§2.9CAP. IX. Τῶν δὲ μεταλλευτῶν τὰ ἐν τοῖς γεωφανέσι ἔτι λοιπὰ, ὧν ἡ γένεσις ὥσπερ ἐλέχθη κατʼ ἀρχὰς ἐκ συρροῆς τινὸς καὶ ἐκκρίσεως γίνεται καθαρωτέρας καὶ ὁμαλωτέρας τῶν ἄλλων.
CAP. IX. 採掘物のうち、土に類する物質の中に含まれるもので、まだ述べていない残りのものがある。 それらの生成は、最初に語られたように、他よりも清浄で均質な、ある種の流入と分離から生じる。
χρώματα δὲ παντοῖα λαμβάνουσι καὶ διὰ τὴν τῶν ὑποκειμένων διὰ τὴν τῶν ουντων διαφορὰν, ἐξ ὧν τὰς μὲν μαλάττοντες τὰς δὲ τήκοντες καὶ τρίβοντες συντιθέασι τὰς λίθους τὰς ἐκ τῆς Ἀσίας ταύτας ἀγομένας.
そして、それらは基質となる物質の違いによってあらゆる色を帯び、それらから、あるものは和らげ、あるものは融かし、あるいはすり潰すことによって、アジアから運ばれてくるこれらの石を合成するのである。
αἱ δʼ αὐτοφυεῖς καὶ ἄμα τῷ περιττῷ τὸ χρήσιμον ἔχουσαι σχεδὸν τρεῖς εἰσὶν ἢ τέτταρες, ἣ τε μηλιὰς καὶ ἡ κιμωλία καὶ ἡ σαμία καὶ ἡ τυμφαῖκὴ τετάρτη παρὰ ταύτας ἢ γύψος.
また、自生的なものであって、並外れた性質と同時に実用性を有するものは、ほぼ三つか四つであり、メロス土、キモロス土、サモス土、そしてこれらとは異なる第四のものとしてテュムパイア土、あるいは石膏である。
χρῶνται δὲ οἱ γραφεῖς τῇ μηλιάδι μόνον, τῇ σαμίᾳ δʼ οὔ καίπερ οὔσῃ καλῇ, διὰ τὸ λίπος ἔχειν καὶ πυκνότητα καὶ λειότητα.
画家たちはメロス土のみを使い、サモス土は、それが美しいものであるにもかかわらず、脂っぽさと密度と滑らかさを有しているために、用いない。
τὸ γὰρ ἢρεμον καὶ δες καὶ ἀλιπὲς ἐπὶ τῆς γραφῆς ἁρμόττει μᾶλλον ὅπερ ἡ μηλιὰς ἔχει τῷ φαρίδι.
というのも、穏やかで(もろく)、脂っぽさのないものが、絵画にはより適しており、それはメロス土がその特有の軽さにおいて有しているものであるからである。
εἰσὶ δὲ ἐν τῇ Μήλῳ καὶ ἐν τῇ Σάμῳ διαφοραὶ τῆς γῆς πλείους.
メロス島とサモス島には、土の多くの違いがある。
ὀρύττοντα μὲν οὖν οὐκ ἔστιν ὀρθὸν στῆναι ἐν τοῖς ἐν Σάμῳ ἀλλʼ ἀναγκαῖον ἢ ὕπτιον ἢ πλάγιον.
したがって、サモスにおける採掘場では、採掘する者が直立して立つことはできず、仰向けになるか、あるいは横向きになることが必要である。
ἡ δὲ φλὲψ ἐπὶ πολὺ διατείνει, τὸ μὲν ὕψος ἡλίκη δίπους, τὸ δὲ βάθος πολλῷ μείζων·
そして、その脈は遠くまで延びており、高さはおよそ二プースであるが、奥行きはそれよりはるかに大きい。
ἐφʼ ἑκάτερα δʼ αὐτὴν λίθοι περιέχουσιν ἐξ ὧν ἐξαιρεῖται.
そしてその両側を石が囲んでおり、その石から土が取り出される。
διαφυὴν ἔχει διὰ μέσου καὶ ἡ διαφυὴ βελτίων ἐστὶ τῶν ἔξω καὶ πάλιν ἑτέραν αὐτῆς καὶ ἑτέραν ἄχρι τεττάρων.
