§4.50Εὐδίας δὲ σημεῖα τάδε.
晴天の兆候は次の通りである。
Ἥλιος μὲν ἀνιὼν λαμπρὸς καὶ μὴ καυματίας καὶ μὴ ἔχων σημεῖον μηδὲν ἐν ἑαυτῷ εὐδίαν σημαίνει.
昇る太陽が輝かしく、うだるような暑さをもたらさず、またそれ自体に何の兆候も持っていないなら、晴天を示す。
Ὡς δʼ αὕτως σελήνη πανσελήνῳ.
満月のときの月も同様である。
Καὶ δυόμενος ἥλιος χειμῶνος εἰς καθαρὸν εὐδιεινὸς, ἐὰν μὴ ταῖς προτέραις ἡμέραις εἰς μὴ καθαρὸν δεδυκὼς ᾖ ἐξ εὐδιῶν·
また、冬に沈む太陽が澄んだ空へと沈むなら、穏やかな晴天を示す。
οὕτω δὲ ἄδηλον.
ただし、それ以前の数日間に、晴天の後に澄んでいない空へと沈んでいた場合は別であり、その場合には兆候は不明確である。
Καὶ ἐὰν χειμάζοντος ἡ δύσις γένηται εἰς καθαρὸν εὐδιεινόν·
そして、嵐の最中に、日没が澄んだ空へと起こるなら、穏やかな晴天を示す。
καὶ ἐὰν δύνων χειμῶνος ὠχρὸς ᾖ εὐδίαν σημαίνει.
また、冬に日没の際に太陽が青白いなら、晴天を示す。
§4.51Καὶ ὁ μεὶς ἐὰν τριταῖος ὢν λαμπρὸς ᾖ εὐδιεινόν.
また、三日目の三日月が輝いているなら、穏やかな晴天を示す。
Καὶ ἡ τοῦ ὄνου φάτνη ὅτε ἂν καθαρὰ καὶ λαμπρὰ φαίνηται εὐδιεινόν.
そして、『ロバの飼い葉桶』が澄んで輝いて見えるときは、穏やかな晴天を示す。
Ἅλως δὲ ἐὰν ὁμαλῶς παγῇ καὶ μαρανθῇ εὐδίαν σημαίνει.
また、暈が均一に形成されて消え去るなら、晴天を示す。
Αἱ κοιλάδες νεφέλαι χειμῶνος εὐοδιειναί.
冬に谷にかかる雲は、穏やかな晴天を示す。
Ὄλυμπος δὲ καὶ Ἄθως καὶ ὅλως τὰ ὄρη τὰ σημαντικὰ ὅταν τὰς κορυφὰς καθαρὰς ἔχωσιν εὐδίαν σημαίνει.
オリンポス山やアトス山、そして一般に兆候を示す山々が、その山頂を澄んだ状態に保っているときは、晴天を示す。
Καὶ ὅταν τὰ νέφη πρὸς τὴν θάλασσαν αὐτὴν παραζωννύῃ εὐδιεινόν.
また、雲が海そのものに沿って帯状に広がるときは、穏やかな晴天を示す。
Καὶ ὅταν ὕσαντος πρὸς δυσμὰς χαλκῶδες τὰ νέφη χρῶμα ἔχῃ· εὐδία γὰρ ὡς τὰ πολλὰ τῇ ὑστεραίᾳ.
そして、雨が降った後に西の方の雲が青銅色をしているときは、たいてい翌日は晴天になる。
§4.52Ὅταν δὲ ὁμίχλη γένηται ὕδωρ οὐ γίνεται ἢ ἔλαττον.
霧が発生するときは、雨は降らないか、あるいは少なくて済む。
Ὅταν γέρανοι πέτωνται καὶ μὴ ἀνακάμπτωσιν εὐδίαν σημαίνει·
鶴が飛び去って引き返さないときは、晴天を示す。
οὐ γὰρ πέτονται πρὶν ἢ ἂν πετόμενοι καθαρὰ ἴδωσι.
