Humanitext Reader

亚里士多德 · 政治学 §8.1342a-8.1342b

适于教育的旋律与调式选择

第 155 段,共 155 段 · 希腊语

内容简介

亚里士多德主张应根据教育、净化等不同目的来区分使用各种和声,认为德里亚调最适合教育,并批评苏格拉底在排斥奥洛斯管的同时却保留了弗里吉亚调。他还提出了教育的三大标准:中庸、可能和适当。

§8.1342aφανερὸν ὅτι χρηστέον μὲν πάσαις ταῖς ἁρμονίαις, οὐ τὸν αὐτὸν δὲ τρόπον πάσαις χρηστέον, ἀλλὰ πρὸς μὲν τὴν παιδείαν ταῖς ἠθικωτάταις, πρὸς δὲ ἀκρόασιν ἑτέρων χειρουργούντων καὶ ταῖς πρακτικαῖς καὶ ταῖς ἐνθουσιαστικαῖς.
显而易见,应当使用所有的和声,但不能以相同的方式使用所有的和声;为了教育,应当使用最具伦理特性的和声,而为了聆听他人的演奏,也应当使用实践性的和热狂性的和声。
ὃ γὰρ περὶ ἐνίας συμβαίνει πάθος ψυχὰς ἰσχυρῶς, τοῦτο ἐν πάσαις ὑπάρχει, τῷ δὲ ἧττον διαφέρει καὶ τῷ μᾶλλον, οἷον ἔλεος καὶ φόβος, ἔτι δʼ ἐνθουσιασμός· καὶ γὰρ ὑπὸ ταύτης τῆς κινήσεως κατοκώχιμοί τινές εἰσιν, ἐκ τῶν δʼ ἱερῶν μελῶν ὁρῶμεν τούτους, ὅταν χρήσωνται τοῖς ἐξοργιάζουσι τὴν ψυχὴν μέλεσι, καθισταμένους ὥσπερ ἰατρείας τυχόντας καὶ καθάρσεως·
因为强烈产生于某些灵魂中的情感,也存在于所有灵魂中,只是程度有多寡之别,例如怜悯和恐惧,还有热狂;因为确实有些人极易受到这种运动的影响,而我们看到,由于神圣的旋律,当他们使用那些使灵魂狂喜的旋律时,便得以恢复平静,仿佛得到了医治和净化(卡塔尔西斯)。
ταὐτὸ δὴ τοῦτο ἀναγκαῖον πάσχειν καὶ τοὺς ἐλεήμονας καὶ τοὺς φοβητικοὺς καὶ τοὺς ὅλως παθητικούς, τοὺς ἄλλους καθʼ ὅσον ἐπιβάλλει τῶν τοιούτων ἑκάστῳ, καὶ πᾶσι γίγνεσθαί τινα κάθαρσιν καὶ κουφίζεσθαι μεθʼ ἡδονῆς.
同样的情感体验也必然属于怜悯者、恐惧者以及一般多情善感的人,而其他人则在各自受到此类情感波及的范围内体验到它,所有人都会产生某种净化,并在伴随着快乐中得到纾解。
ὁμοίως δὲ καὶ τὰ μέλη τὰ πρακτικὰ παρέχει χαρὰν ἀβλαβῆ τοῖς ἀνθρώποις· διὸ ταῖς μὲν τοιαύταις ἁρμονίαις καὶ τοῖς τοιούτοις μέλεσιν θετέον τοὺς τὴν θεατρικὴν μουσικὴν μεταχειριζομένους ἀγωνιστάς·
同样,实践性的旋律也给人们提供无害的喜悦;因此,应当让那些从事剧场音乐的竞技者使用此类和声和此类旋律。
ἐπεὶ δʼ ὁ θεατὴς διττός, ὁ μὲν ἐλεύθερος καὶ πεπαιδευμένος, ὁ δὲ φορτικὸς ἐκ βαναύσων καὶ θητῶν καὶ ἄλλων τοιούτων συγκείμενος, ἀποδοτέον ἀγῶνας καὶ θεωρίας καὶ τοῖς τοιούτοις πρὸς ἀνάπαυσιν·
既然观众是双重的,一类是自由且受过教育的,另一类是庸俗的,由工匠、雇工及其他类似的人组成,因此也应当向这类观众提供竞技和观演活动以供休息。
εἰσὶ δὲ ὥσπερ αὐτῶν αἱ ψυχαὶ παρεστραμμέναι τῆς κατὰ φύσιν ἕξεως—οὕτω καὶ τῶν ἁρμονιῶν παρεκβάσεις εἰσὶ καὶ τῶν μελῶν τὰ σύντονα καὶ παρακεχρωσμένα, ποιεῖ δὲ τὴν ἡδονὴν ἑκάστοις τὸ κατὰ φύσιν οἰκεῖον, διόπερ ἀποδοτέον ἐξουσίαν τοῖς ἀγωνιζομένοις πρὸς τὸν θεατὴν τὸν τοιοῦτον τοιούτῳ τινὶ χρῆσθαι τῷ γένει τῆς μουσικῆς.
正像他们的灵魂偏离了自然的常态一样,和声也有变异,旋律也有紧张的和变调的;而符合各自天性且适合的东西能给他们带来快乐,因此应当给那些在这类观众面前竞争的竞技者以自由,允许他们使用某种此类音乐类型。
πρὸς δὲ παιδείαν, ὥσπερ εἴρηται, τοῖς ἠθικοῖς τῶν μελῶν χρηστέον καὶ ταῖς ἁρμονίαις ταῖς τοιαύταις.
然而对于教育,如前所述,应当使用伦理性的旋律和此类和声。
τοιαύτη δʼ ἡ δωριστί, καθάπερ εἴπομεν πρότερον· δέχεσθαι δὲ δεῖ κἄν τινα ἄλλην ἡμῖν δοκιμάζωσιν οἱ κοινωνοὶ τῆς ἐν φιλοσοφίᾳ διατριβῆς καὶ τῆς περὶ τὴν μουσικὴν παιδείας.
德里亚调就是这样一种和声,正如我们前面所说;而如果我们在哲学研究以及音乐教育方面的同伴向我们推荐任何其他适合的和声,我们也应当接受。
