§6.49Οἱ τοὺς ὀφθαλμοὺς διὰ συχνοῦ χρόνου κινοῦντες, ἔχοντές τε βάμμαλευκώματος ἐπὶ τῷ ὀφθαλμῷ, ὡς προσεστηκότας, ἐννοητικοί·
目を長い時間の間隔を置いて動かし、目に白膜の染みがあるかのように、じっと見つめているような目の者は、思慮深い。
ἂν γὰρ πρός τινι ἐννοίᾳ σφόδρα γένηται ἡ ψυχή, ἴσταται καὶ ἡ ὄψις.
なぜなら、もし魂が何らかの思考に強く専念するならば、視線も静止するからである。
§6.50Οἱ μέγα φωνοῦντες βαρύτονον ὑβρισταί·
大声で、かつ低音で声を出す者は、乱暴である。
ἀναφέρεται ἐπὶ τοὺς ὄνους.
これはロバに帰せられる。
Ὄσοι δὲ φωνοῦσιν ἀπὸ βαρέος ἀρξάμενοι, τελευτῶσι δὲ εἰς ὀξύ, δυσθυμικοί, ὀδύρται·
低い声から始めて高い声で終わるような声を出す者は、気落ちしやすく、嘆き悲しむ者である。
ἀναφέρεται ἐπὶ τοὺς βοῦς καὶ ἐπὶ τὸ πρέπον τῇ φωνῇ.
これは牛に、またその声のふさわしさに帰せられる。
Ὄσοι δὲ ταῖς φωναῖς ὀξείαις μαλακαῖς κεκλασμέναις διαλέγονται, κίναιδοι·
甲高くて柔らかく、かすれた声で話す者は、好色な者である。
ἀναφέρεται ἐπὶ τὰς γυναῖκας καὶ ἐπὶ τὴν ἐπιπρέπειαν.
これは女性に、また外見のふさわしさに帰せられる。
§6.51Ὄσοι βαρύτονον φωνοῦσι μέγα, μὴ πεπλεγμένον, ἀναφέρεται ἐπὶ τοὺς εὐρώστους κύνας καὶ ἐπὶ τὴν ἐπιπρέπειαν.
かすれて絡み合っていない、大きな低音の声を出す者は、頑健な犬たちに、また外見のふさわしさに帰せられる。
Ὄσοι μαλακὸν ἄτονον φωνοῦσι, πραεῖς·
張りのない柔らかい声を出す者は、温和である。
ἀναφέρεται ἐπὶ τὰς ὅϊς.
これは羊に帰せられる。
Ὄσοι δὲ φωνοῦσιν ὀξὺ καὶέγκεκραγός, μάργοι·
甲高く、叫び声を上げるような声を出す者は、好色である。
ἀναφέρεται ἐπὶ τὰς αἶγας.
これはヤギに帰せられる。
§6.52Οἱ μικροὶ ἄγαν ὀξεῖς·
極端に体の小さい者は、せっかちである。
τῆς γὰρ τοῦ αἵματος φορᾶς μικρὸν τόπον κατεχούσης καὶ αἱ κινήσεις ταχὺ ἄγαν ἀφικνοῦνται ἐπὶ τὸ φρονοῦν.
なぜなら、血液の循環が狭い場所を占めるため、運動も非常に素早く思考する中枢へと到達するからである。
Οἱ δὲ ἄγαν μεγάλοι βραδεῖς·
極端に体の大きい者は、遅鈍である。
τῆς γὰρ τοῦ αἵματος φορᾶς μέγαν τόπον κατεχούσης αἱ κινήσεις βραδέως ἀφικνοῦνται ἐπὶ τὸ φρονοῦν.
