλλον.
因为如果有人在原地旋转就会发生眩晕,那么最靠近中心或在较小圈子里旋转的人会比其他人最快且最严重地产生眩晕,而且越快越严重。
Διόπερ καὶ οἱ θέοντες τῶν περιπατούντων καὶ οἱ ταχέως τῶν βραδέως·
因此,奔跑者比步行者、跑得快的人比跑得慢的人更容易眩晕。
θέουσι γὰρ ἐγκεκλικότες πρὸς τὸ κέντρον· ὡς ὅταν κατʼ εὐθὺ τὰ μήκη αὐτῶν ἐκπίπτῃ πρὸς μίαν κορυφὴν συνάπτειν καὶ γίνεσθαι κῶνον βάσιν δʼ εἶναι τὸν κύκλον.
因为他们奔跑时向中心倾斜,就像他们的身体长度笔直地延伸并汇合于一个顶点,形成一个圆锥,而这个圆圈就是底面。
§5Διόπερ συμβαίνει καθάπερ ἐν τῷ αὐτῷ στρέφειν τὴν κεφαλὴν καὶ ὅσῳ ἂν ἐλάττω κύκλον μᾶλλον, ὀξύτερος γὰρ ὁ κῶνος, καὶ ἐὰν θᾶττον πλεονάκις ἐν τῷ αὐτῷ γίνεσθαι κατὰ τὸν ἴσον χρόνον· καὶ τοῖς μακροτέροις δὲ μᾶλλον ὅσῳ ἐγκλίνουσιν· ἐγγυτέρω γὰρ ἔχει τὴν κεφαλὴν ὁ μείζων τῆς τοῦ κώνου κορυφῆς.
因此,发生的事情就像是在原地旋转头部,且圈子越小越严重,因为圆锥更尖锐;如果跑得更快,则在相同时间内更频繁地回到相同位置;而对于更高的人,则随着他们倾斜的程度而更严重,因为较高的人的头部更接近圆锥的顶点。
Διὸ σχεδὸν ὥσπερ ἐν τῷ αὐτῷ συμβαίνει ἔχοντα τὴν κεφαλήν· οὕτω δὲ μάλιστα ὁ ἴλιγγος.
因此,发生的事情几乎就像把头部保持在原地一样,而通过这种方式眩晕最容易发生。
§6Καὶ οἱ εἰς τὰ ἀρίστερα θέοντες ἔτι μᾶλλον ἔσω νεύουσι καὶ ὀξυτέραν ποιοῦσι γωνίαν πρὸς τὸν κύκλον· ἐμβριθέστερα γὰρ ὄντα τὰ δεξιὰ προσβιάζεται μᾶλλον ἐντὸς διὰ τὴν ἀσθένειαν τῶν ἀριστερῶν.
而且向左跑的人更向内倾斜,与圆圈形成更尖锐的角度;因为右侧部分较重,由于左侧部分的软弱,更向内强行挤入。
Καὶ ἐὰν μετὰ πολλῶν θέωσι μᾶλλον καὶ θᾶττον ἢ μόνοι·
如果他们与多人一起跑,会比独自跑更严重、更迅速。
πρὸς γὰρ τῇ κύκλῳ περιφορᾷ καὶ ἡ ὄψις αὐτὴ προσβάλλουσα τοῖς θέουσι καὶ συνεχὴς οὖσα ἐν τῷ ἐγκεφάλῳ ποιεῖ τινὰ κίνησιν ἑτέραν καὶ ταραχήν· ἀπὸ γὰρ τῶν ἔξω διαδίδοται καὶ πρὸς τὰ ἐντός·
因为除了圆周运动之外,视觉本身投射在奔跑者身上,并在大脑中持续存在,产生另一种运动和混乱;因为从外部会传导到内部。
ὥστʼ ἐπεὶ καὶ ἑκάτερον ποιεῖ τὸν ἴλιγγον, οἷον ἥ τε κύκλῳ κίνησις τῆς κεφαλῆς καὶ ἡ ὄψις συνεχῶς βλέπουσα τὸ κύκλῳ κινούμενον ἐξ ἀμφοτέρων εὔλογον θᾶττον καὶ μᾶλλον γίνεσθαι τὸ πάθος.
因此,既然这两者都会引起眩晕——即头部的圆周运动,以及视觉持续看着圆圈中运动的事物——那么从两者共同作用中,该症状更迅速、更剧烈地发生是合乎情理的。