§3.1281bὅμως ἐνδέχεται συνελθόντας εἶναι βελτίους ἐκείνων, οὐχ ὡς ἕκαστον ἀλλʼ ὡς σύμπαντας, οἷον τὰ συμφορητὰ δεῖπνα τῶν ἐκ μιᾶς δαπάνης χορηγηθέντων·
それでもなお、彼らが集まることで、個々にではなく全体として、あの最良の人々よりも優れているということがあり得る。 それはちょうど、持ち寄りの食事が、一人の費用で賄われた食事よりも優れているようなものである。
πολλῶν γὰρ ὄντων ἕκαστον μόριον ἔχειν ἀρετῆς καὶ φρονήσεως, καὶ γίνεσθαι συνελθόντας ὥσπερ ἕνα ἄνθρωπον τὸ πλῆθος, πολύποδα καὶ πολύχειρα καὶ πολλὰς ἔχοντʼ αἰσθήσεις, οὕτω καὶ περὶ τὰ ἤθη καὶ τὴν διάνοιαν.
なぜなら、多くの人々がいるので、各人が徳と知恵の一部を有しており、集まった大衆は、多くの足、多くの手、多くの感覚を持つ一人の人間のようになり、性格や知性に関しても同様になるからである。
διὸ καὶ κρίνουσιν ἄμεινον οἱ πολλοὶ καὶ τὰ τῆς μουσικῆς ἔργα καὶ τὰ τῶν ποιητῶν·
それゆえに、多数の人々は、音楽の作品や詩人の作品についても、より良く判断するのである。
ἄλλοι γὰρ ἄλλο τι μόριον, πάντα δὲ πάντες.
なぜなら、ある者はある一部分を判断し、全員で全体を判断するからである。
ἀλλὰ τούτῳ διαφέρουσιν οἱ σπουδαῖοι τῶν ἀνδρῶν ἑκάστου τῶν πολλῶν, ὥσπερ καὶ τῶν μὴ καλῶν τοὺς καλούς φασι, καὶ τὰ γεγραμμένα διὰ τέχνης τῶν ἀληθινῶν, τῷ συνῆχθαι τὰ διεσπαρμένα χωρὶς εἰς ἕν, ἐπεὶ κεχωρισμένων γε κάλλιον ἔχειν τοῦ γεγραμμένου τουδὶ μὲν τὸν ὀφθαλμὸν ἑτέρου δέ τινος ἕτερον μόριον.
しかし、優れた人々は、多数の中の各人とはこの点において異なっている。 ちょうど、美しくない人々に対して美しい人々が、また実物に対して技術によって描かれたものが異なると言われるように。 それは、別々に分散していたものが一つにまとめられていることによる。 というのも、個々に切り離されているときには、描かれたこの絵の目よりも、あるいは他の誰かの別の部分の方が、より美しくあり得るからである。
εἰ μὲν οὖν περὶ πάντα δῆμον καὶ περὶ πᾶν πλῆθος ἐνδέχεται ταύτην εἶναι τὴν διαφορὰν τῶν πολλῶν πρὸς τοὺς ὀλίγους σπουδαίους, ἄδηλον, ἴσως δὲ νὴ Δία δῆλον ὅτι περὶ ἐνίων ἀδύνατον (ὁ γὰρ αὐτὸς κἂν ἐπὶ τῶν θηρίων ἁρμόσειε λόγος·
したがって、すべての民衆や大衆について、多数の人々と少数の優れた人々との間にこのような違いがあり得るのかどうかは明らかではない。 だが、誓って言うが、一部のものについては不可能であることは明らかである(なぜなら、同じ議論は野獣に対しても当てはまるだろうから。
καίτοι τί διαφέρουσιν ἔνιοι τῶν θηρίων ὡς ἔπος εἰπεῖν; )·
実際、一部の人々は言うなれば野獣と何が違うだろうか)。
ἀλλὰ περὶ τὶ πλῆθος οὐδὲν εἶναι κωλύει τὸ λεχθὲν ἀληθές.