なぜなら、血液の循環が広い場所を占めるため、運動は思考する中枢へと遅く到達するからである。
§6.53Ὄσοι τῶν μικρῶν ξηραῖς σαρξὶ κεχρημένοι εἰσὶν ἢ καὶ χρώμασιν, ἃ διὰ θερμότητα τοῖς σώμασιν ἐπιγίνονται, οὐδὲν ἀποτελοῦσιν·
背の低い者のうち、乾燥した肉体を持ち、あるいは熱によって体に生じる皮膚の色をしている者たちは、何事も成し遂げない。
οὔσης γὰρ τῆς φορᾶς ἐν μικρῷ καὶ ταχείας διὰ τὸ πυρῶδες, οὐδέποτε κατὰ ταὐτόν ἐστι τὸ φρονεῖν, ἀλλὰ ἄλλοτ’ ἐπ’ ἄλλων, πρὶν τὸ ὑπερέχον περᾶναι.
なぜなら、流れが狭い場所にあって熱のために速いので、考えることが同じことにとどまることが決してなく、支配的なものが完遂される前に次から次へと別のものへと移るからである。
§6.54Ὄσοι δὲ τῶν μεγάλως ὑγραῖς σαρξὶ κεχρημένοι, ἢ καὶ χρώμασιν ἃ διὰ ψυχρότητα ἐγγίνονται, οὐδὲν ἐπιτελοῦσιν·
背の高い者のうち、湿った肉体を持ち、あるいは冷たさによって生じる皮膚の色をしている者たちは、何事も完遂しない。
οὔσης γὰρ τῆς φορᾶς ἐνμεγάλῳ τόπῳ καὶ βραδείαςδιὰ τὴν ψυχρότητα, οὐ συνανύει ἀφικνουμένην ἐπὶ τὸ φρονοῦν.
なぜなら、流れが広い場所にあり冷たさのために遅いので、思考する中枢へと到達しても同時に目的を果たすことがないからである。
§6.55Ὄσοι δὲ τῶν μικρῶν ὑγραῖς σαρξὶ κεχρημένοι εἰσὶ καὶχρώμασι διὰ ψυχρότητα, γίνονται ἐπιτελεστικοί·
背の低い者のうち、湿った肉体を持ち、また冷たさによる皮膚の色をしている者たちは、物事をやり遂げる者となる。
οὔσης γὰρ τῆς κινήσεως ἐν μικρῷ, τὸ δυσκίνητον τῆς κράσεως συμμετρίαν παρέσχε τὸ πρῶτον ἐπιτελεῖν.
なぜなら、運動が狭い場所にあるので、気質の動きにくさが、最初の目的をやり遂げるための釣り合いを与えるからである。
§6.56Ὅσοι δὲ τῶν μεγάλων ξηραῖς σαρξὶ κεχρημένοι εἰσὶ καὶ χρώμασι διὰ θερμότητα, γίνονται ἐπιτελεστικοὶ καὶ αἰσθητικοί·
背の高い者のうち、乾燥した肉体を持ち、熱による皮膚の色をしている者たちは、物事をやり遂げる者となり、また感受性が豊かになる。
τὴν γὰρ τοῦ μεγέθους ὑπερβολὴν σαρκῶν τε καὶ χρώματος ἡ θερμότης ἠκέσατο, ὥστε σύμμετρον εἶναι πρὸς τὸ ἐπιτελεῖν.
なぜなら、熱が大きさの過剰を肉体と皮膚の色によって治療し、物事をやり遂げるのに適した釣り合いをもたらすからである。
§6.57Τὰ μὲν οὖν μεγέθεσιν ὑπερβάλλοντα τῶν σωμάτων ἢ σμικρότησιν ἐλλείποντα, ὡς τυχόντα ἐπιτελεστικά ἐστι καὶ ὡς ἀτελῆ, εἴρηται, Ἡ δὲ τούτων μέση φύσις πρὸς τὰς αἰσθήσεις κρατίστη καὶ τελεστικωτάτη, οἷς ἂν ἐπιθῆται·
さて、大きさが過剰な身体、あるいは小ささが不足している身体が、どのようにたまたま実行力を持つか、あるいは不完全であるかについては、すでに語られた。
αἱ γὰρ κινήσεις οὐ διὰ πολλοῦ οὖσαι ῥᾳδίως ἀφικνοῦνται πρὸς τὸν νοῦν·
しかし、これらの身体の中間の性質は、感覚にとって最も優れており、自分が企てるいかなる事柄に対しても最も完遂能力が高い。
οἶσαί τε οὐ κατὰ μικρὸν ὑπερχωροῦσιν.