ὁ δʼ ἐν τῇ Πολιτείᾳ Σωκράτης οὐ καλῶς τὴν φρυγιστὶ μόνην καταλείπει μετὰ τῆς δωριστί, καὶ ταῦτα ἀποδοκιμάσας τῶν ὀργάνων τὸν αὐλόν.
但《国家篇》中的苏格拉底仅在德里亚调之外保留弗里吉亚调,这是不妥当的,而且这还是在他排斥了乐器中的奥洛斯管之后做出的决定。
§8.1342bἔχει γὰρ τὴν αὐτὴν δύναμιν ἡ φρυγιστὶ τῶν ἁρμονιῶν ἥνπερ αὐλὸς ἐν τοῖς ὀργάνοις· ἄμφω γὰρ ὀργιαστικὰ καὶ παθητικά·
因为弗里吉亚调在和声中所具有的力量,正与奥洛斯管在乐器中所具有的力量相同;因为两者都是热狂的且煽动情感的。
. πᾶσα γὰρ βακχεία καὶ πᾶσα ἡ τοιαύτη κίνησις μάλιστα τῶν ὀργάνων ἐστὶν ἐν τοῖς αὐλοῖς, τῶν δʼ ἁρμονιῶν ἐν τοῖς φρυγιστὶ μέλεσι λαμβάνει ταῦτα τὸ πρέπον.
因为所有巴克科斯式的狂乱以及所有此类运动,在乐器中主要存在于奥洛斯管中,而在和声中则在弗里吉亚调的旋律中获得其适当的表达。
δηλοῖ δʼ ἡ ποίησις, οἷον ὁ διθύραμβος ὁμολογουμένως εἶναι δοκεῖ Φρύγιον.
诗作也证明了这一点,例如酒神赞歌被公认为属于弗里吉亚调。
καὶ τούτου πολλὰ παραδείγματα λέγουσιν οἱ περὶ τὴν σύνεσιν ταύτην, ἄλλα τε καὶ ὅτι Φιλόξενος ἐγχειρήσας ἐν τῇ δωριστὶ ποιῆσαι τοὺς Μύσους οὐχ οἷός τʼ ἦν, ἀλλʼ ὑπὸ τῆς φύσεως αὐτῆς ἐξέπεσεν εἰς τὴν φρυγιστὶ τὴν προσήκουσαν ἁρμονίαν πάλιν.
关于这一点,精通此道的人举出了许多例子,尤其是菲洛克塞诺斯曾尝试用德里亚调来创作《米索斯人》,但未能成功,而是由于自然本身的力量,再次退回到适合的弗里吉亚调中。
περὶ δὲ τῆς δωριστὶ πάντες ὁμολογοῦσιν ὡς στασιμωτάτης οὔσης καὶ μάλιστα ἦθος ἐχούσης ἀνδρεῖον.
关于德里亚调,所有人都公认它是最稳定的,且最具有勇敢的品质。
ἔτι δὲ ἐπεὶ τὸ μέσον μὲν τῶν ὑπερβολῶν ἐπαινοῦμεν καὶ χρῆναι διώκειν φαμέν, ἡ δὲ δωριστὶ ταύτην ἔχει τὴν φύσιν πρὸς τὰς ἄλλας ἁρμονίας, φανερὸν ὅτι τὰ Δώρια μέλη πρέπει παιδεύεσθαι μᾶλλον τοῖς νεωτέροις.
此外,既然我们赞美过度之间的大中至正(中庸),并说应当追求它,而德里亚调相对于其他和声具有这种性质,那么显而易见,德里亚调的旋律更适合年轻人接受教育。
εἰσὶ δὲ δύο σκοποί, τό τε δυνατὸν καὶ τὸ πρέπον· καὶ γὰρ τὰ δυνατὰ δεῖ μεταχειρίζεσθαι μᾶλλον καὶ τὰ πρέποντα ἑκάστους.
有两个目标,即可能和适当;因为每个人都应当更多地致力于可能和适当的事情。
ἔστι δὲ καὶ ταῦτα ὡρισμένα ταῖς ἡλικίαις, οἷον τοῖς ἀπειρηκόσι διὰ χρόνον οὐ ῥᾴδιον ᾄδειν τὰς συντόνους ἁρμονίας, ἀλλὰ τὰς ἀνειμένας ἡ φύσις ὑποβάλλει τοῖς τηλικούτοις.
而这些也是由年龄规定的,例如,对于因岁月而衰老的人来说,演唱紧张的和声并非易事,自然会向这个年龄的人提示那些松弛的和声。
διὸ καλῶς ἐπιτιμῶσι καὶ τοῦτο Σωκράτει τῶν περὶ τὴν μουσικήν τινες, ὅτι τὰς ἀνειμένας ἁρμονίας ἀποδοκιμάσειεν εἰς τὴν παιδίαν, ὡς μεθυστικὰς λαμβάνων αὐτάς, οὐ κατὰ τὴν τῆς μέθης δύναμιν, βακχευτικὸν γὰρ ἥ γε μέθη ποιεῖ μᾶλλον, ἀλλʼ ἀπειρηκυίας.
因此,一些音乐界人士也恰当地指责苏格拉底这一点,因为他将松弛的和声从教育中排除,认为它们具有麻醉性,这并不是就醉酒的力量而言(因为醉酒更倾向于让人变得巴克科斯式狂乱),而是就其具有衰退的特性而言。
ὥστε καὶ πρὸς τὴν ἐσομένην ἡλικίαν, τὴν τῶν πρεσβυτέρων, δεῖ καὶ τῶν τοιούτων ἁρμονιῶν ἅπτεσθαι καὶ τῶν μελῶν τῶν τοιούτων, ἔτι δʼ εἴ τίς ἐστι τοιαύτη τῶν ἁρμονιῶν ἣ πρέπει τῇ τῶν παίδων ἡλικίᾳ διὰ τὸ δύνασθαι κόσμον τʼ ἔχειν ἅμα καὶ παιδείαν, οἷον ἡ λυδιστὶ φαίνεται πεπονθέναι μάλιστα τῶν ἁρμονιῶν.
因此,考虑到将来的年龄,即老年人的年龄,也必须接触此类和声和此类旋律,此外,如果有任何此类和声,因能同时具有秩序和教育作用而适合儿童的年龄——如吕底亚调似乎在所有和声中最具此类特性——[也应当采用]。
δῆλον οὖν ὅτι τούτους ὅρους τρεῖς ποιητέον εἰς τὴν παιδείαν, τό τε μέσον καὶ τὸ δυνατὸν καὶ τὸ πρέπον.
因此,显而易见,应当为教育确立这三个标准:中庸、可能和适当。

