§10Περὶ μὲν οὖν τῶν ἀναίμων, ὅτι τοῖς μὲν ὁ περιέχων ἀὴρ τοῖς δὲ τὸ ὑγρὸν βοηθεῖ πρὸς τὴν ζωήν, εἴρηται·
したがって、無血動物について、あるものには周囲の空気が、他のものには液体が生命の維持を助けるということは、すでに語られた。
τοῖς δ’ ἐναίμοις καὶ τοῖς ἔχουσι καρδίαν, ὅσα μὲν ἔχει πλεύμονα, πάντα δέχεται τὸν ἀέρα καὶ τὴν κατάψυξιν ποιεῖται διὰ τοῦ ἀναπνεῖν καὶ ἐκπνεῖν.
他方、有血動物で心臓を持つもののうち、肺を持つものはすべて、空気を取り入れ、吸気と呼気によって冷却を行う。
Ἔχει δὲ πλεύμονα τά τε ζῳοτοκοῦντα ἐν αὑτοῖς καὶ μὴ θύραζε μόνον (τὰ γὰρ σελάχη ζῳοτοκεῖ μέν, ἀλλ’ οὐκ ἐν αὑτοῖς) καὶ τῶν ᾠοτοκούντων τά τε πτερυγωτά, οἷον ὄρνιθες, καὶ τὰ φολιδωτά, οἷον χελῶναι καὶ σαῦραι καὶ ὄφεις.
そして、自らの体内で胎生(単に体外でそうなるのではない)であるもの(というのも、軟骨魚類は胎生ではあるが、自らの体内ではないからである)、および卵生のうちで、羽のあるもの(たとえば鳥類)や、鱗のあるもの(たとえばカメやトカゲやヘビ)が肺を持っている。
Ἐκεῖνα μὲν οὖν ἔναιμον, τούτων δὲ τὰ πλεῖστα τὸν πλεύμονα ἔχει σομφόν.
さて、前者のものは血が多く、後者のうちの大部分は海綿状の肺を持っている。
Διὸ καὶ τῇ ἀναπνοῇ χρῆται μανότερον, ὥσπερ εἴρηται καὶ πρότερον.
それゆえ、呼吸することもより間隔をおいて行う。 それは以前にも述べられた通りである。
Χρῆται δὲ πάντα καὶ ὅσα διατρίβει καὶ ποιεῖται τὸν βίον ἐν τοῖς ὕδασιν, οἷον τὸ τῶν ὕδρων γένος καὶ βατράχων καὶ κροκοδείλων καὶ ἑμύδων καὶ χελῶναι αἵ τε θαλάττιαι καὶ αἱ χερσαῖαι καὶ φῶκαι·
また、水中で過ごし、そこで生活を営むものもすべて呼吸を行う。 たとえば、ウミヘビの類、カエル、ワニ、イシガメ、そして海生および陸生のカメ、アザラシがそうである。
ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα καὶ τίκτει ἐν τῷ ξηρῷ, καὶ καθεύδει ἢ ἐν τῷ ξηρῷ, ἢ ἐν τῷ ὑγρῷ ὑπερέχοντα τὸ στόμα διὰ τὴν ἀναπνοήν.
なぜなら、これらすべておよびそれに類するものは、陸上で産卵し、また陸上で、あるいは水中で呼吸のために口を水面上に出して眠るからである。
Ὅσα δὲ βράγχια ἔχει, πάντα καταψύχεται δεχόμενα τὸ ὕδωρ·
他方、鰓を持つものはすべて、水を受け入れることによって冷却される。
ἔχει δὲ βράγχια τὸ τῶν καλουμένων σελαχῶν γένος καὶ τῶν ἄλλων ἀπόδων.
そして、いわゆる軟骨魚類の類や、その他の無足のものが鰓を持っている。
Ἄποδες δ’ οἱ ἰχθύες πάντες·
魚類はすべて無足である。
καὶ γὰρ ἃ ἔχει, καθ’ ὁμοιότητα τῶν πτερυγίων ἔχουσιν.