それは中央を貫く層を持っており、その層は外側のものよりも良質である。 そしてその奥にまた別の層があり、さらに別の層があって、四つに及ぶ。
. ἐστὶν ἡ ἐσχάτη, καλεῖται ἀστήρ·
最後のものは「星」と呼ばれている。
χρῶνται δὲ τῇ γῇ πρὸς τὰ ἱμάτια μάλιστα ἢ μόνον.
そして、彼らはその土を、主に、あるいはただ衣服のために用いる。
χρῶνται δὲ καὶ τῇ τυμφαϊκῇ πρὸς τὰ ἱμάτια καὶ καλοῦσι γύψον οἱ περὶ τὸν Ἄθων καὶ τοὺς τόπους ἐκείνους.
また、彼らはテュムパイア土も衣服のために用い、アトス山とその周辺の地域の人々は、それを石膏と呼んでいる。
ἡ δὲ γύψος γίνεται πλείστη μὲν ἐν Κύπρῳ καὶ περιφανεστάτη.
そして、石膏はキプロスで最も多く産出し、最も顕著である。
μικρὸν γὰρ ἀφαιροῦσι τῆς γῆς ὀρύττοντες.
というのも、彼らは掘る際に地表をわずかに取り除くだけだからである。
ἐν Φοινίκῃ δὲ καὶ ἐν Συρίᾳ καίοντες τοὺς λίθους ποιοῦσιν.
しかし、フェニキアやシリアでは、彼らは石を焼くことによってそれを作る。
ἔπειτα δʼ ἐν Θουρίοις καὶ γὰρ ἐκεῖ γίνεται πολλή.
次にはトゥリオイであり、そこでも多く産出するからである。
τρίτη δὲ ἡ περὶ Τυμφαίαν καὶ περὶ Περραιβίαν καὶ κατʼ ἄλλους τόπους.
第三に、テュムパイアやペッライビアの周辺、および他の場所のものである。
ἡ δὲ φύσις αὐτῆς ἰδία· λιθωδεστέρα γὰρ μᾶλλόν ἐστιν ἢ γεώδης·
その性質は独特であり、土のようであるよりもむしろ石のようである。
ὁ δὲ λίθος ἐμφερὴς τῷ ἀλαβαστρίτῃ·
そして、その石は雪石膏に似ている。
μέγας δʼ οὐ τεμνεται ἀλλὰ χαλικώδης.
しかし、大きな塊としては切り出されず、砂利のようである。
ἡ δὲ γλισχρότης καὶ θερμότης ὅταν βρεχθῇ θαυμαστή.
それが濡らされたときの、粘り気と熱は驚くべきものである。
χρῶνται γὰρ πρός τε τὰ οἰκοδομήματα τὸν λίθον περιχέοντες κἄν τι ἄλλο βούλωνται τοιοῦτον κολλῆσαι.
というのも、彼らは建物のために、石の周囲にそれを流し込み、あるいは何か他の同様のものを接着したいときに、これを用いるからである。
κόψαντες δὲ καὶ ὕδωρ ἐπιχέοντες ταράττουσι ξύλοις, τῇ χειρὶ γὰρ οὐ δύνανται διὰ τὴν θερμότητα.
彼らはそれを砕き、水を注ぎ、木棒でかき混ぜる。 熱のために手ではできないからである。
βρέχουσι δὲ παραχρῆμα πρὸς τὴν χρείαν·
そして、使う直前に濡らす。
ἐὰν (δὲ) μικρὸν πρότερον ταχὺ πήγνυται καὶ οὐκ ἔστι διελεῖν.
もし少し前に濡らしておくと、急速に固まり、分割することができなくなるからである。
θαυμαστὴ δὲ καὶ (ἡ) ἰσχύς·
その強度も驚くべきものである。
ὅτε γὰρ οἱ λίθοι ῥήγνυνται ἢ διαφέρονται ἡ γύψος οὐκ ἀνίησι, πολλάκις δὲ καὶ τὰ μὲν πέπτωκε καὶ ὑφῄρηται, τὰ δʼ ἄνω κρεμάμενα μένει συνεχόμενα τῇ κολλήσει.