词汇与语法注释

  1. 1342aτῷ δὲ ἧττον διαφέρει καὶ τῷ μᾶλλον — 由关系代词 ὅ(第5行)引导的关系从句内部的主句。它用表示程度或差异的与格短语“以其较少和较多”,来解释该情感(τοῦτο,第6行)在不同灵魂中存在方式的差异。
  2. 1342aτοὺς ἄλλους καθʼ ὅσον ἐπιβάλλει τῶν τοιούτων ἑκάστῳ — 隶属于 `ἀναγκαῖον πάσχειν`(第11行)的“对格加不定式”结构中的对格主语。关系从句 `καθʼ ὅσον...` 对与 `τοὺς ἐλεήμονας`、`τοὺς φοβητικούς` 以及 `τοὺς ὅλως παθητικούς` 并列的 `τοὺς ἄλλους`(其他人)进行了限制。动词 `ἐπιβάλλει` 在此作无人称使用,表示“(情感)落在……身上”或“波及”。
  3. 1342bκαὶ ταῦτα — 意为“而且是在……”或“尽管如此还……”的惯用表达,引导让步或伴随状况的分词短语。这里强调了苏格拉底选择的不一致性:他一方面排斥了奥洛斯管,另一方面却偏偏保留了与奥洛斯管性质相同的弗里吉亚调。
  4. 1342bἀπειρηκυίας — 完成时活性分词 `ἀπειρηκώς`(衰弱的、疲惫的)的阴性复数属格形式。此处与前文的 `μεθυστικάς`(第25行)相对比,作为修饰和声(`ἁρμονίας`)的形容词使用。指苏格拉底排斥这些和声,并非因为醉酒所具有的“狂乱”力量,而是因为它们具有类似于老年人“衰竭(松弛)”的特性。

引用这一段

亚里士多德, 政治学 §8.1342a-8.1342b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:8.1342a-8.1342b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。