なぜなら、彼らは飛びながら澄んだ空を見届けるまでは飛ばないからである。
Γλαῦξ ἡσυχαῖον φθεγγομένη ἐν χειμῶνι εὐδίαν προσημαίνει·
嵐の最中にフクロウが穏やかに鳴くなら、晴天をあらかじめ示す。
καὶ νύκτωρ χειμῶνος ἡσυχαῖον ᾄδουσα.
また、冬に夜間、穏やかに歌っているときも同様である。
Θαλαττία δὲ γλαῦξ ᾄδουσα χειμῶνος μὲν εὐδίαν σημαίνει, εὐδίας δὲ χειμῶνα.
しかし、ウミフクロウが歌う場合、嵐のときには晴天を示し、晴天のときには嵐を示す。
Καὶ κόραξ δὲ μόνος μὲν ἡσυχαῖον κράζων, καὶ ἐὰν τρὶς κράξῃ μετὰ τοῦτο πολλάκις κράξῃ εὐδιεινός.
また、カラスが単独で穏やかに鳴く場合、そして三度鳴いた後に何度も鳴くなら、穏やかな晴天を示す。
§4.53Καὶ κορώνη ἕωθεν εὐθὺς ἐὰν κράξῃ τρὶς εὐδίαν καὶ ἑσπέρας χειμῶνος ἡσυχαῖον ᾄδουσα.
また、ハシボソガラスが朝早くからすぐに三度鳴くなら晴天を示し、冬の夕方に穏やかに歌っているときも同様である。
Καὶ ὄρχιλος ἐξ ὀπῆς ἐκπετόμενος καὶ ἐξ ἑρκίων καὶ ἐξ οἰκίας ἔξωθεν εὐδίαν σημαίνει.
また、ミソサザイが隙間や垣根、あるいは家の外から飛び出すなら、晴天を示す。
Καὶ ἐὰν χειμῶνος βορεύοντος βορρᾶθεν ὑπόλαμψις γένηται λευκὴ νοτόθεν δὲ ἐναντία τεταγμένη ᾖ νεφέλη ὀγκώδης, ὡς ἐπὶ τὸ πολὺ εἰς εὐδίαν σημαίνει μεταβολήν.
そして、北風の吹く冬に、北から白いかすかな光が生じ、それとは反対の南側にこんもりとした雲が配置されているなら、たいていは晴天への変化を示す。
Καὶ ὅταν βορέας νεφέλας πολλὰς κινῇ ἐκπνέων μέγας εὐδίαν σημαίνει.
また、北風が強く吹き抜けて多くの雲を動かすときは、晴天を示す。
§4.54Πρόβατα ὀψὲ ὀχευόμενα εὐδιεινὸν ἀποτελοῦσι τὸ σημεῖον.
羊たちが遅い時期に交尾することは、穏やかな晴天の兆候となる。
Καὶ βοῦς ἐπὶ τὸ ἀριστερὸν ἰσχίον κατακλινόμενος εὐδίαν σημαίνει·
また、雄牛が左の臀部を下にして横たわるのは、晴天を示す。
καὶ κύων ὡσαύτως·
犬も同様である。
ἐπὶ δεξιὸν δὲ χειμῶνα.
しかし右を下にするなら、嵐を示す。
Τέττιγες πολλοὶ γινόμενοι νοσῶδες τὸ ἔτος σημαίνουσι.
セミが多く発生することは、その年が疫病の多い年になることを示す。
Λύχνος χείμῶνος καιόμενος ἡσυχαῖος εὐδίαν σημαίνει.
冬にともされた灯火が穏やかに燃えているのは、晴天を示す。
Καὶ ἐὰν ἐπʼ ἄκρῳ οἷον κέγχρους ἔχῃ λαμπράς·
また、その先端に、アワの粒のような輝くものがある場合も同様である。
καὶ ἐὰν ἐν κύκλῳ τὴν μύξαν περιγράφῃ λαμπρὰ γραμμή.