なぜなら、彼らが持っているものも、鰭との類似において持っているからである。
Τῶν δὲ πόδας ἐχόντων ἓν ἔχει βράγχιον μόνον τῶν τεθεωρημένων ὁ καλούμενος κορδύλος.
足を持つもののうち、観察されたもののなかで唯一鰓を持つのは、コルドゥロスと呼ばれるものである。
Ἅμα δὲ πλεύμονα καὶ βράγχια οὐδὲν ὦπταί πω ἔχον.
しかし、肺と鰓の両方を同時に持っているものは、これまで観察されたことがない。
Αἴτιον δ’ ὅτι ὁ μὲν πλεύμων τῆς ὑπὸ τοῦ πνεύματος καταψύξεως ἕνεκέν ἐστιν (ἔοικε δὲ καὶ τοὔνομα εἰληφέναι ὁ πνεύμων διὰ τὴν τοῦ πνεύματος ὑποδοχήν), τὰ δὲ βράγχια πρὸς τὴν ἀπὸ τοῦ ὕδατος κατάψυξιν·
その理由は、肺は空気による冷却のためであり(「肺」という名前も、空気の受容に由来して名付けられたと思われるが)、鰓は水による冷却のためだからである。
ἓν δ’ ἐφ’ ἓν ὄργανον χρήσιμον, καὶ μία κατάψυξις ἱκανὴ πᾶσιν.
一つの目的には一つの器官が有用であり、冷却は誰にとっても一種類で十分である。
Ὤστ’ ἐπεὶ μάτην οὐδὲν ὁρῶμεν ποιοῦσαν τὴν φύσιν, δυοῖν δ’ ὄντοιν θάτερον ἂν ἦν μάτην, διὰ τοῦτο τὰ μὲν ἔχει βράγχια τὰ δὲ πνεύμονα, ἄμφω δ’ οὐδέν.
したがって、自然は無駄なことを何もしないこと、そして二つあればその一方は無駄になるであろうことから、このために、あるものは鰓を持ち、あるものは肺を持つが、両方を持つものは何もない。
§11Ἐπεὶ δὲ πρὸς μὲν τὸ εἶναι τροφῆς δεῖται τῶν ζῴων ἕκαστον, πρὸς δὲ τὴν σωτηρίαν τῆς καταψύξεως, τῷ αὐτῷ ὀργάνῳ χρῆται πρὸς ἄμφω ταῦτα ἡ φύσις, καθάπερ ἐνίοις τῇ γλώττῃ πρός τε τοὺς χυμοὺς καὶ πρὸς τὴν ἑρμηνείαν, οὕτω τοῖς ἔχουσι τὸν πλεύμονα τῷ καλουμένῳ στόματι πρός τε τὴν τῆς τροφῆς ἐργασίαν καὶ τὴν ἐκπνοὴν καὶ τὴν ἀναπνοήν.
さて、動物のそれぞれは生存のために食物を必要とし、自己保存のために冷却を必要とするが、自然はこれら両方のために同じ器官を使用している。 それはちょうど、あるものにおいて舌が味覚のためと意思伝達のために使われるように、肺を持つものにおいては、いわゆる口が食物の処理と、呼気および吸気のために使われている。
Τοῖς δὲ μὴ ἔχουσι πνεύμονα μηδ’ ἀναπνέουσι τὸ μὲν στόμα πρὸς τὴν ἐργασίαν τῆς τροφῆς, πρὸς δὲ τὴν κατάψυξιν τοῖς δεομένοις καταψύξεως ἡ τῶν βραγχίων ὑπάρχει φύσις.
他方、肺を持たず呼吸もしないものにおいては、口は食物の処理のためにあり、冷却を必要とするものに対する冷却のためには、鰓の器官が存在している。
Πῶς μὲν οὖν ἡ τῶν εἰρημένων ὀργάνων δύναμις ποιεῖ τὴν κατάψυξιν, ὕστερον ἐροῦμεν.