というのも、石が壊れたり離れたりしても、石膏は手を緩めず、しばしば下部の石は崩れ落ちて失われても、上部の吊り下がった部分は接着によって繋ぎ止められたまま留まるからである。
δύναται δὲ καὶ ὑφαιρουμένη πάλιν καὶ πάλιν ὀπτᾶσθαι καὶ γίνεσθαι χρησίμη.
また、それは取り外された後に、何度も繰り返し焼かれて、再び有用なものとなることができる。
περὶ μὲν οὖν Κύπρον καὶ Φοινίκην εἰς ταῦτα μάλιστα, περὶ δὲ Ἰταλίαν καὶ εἰς τὸν οἶνον·
したがって、キプロスやフェニキア周辺では、主にこれらの目的のために用いられ、イタリア周辺では、ワインのためにも用いられる。
καὶ οἱ γραφεῖς (πρὸς) ἔνια τῶν κατὰ τὴν τέχνην ἔτι δὲ οἱ γναφεῖς ἐμπάττοντες εἰς τὰ ἱμάτια.
そして、画家たちも技術上の特定の事柄のために用い、さらに、縮絨工たちも衣服に振りかけることによって用いる。
διαφέρειν δὲ δοκεῖ καὶ πρὸς ἀπομάγματα πολὺ τῶν ἄλλων, εἰς ὃ καὶ χρῶνται μᾶλλον καὶ μάλισθʼ οἱ περὶ τὴν Ἑλλάδα, γλισχρότητι καὶ λειότητι.
また、それは型取りのためにも、他のものよりはるかに優れていると思われており、そのためにギリシア周辺の人々は、その粘り気と滑らかさのゆえに、特にそれを用いる。
ἡ μὲν δύναμις ἐν τούτοις καὶ τοιούτοις.
その効能はこれらやこれに類することにある。
ἡ δὲ φύσις ἔοικεν ἀμφότερά πως ἔχειν καὶ τὰ τῆς κονίας καὶ τὰ τῆς γῆς, θερμότητα καὶ γλισχρότητα, μᾶλλον δὲ ἑκατέραν ὑπερέχουσαν.
しかし、その本性は、消石灰の性質と土の性質の両方を、すなわち熱と粘り気をある程度併せ持っているようであり、むしろそれぞれの性質が勝っている。
ὅτι δʼ ἔμπυρος κἀκεῖθεν φανερόν.
それが火を含んでいることは、次のことからも明らかである。
ἤδη γάρ τις ναῦς ἱματηγὸς βρεχθέντων ἱματίων ὡς ἐπυρώθησαν συγκατεκαύθη καὶ αὐτή.
かつて、衣服を積んだ船が、濡れた衣服が発熱したことによって、船自体もともに全焼したことがある。
καίουσι δὲ καὶ ἐν Φοινίκῃ καὶ ἐν Συρίᾳ καμινεύοντες αὐτήν·
また、彼らはフェニキアやシリアでも、窯に入れてそれを焼く。
καίουσι δὲ μάλιστα τούς μαρμάρους καὶ ἁπλουστέρους.
彼らは主に、大理石や、より普通の石を焼く。
στερεωτάτους μὲν παρατιθέντες (βόλιτον, ἕνεκα) τοὐ θᾶττον καίεσθαι καὶ μᾶλλον.
最も硬い石に対しては、より速く、より強く焼くために牛糞を添えて。
δοκεῖ γὰρ θερμότατον εἶναι πυρωθὲν καὶ πλεῖστον χρόνον διαμένει.
というのも、それは一度熱せられると、きわめて熱くなり、最も長い時間維持されるからである。
ὀπτήσαντες δὲ κόπτουσι ὥσπερ τὴν κονίαν.
そして、彼らはそれを焼いた後、消石灰のように砕く。
ἐκ τούτου δʼ ἂν δόξειεν εἶναι φανερὸν ὅτι πυρώδης τις ἡ γένεσις αὐτῆς τὸ ὅλον ἐστίν.
このことから、その生成の全体が、ある種、火の性質を帯びたものであることが明らかであると思われるであろう。