なぜなら、運動が長い距離を必要としないため容易に知性に到達するからであり、また到達した運動もほんの少しで過ぎ去ってしまうことがないからである。
§6.58Ὥστε τὸν τελεώτατον πρὸς τὸ ἐπιτελεῖν τε ἂ ἄν προθῆται καὶ αἰσθάνεσθαι μέλλοντα μέτριον δεῖ εἶναι τὸ μέγεθος.
したがって、自分が企てることをやり遂げ、また知覚することにおいて最も完全であろうとする者は、大きさが中庸でなければならない。
Οἱ ἀσύμμετροι πανοῦργοι·
身体が不釣り合いな者は、悪賢い。
ἀναφέρεται ἐπὶ τὸ πάθος καὶ τὸ θῆλυ.
これは状態と女性に帰せられる。
Εἰ γὰρ οἱ ἀσύμμετροι πανοῦργοι, οἱ σύμμετροι δίκαιοι ἂν εἴησαν καὶ ἀνδρεῖοι.
なぜなら、もし不釣り合いな者が悪賢いなら、釣り合いの取れた者は正義であり、かつ勇敢であるはずだからである。
§6.59Τὴν δὲ τῆς συμμετρίας ἀναφορὰν πρὸς τὴν τῶν σωμάτων εὐαγωγίαν καὶ εὐφυΐαν ἀνοιστέον, ἀλλ’ οὐ πρὸς τὴν τοῦ ἄρρενος δέαν, ὥσπερ ἐν ἀρχῇ διῃρέθη.
しかし、釣り合いの適用は、身体の従順さと優れた素質へと帰せられるべきであり、最初に区分されたように、男性の外見へと帰せられるべきではない。
Καλῶς δ' ἔχει καὶ πάντα τὰ σημεῖα, ὅσα προείρηται, ἀναφέρειν ἐπὶ τὴν ἐπιπρέπειαν καὶ εἰς ἄρρεν καὶ θῆλυ·
また、これまでに述べられたすべての兆候を、外観のふさわしさに、そして男性と女性(の区別)に帰することは適切である。
ταῦτα γὰρ τελεωτάτην διαίρεσιν διῄρηται, καὶ ἐδείχθη ἄρρεν θήλεος δικαιότερον καὶ ἀνδρειότερον καὶ ὅλως εἰπεῖν ἄμεινον.
なぜなら、これらは最も完全な区分に分かれており、男性は女性よりも正義にかない、勇敢であり、総じて言えば優れていることが示されたからである。
§6.60Ἐν ἁπάσῃ δὲ τῇ τῶν σημείων ἐκλογῇ ἕτερα ἑτέρων σημεῖα μᾶλλον δηλοῦσιν ἐναργῶς τὸ ὑποκείμενον.
兆候のあらゆる選定において、ある兆候は他の兆候よりも、その根底にある性質をより明確に示す。
Ἐναργέστερα δὲ τὰ ἐν ἐπικαιροτάτοις τόποις ἐγγινόμενα.
より明確なのは、最も重要な場所に現れる兆候である。
Ἐπικαιρότατος δὲ τόπος ὁ περὶ τὰ ὄμματά τε καὶ τὸ μέτωπον καὶ κεφαλὴν καὶ πρόσωπον, δεύτερος δὲ ὁ περὶ τὰ στήθη καὶ ὤμους, ἔπειτα περὶ τὰ σκέλη τε καὶ πόδας·
最も重要な場所は目、額、頭、顔の周辺であり、第二は胸と肩の周辺、次いで脚と足の周辺であり、腹の周辺は最も重要ではない。
τὰ δὲ περὶ τὴν κοιλίαν ἥκιστα.
総じて言えば、これらの場所が最も明確な兆候を提供する。
Ὅλως δὲ εἰπεῖν οὗτοι οἱ τόποι ἐναργέστατα σημεα παρέχονται, ἐφ’ ὦν καὶ φρονήσεως πλείστης ἐπιπρέπεια γίνεται.
これらの場所において、最も豊かな知性の表れが生じるのである。