Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §4.50-4.57

从天体和动植物推断晴天的征兆

第 8 段,共 8 段 · 希腊语

内容简介

第4章第50-57节讨论了从天体、山峰、鸟类、兽类,以及从黄连木果实、雾气和风向变化中推断出的晴天征兆以及对长期气候变化的预测。

§4.50Εὐδίας δὲ σημεῖα τάδε.
晴天的征兆如下。
Ἥλιος μὲν ἀνιὼν λαμπρὸς καὶ μὴ καυματίας καὶ μὴ ἔχων σημεῖον μηδὲν ἐν ἑαυτῷ εὐδίαν σημαίνει.
升起的太阳如果明亮而不炽热,并且自身没有任何征兆,则预示着晴天。
Ὡς δʼ αὕτως σελήνη πανσελήνῳ.
满月时的月亮也是如此。
Καὶ δυόμενος ἥλιος χειμῶνος εἰς καθαρὸν εὐδιεινὸς, ἐὰν μὴ ταῖς προτέραις ἡμέραις εἰς μὴ καθαρὸν δεδυκὼς ᾖ ἐξ εὐδιῶν· οὕτω δὲ ἄδηλον.
在冬天,落日如果落入晴朗的天空,则预示着晴天,除非在前几天里,在晴天之后它落入了不晴朗的天空;在那种情况下,征兆是不确定的。
Καὶ ἐὰν χειμάζοντος ἡ δύσις γένηται εἰς καθαρὸν εὐδιεινόν·
如果在暴风雨中,落日落入晴朗的天空,则预示着晴天。
καὶ ἐὰν δύνων χειμῶνος ὠχρὸς ᾖ εὐδίαν σημαίνει.
如果在冬天落山时太阳呈苍白色,则预示着晴天。
§4.51Καὶ ὁ μεὶς ἐὰν τριταῖος ὢν λαμπρὸς ᾖ εὐδιεινόν.
如果第三天的月牙明亮,则预示着晴天。
Καὶ ἡ τοῦ ὄνου φάτνη ὅτε ἂν καθαρὰ καὶ λαμπρὰ φαίνηται εὐδιεινόν.
当“驴槽星团”显现得清晰且明亮时,预示着晴天。
Ἅλως δὲ ἐὰν ὁμαλῶς παγῇ καὶ μαρανθῇ εὐδίαν σημαίνει.
而晕轮如果均匀地形成并消散,则预示着晴天。
Αἱ κοιλάδες νεφέλαι χειμῶνος εὐοδιειναί.
冬天谷地中的云预示着晴天。
Ὄλυμπος δὲ καὶ Ἄθως καὶ ὅλως τὰ ὄρη τὰ σημαντικὰ ὅταν τὰς κορυφὰς καθαρὰς ἔχωσιν εὐδίαν σημαίνει.
奥林匹斯山、阿索斯山以及所有具有预示作用的山峰,当它们的山顶清晰无云时,预示着晴天。
Καὶ ὅταν τὰ νέφη πρὸς τὴν θάλασσαν αὐτὴν παραζωννύῃ εὐδιεινόν.
当云朵紧贴着海面环绕成带状时,预示着晴天。
Καὶ ὅταν ὕσαντος πρὸς δυσμὰς χαλκῶδες τὰ νέφη χρῶμα ἔχῃ· εὐδία γὰρ ὡς τὰ πολλὰ τῇ ὑστεραίᾳ.
当雨后西边的云彩呈现青铜色时,因为第二天大抵会是晴天。
§4.52Ὅταν δὲ ὁμίχλη γένηται ὕδωρ οὐ γίνεται ἢ ἔλαττον.
当出现雾时,不降雨或雨量较少。
Ὅταν γέρανοι πέτωνται καὶ μὴ ἀνακάμπτωσιν εὐδίαν σημαίνει· οὐ γὰρ πέτονται πρὶν ἢ ἂν πετόμενοι καθαρὰ ἴδωσι.
当鹤飞翔而不折返时,预示着晴天;因为它们在飞翔中若不看见晴朗的天空,就不会起飞。
Γλαῦξ ἡσυχαῖον φθεγγομένη ἐν χειμῶνι εὐδίαν προσημαίνει· καὶ νύκτωρ χειμῶνος ἡσυχαῖον ᾄδουσα.
在暴风雨中,猫头鹰发出温和的叫声预示着晴天;在冬天的夜里温和地歌唱时也是如此。
Θαλαττία δὲ γλαῦξ ᾄδουσα χειμῶνος μὲν εὐδίαν σημαίνει, εὐδίας δὲ χειμῶνα.
而海鸮鸣叫,在暴风雨中预示着晴天,在晴天中则预示着暴风雨。
Καὶ κόραξ δὲ μόνος μὲν ἡσυχαῖον κράζων, καὶ ἐὰν τρὶς κράξῃ μετὰ τοῦτο πολλάκις κράξῃ εὐδιεινός.
乌鸦如果单处时温和地啼叫,并且如果叫了三声,此后又连叫多次,预示着晴天。
§4.53Καὶ κορώνη ἕωθεν εὐθὺς ἐὰν κράξῃ τρὶς εὐδίαν καὶ ἑσπέρας χειμῶνος ἡσυχαῖον ᾄδουσα.
而乌鸦如果清晨立即啼叫三声,预示着晴天,在冬天的傍晚温和地歌唱时也是如此。
Καὶ ὄρχιλος ἐξ ὀπῆς ἐκπετόμενος καὶ ἐξ ἑρκίων καὶ ἐξ οἰκίας ἔξωθεν εὐδίαν σημαίνει.
鹪鹩如果从洞穴、篱笆或房屋外飞出,预示着晴天。
Καὶ ἐὰν χειμῶνος βορεύοντος βορρᾶθεν ὑπόλαμψις γένηται λευκὴ νοτόθεν δὲ ἐναντία τεταγμένη ᾖ νεφέλη ὀγκώδης, ὡς ἐπὶ τὸ πολὺ εἰς εὐδίαν σημαίνει μεταβολήν.