そして、芯の受け口の周りを輝く線が丸く囲んでいる場合も同様である。
§4.55Ὁ τῆς σχίνου καρπὸς σημαίνει τοὺς ἀρότους·
マスティックの木の実が示すのは、耕作の時期である。
ἔχει δὲ τρία μέρη καὶ ἔστιν ὁ πρῶτος τοῦ πρώτου ἀρότου σημεῖον, ὁ δεύτερος τοῦ δευτέρου, ὁ τρίτος τοῦ τρίτου·
それには三つの部分があり、最初の実は最初の耕作の兆候であり、第二の実は第二の耕作、第三の実は第三の耕作の兆候である。
καὶ ὡς ἂν τούτων κλίνῃ κάλλιστα καὶ γένηται ἁδρότατος οὕτως ἕξει καὶ ὁ κατὰ τοῦτον ἄροτος.
そして、これらのうちどれが最も見事に実り、最も豊かに熟すかに応じて、それに対応する耕作も同様の結果になるだろう。
§4.56Λέγεται δὲ καὶ τοιάδε σημεῖα ὅλων τε τῶν ἐνιαυτῶν γίνεσθαι καὶ τῶν μορίων·
また、次のような兆候が、年全体およびその部分について起こるとも言われている。
Ἐὰν ἀρχομένου τοῦ χειμῶνος ζόφος ᾖ καὶ καύματα γίνηται καὶ ταῦτα ἄνευ ὕδατος ὑπʼ ἀνέμων διαλυθῇ, πρὸς τὸ ἔαρ σημαίνει χάλαζαν ἐσομένην.
もし冬の始まりに暗闇と暑さがあり、これらが雨を伴わずに風によって散らされるなら、春にかけて雹が降ることを示す。
Καὶ ἐὰν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν ὁμίχλαι πίπτωσι, πνεύματα καὶ ἀνέμους σημαίνουσιν εἰς ἕβδομον μῆνα ἀμφοτέρων ἀριθμουμένων.
また、春分の後に霧が降りるなら、両方の月を含めて数えて七ヶ月目まで、風や突風が吹くことを示す。
Ὅσαι μὲν ἅμα μηνοειδεῖ τῇ σελήνῃ πίπτουσιν, αὗται μὲν πνεύματα σημαίνουσιν εἰς ἐκεῖνον τὸν χρόνον, ὅσαι δʼ ἀμφικύρτου οὔσης τῆς σελήνης ὕδατα.
月が三日月であるときに降りる霧は、その時期の風を示し、月が凸月であるときの霧は、雨を示す。
Καὶ ὅσῳ ἂν μᾶλλον ἐφʼ ἑκατέρῳ τῷ σχήματι ὁμίχλαι πίπτωσι μᾶλλον τὰ εἰρημένα σημαίνει.
そして、それぞれの月相において霧が降りるのが多ければ多いほど、上述のことをより強く示す。
§4.57Σημαίνει δὲ καὶ τὰ πνεύματα ἅμα ταῖς ὁμίχλαις ἐπιπιπτούσαις γινόμενα·
また、霧が降りるのと同時に生じる風も、兆候を示す。
καὶ ἐὰν μὲν ἀπʼ ἠοῦς καὶ μεσημβρίας γίνηται τὰ πνεύματα, ὕδατα σημαίνει· ἐὰν δʼ ἀφʼ ἑσπέρας καὶ ἀπὸ τῆς ἄρκτου πνεύματα καὶ ψύχη.
すなわち、風が東や南から吹くなら雨を示し、西や北から吹くなら、風や寒さを示す。
Οὓς δὲ κομήτας Αἰγύπτιοι λέγουσιν οὐ μόνον τὰ προειρημένα σημαίνουσιν ὅταν φαίνωνται ἀλλὰ καὶ ψύχη·
エジプト人がコメーテースと呼ぶものは、現れるときに上述のことだけでなく、寒さをも示す。
ἐπὶ δὲ τοῖς ἄστροις εἴωθεν ὡς ἐπὶ τὸ πολὺ σημαίνειν καὶ ταῖς ἰσημερίαις καὶ τροπαῖς, οὐκ ἐπʼ αὐταῖς ἀλλʼ ἢ πρὸ αὐτῶν ἢ ὕστερον μικρῷ.
そして、それらは星々の出没や二分二至において兆候を示すのが常であるが、それらの当日ではなく、その前か少し後である。