では、これら述べられた器官の働きがどのように冷却を行うかについては、後に語ることにしよう。
Πρὸς δὲ τὸ τὴν τροφὴν μὴ διακωλύειν παραπλησίως τοῖς τ’ ἀναπνέουσι συμβαίνει καὶ τοῖς δεχομένοις τὸ ὑγρόν·
食物が妨げられないようにすることについては、呼吸するものと液体を受け入れるものの両方に、同様のことが起こる。
οὔτε γὰρ ἀναπνέοντες ἅμα καταδέχονται τὴν τροφήν·
というのも、呼吸しながら同時に食物を取り入れることはないからである。
εἰ δὲ μή, συμβαίνει πνίγεσθαι παρεισιούσης τῆς τροφῆς ἢ τῆς ὑγρᾶς ἢ τῆς ξηρᾶς ἐπὶ τὸν πνεύμονα διὰ τῆς ἀρτηρίας·
さもなければ、湿った食物、あるいは乾いた食物が、気管を通って肺へと滑り込むことによって、窒息が起こる。
πρότερον γὰρ κεῖται ἡ ἀρτηρία τοῦ οἰσοφάγου, δι’ οὖ ἡ τροφὴ πορεύεται εἰς τὴν καλουμένην κοιλίαν.
なぜなら、気管は、食物がそれを通っていわゆる胃へと進む食道よりも前方に位置しているからである。
Τοῖς μὲν οὖν τετράποσι καὶ ἐναίμοις ἔχει ἡ ἀρτηρία οἷον πῶμα τὴν ἐπιγλωττίδα·
そこで、四肢があり有血の動物においては、気管は喉頭蓋という蓋のようなものを持っている。
τοῖς δ’ ὄρνισι καὶ τῶν τετραπόδων τοῖς ᾠοτόκοις οὐκ ἔπεστιν, ἀλλὰ τῇ συναγωγῇ τὸ αὐτὸ ποιοῦσιν·
しかし、鳥類や四肢のある卵生動物にはこれは備わっておらず、気管の収縮によって同じことを行う。
δεχόμενα γὰρ τὴν τροφὴν τὰ μὲν συνάγει, τὰ δ’ ἐπιτίθησι τὴν ἐπιγλωττίδα.
すなわち、食物を受け入れる際、後者は喉頭蓋をかぶせるが、前者は気管の口を収縮させるのである。
Προελθούσης δὲ τὰ μὲν ἐπαίρει, τὰ δὲ διοίγει καὶ καταδέχεται τὸ πνεῦμα πρὸς τὴν κατάψυξιν.
そして食物が通り過ぎると、後者はそれを持ち上げ、前者は気管の口を広げて、冷却のために空気を受け入れる。
Τὰ δ’ ἔχοντα βράγχια, ἀφέντα διὰ τούτων τὸ ὑγρόν, διὰ τοῦ στόματος καταδέχεται τὴν τροφήν·
他方、鰓を持つものは、そこから液体を排出した上で、口から食物を受け入れる。
ἀρτηρίαν μὲν γὰρ οὐκ ἔχουσιν, ὥστε ταύτῃ μὲν οὐθὲν ἂν βλάπτοιντο ὑπὸ τῆς τοῦ ὑγροῦ παρεμπτώσεως, ἀλλ’ εἰς τὴν κοιλίαν εἰσιόντος.
なぜなら、それらは気管を持たず、したがって、液体が気管に迷い込むことによって害されることはなく、それは胃へと入るからである。
Διὸ ταχεῖαν ποιεῖται τὴν ἄφεσιν καὶ τὴν λῆψιν τῆς τροφῆς, καὶ τοὺς ὀδόντας ὀξεῖς ἔχουσι, καὶ καρχαρόδοντες σχεδὸν πάντες εἰσίν·
それゆえ、水の排出と食物の摂取を素早く行い、歯が鋭く、ほぼすべてが鋸歯を持っている。
οὐ γὰρ ἐνδέχεται λεαίνειν τὴν τροφήν.
というのも、食物を噛み砕くことができないからである。