如果在吹着北风的冬天,北方出现白色的微光,而相反的南方排列着团状的云,这大抵预示着向晴天的转变。
Καὶ ὅταν βορέας νεφέλας πολλὰς κινῇ ἐκπνέων μέγας εὐδίαν σημαίνει.
当北风猛烈吹拂,移动许多云朵时,预示着晴天。
§4.54Πρόβατα ὀψὲ ὀχευόμενα εὐδιεινὸν ἀποτελοῦσι τὸ σημεῖον.
绵羊在晚期交配构成了晴天的征兆。
Καὶ βοῦς ἐπὶ τὸ ἀριστερὸν ἰσχίον κατακλινόμενος εὐδίαν σημαίνει· καὶ κύων ὡσαύτως· ἐπὶ δεξιὸν δὲ χειμῶνα.
牛向左侧髋部躺下预示着晴天;狗也是如此;而向右侧则预示着暴风雨。
Τέττιγες πολλοὶ γινόμενοι νοσῶδες τὸ ἔτος σημαίνουσι.
蝉大量出现预示着这一年多病。
Λύχνος χείμῶνος καιόμενος ἡσυχαῖος εὐδίαν σημαίνει.
在冬天燃烧得平稳的灯火预示着晴天。
Καὶ ἐὰν ἐπʼ ἄκρῳ οἷον κέγχρους ἔχῃ λαμπράς· καὶ ἐὰν ἐν κύκλῳ τὴν μύξαν περιγράφῃ λαμπρὰ γραμμή.
如果其尖端有像小米粒一样闪亮的东西也是如此;以及如果有一条明亮的线环绕着灯嘴。
§4.55Ὁ τῆς σχίνου καρπὸς σημαίνει τοὺς ἀρότους· ἔχει δὲ τρία μέρη καὶ ἔστιν ὁ πρῶτος τοῦ πρώτου ἀρότου σημεῖον, ὁ δεύτερος τοῦ δευτέρου, ὁ τρίτος τοῦ τρίτου· καὶ ὡς ἂν τούτων κλίνῃ κάλλιστα καὶ γένηται ἁδρότατος οὕτως ἕξει καὶ ὁ κατὰ τοῦτον ἄροτος.
黄连木的果实预示着耕作的时节;它有三个部分,第一个是第一次耕作的征兆,第二个是第二次的,第三个是第三次的;这些部分中,无论哪一个长势最好、最为丰满,与之相应的耕作也将取得同样的效果。
§4.56Λέγεται δὲ καὶ τοιάδε σημεῖα ὅλων τε τῶν ἐνιαυτῶν γίνεσθαι καὶ τῶν μορίων· Ἐὰν ἀρχομένου τοῦ χειμῶνος ζόφος ᾖ καὶ καύματα γίνηται καὶ ταῦτα ἄνευ ὕδατος ὑπʼ ἀνέμων διαλυθῇ, πρὸς τὸ ἔαρ σημαίνει χάλαζαν ἐσομένην.
据说以下这类征兆既针对一整年,也针对其不同部分而产生:如果冬初出现阴暗和炎热,且这些现象在无雨的情况下被风吹散,则预示着到春天时将会下雹。
Καὶ ἐὰν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν ὁμίχλαι πίπτωσι, πνεύματα καὶ ἀνέμους σημαίνουσιν εἰς ἕβδομον μῆνα ἀμφοτέρων ἀριθμουμένων.
如果春分后降雾,则预示着风和微风将持续到第七个月(两者均计算在内)。
Ὅσαι μὲν ἅμα μηνοειδεῖ τῇ σελήνῃ πίπτουσιν, αὗται μὲν πνεύματα σημαίνουσιν εἰς ἐκεῖνον τὸν χρόνον, ὅσαι δʼ ἀμφικύρτου οὔσης τῆς σελήνης ὕδατα.
凡是在月亮呈新月状时降下的雾,预示着那个时期的风,而在月亮呈凸月状时降下的雾,则预示着降雨。
Καὶ ὅσῳ ἂν μᾶλλον ἐφʼ ἑκατέρῳ τῷ σχήματι ὁμίχλαι πίπτωσι μᾶλλον τὰ εἰρημένα σημαίνει.
并且,在这两种月相下落雾越频繁,上述情况就越显著。
§4.57Σημαίνει δὲ καὶ τὰ πνεύματα ἅμα ταῖς ὁμίχλαις ἐπιπιπτούσαις γινόμενα· καὶ ἐὰν μὲν ἀπʼ ἠοῦς καὶ μεσημβρίας γίνηται τὰ πνεύματα, ὕδατα σημαίνει· ἐὰν δʼ ἀφʼ ἑσπέρας καὶ ἀπὸ τῆς ἄρκτου πνεύματα καὶ ψύχη.
降雾的同时产生的风也具有预示作用:如果风来自东方和南方,则预示着雨;如果来自西方和北方,则预示着风和寒冷。
Οὓς δὲ κομήτας Αἰγύπτιοι λέγουσιν οὐ μόνον τὰ προειρημένα σημαίνουσιν ὅταν φαίνωνται ἀλλὰ καὶ ψύχη· ἐπὶ δὲ τοῖς ἄστροις εἴωθεν ὡς ἐπὶ τὸ πολὺ σημαίνειν καὶ ταῖς ἰσημερίαις καὶ τροπαῖς, οὐκ ἐπʼ αὐταῖς ἀλλʼ ἢ πρὸ αὐτῶν ἢ ὕστερον μικρῷ.
而埃及人所谓的彗星出现时,不仅预示着上述情况,还预示着寒冷;并且,它们通常在恒星出没以及二分二至时预示征兆,不是在这些日子的当天,而是在之前或稍后一点。