しかし、ある種の大衆については、言われたことが真実であることを妨げるものは何もない。
διὸ καὶ τὴν πρότερον εἰρημένην ἀπορίαν λύσειεν ἄν τις διὰ τούτων καὶ τὴν ἐχομένην αὐτῆς, τίνων δεῖ κυρίους εἶναι τοὺς ἐλευθέρους καὶ τὸ πλῆθος τῶν πολιτῶν.
それゆえに、これらによって、先に述べられた難問と、それに続く難問、すなわち、自由な人々および市民の多数派が、何について主権を持つべきであるかという(難問)を解決することができるだろう。
τοιοῦτοι δʼ εἰσὶν ὅσοι μήτε πλούσιοι μήτε ἀξίωμα ἔχουσιν ἀρετῆς μηδὲ ἕν.
このような人々とは、富裕でもなく、また美徳の評価を何一つ持たないような人々である。
τὸ μὲν γὰρ μετέχειν αὐτοὺς τῶν ἀρχῶν τῶν μεγίστων οὐκ ἀσφαλές (διά τε γὰρ ἀδικίαν καὶ διʼ ἀφροσύνην τὰ μὲν ἀδικεῖν ἀνάγκη τὰ δʼ ἁμαρτάνειν αὐτούς)·
というのも、彼らが最高の官職に参加することは安全ではないからである(なぜなら、不正と愚かさのために、彼らは一方では不正を行い、他方では誤りを犯さざるを得ないからである)。
τὸ δὲ μὴ μεταδιδόναι μηδὲ μετέχειν φοβερόν (ὅταν γὰρ ἄτιμοι πολλοὶ καὶ πένητες ὑπάρχωσι, πολεμίων ἀναγκαῖον εἶναι πλήρη τὴν πόλιν ταύτην).
しかし、彼らに分け与えず、参加させないことは恐ろしいことである(なぜなら、名誉を奪われた多くの貧しい人々が存在するとき、その国家は必然的に敵で満ちることになるからである)。
λείπεται δὴ τοῦ βουλεύεσθαι καὶ κρίνειν μετέχειν αὐτούς.
それゆえ、彼らが審議することと裁判することに参加することが残されている。
διόπερ καὶ Σόλων καὶ τῶν ἄλλων τινὲς νομοθετῶν τάττουσιν ἐπί τε τὰς ἀρχαιρεσίας καὶ τὰς εὐθύνας τῶν ἀρχόντων, ἄρχειν δὲ κατὰ μόνας οὐκ ἐῶσιν.
だからこそ、ソロンや他の立法者たちの一部も、彼らを官職の選挙と支配者の監査の任務に配置しており、単独で支配することは許していないのである。
πάντες μὲν γὰρ ἔχουσι συνελθόντες ἱκανὴν αἴσθησιν, καὶ μιγνύμενοι τοῖς βελτίοσι τὰς πόλεις ὠφελοῦσιν, καθάπερ ἡ μὴ καθαρὰ τροφὴ μετὰ τῆς καθαρᾶς τὴν πᾶσαν ποιεῖ χρησιμωτέραν τῆς ὀλίγης·
なぜなら、すべての者が集まることで十分な感覚を持ち、より優れた人々と混ざり合うことで国家に利益をもたらすからである。 それはちょうど、純粋でない食物が純粋な食物と混ざることで、全体の量を、少量の純粋な食物よりも有用にするようなものである。
χωρὶς δʼ ἕκαστος ἀτελὴς περὶ τὸ κρίνειν ἐστίν.
しかし、個々の人間は判断することにおいて不完全である。
ἔχει δʼ ἡ τάξις αὕτη τῆς πολιτείας ἀπορίαν πρώτην μὲν ὅτι δόξειεν ἂν τοῦ αὐτοῦ εἶναι τὸ κρῖναι τίς ὀρθῶς ἰάτρευκεν, οὗπερ καὶ τὸ ἰατρεῦσαι καὶ ποιῆσαι ὑγιᾶ τὸν κάμνοντα τῆς νόσου τῆς παρούσης·
ところで、この国制の取り決めは、まず第一の難問を抱えている。 すなわち、誰が正しく治療したかを判断することは、治療を行い、現にある病気から病人を健康にすることと同じ人に属すると思われるかもしれない。
οὗτος δʼ ἐστὶν ὁ ἰατρός.
そして、この人とは医師である。