词汇与语法注释

  1. §4.50ἐξ εὐδιῶν — 介词 ἐκ/ἐξ 后接 εὐδία 的复数属格。字面意思是“从晴天(复数)中出来”,在此表示“在一阵晴天过后”。
  2. §4.51κοιλάδες νεφέλαι — 形容词 κοιλάς(凹陷的、谷地般的)直接修饰 νεφέλαι(云)。一般可以理解为“谷地中的云”或“低垂的/凹凸不平的云”。此处译文采用在地形谷地中聚集的云的解释。
  3. §4.51παραζωννύῃ — 动词 παραζωννύω(如带般环绕)的单数第三人称主动语态。主语是中性复数名词 νέφη,因此动词使用单数。它可以作不及物动词解释为“呈带状展开”,或者看作省略了反身代词 ἑαυτά 等而解释为“(使自身)如带般环绕”。
  4. §4.53χειμῶνος βορεύοντος — 属格绝对结构。βορεύω(刮北风)的现在分词属格与 χειμῶνος(冬天或暴风雨)一致。虽然 χειμῶνος 也可以被视为表示时间的属格(“在冬天”),但更自然的是将其作为绝对结构的一部分,理解为“在刮着北风的恶劣天气(暴风雨)时”。
  5. §4.56ἀμφοτέρων ἀριθμουμένων — 属格绝对结构,字面意思是“在两者都被计算在内的情况下”。这指的是古希腊的包含性计数法(将起始月和结束月都计算在内),明确指出包括春分所在的月份和第七个月在内,共计七个月。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §4.50-4.57. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x03.humanitext-grc1:4.50-4.57

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。