§1.1Ὄτιδιάνοιαι ἕπονται τοῖς σώμασι, καὶ οὐκ εἰσὶν αὐταὶ καθ’ ἑαυτὰς ἀπαθεῖς οὖσαι τῶν τοῦ σώματος κινήσεων.
精神は身体に従うものであり、それ自体で身体の運動から影響を受けないものであるわけではないということ。
Τοῦτο δὲ δῆλον πάνυ γίνεται ἔν τε ταῖς μέθαις καὶ ἐν ταῖς ἀρρωστίαις·
そしてこのことは、酔いの中や病気の中において極めて明白になる。
πολὺ γὰρ ἐξαλλάττουσαι φαίνονται αἱ διάνοιαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων.
というのも、精神は身体の受動によって大きく変化するように見えるからである。
§1.2Καὶ τοὐναντίον δὴ τοῖς τῆς ψυχῆς παθήμασι τὸ σῶμα συμπάσχον φανερὸν γίνεται περί τε τοὺς ἔρωτας καὶ τοὺς φόβους τε καὶ τὰς λύπας καὶ τὰς ἡδονάς.
そして逆に、魂の受動に身体が共感することは、愛、恐怖、悲しみ、快楽において明白になる。
Ἔτι δὲ ἐν τοῖς φύσει γινομένοις μᾶλλον ἄν τις συνίδοι ὅτι οὕτως ἔχει πρὸς ἄλληλα σῶμά τε καὶ ψυχὴ συμφυῶς ὥστε τῶν πλείστων ἀλλήλοις αἴτια γίνεσθαι παθημάτων.
さらに、自然に生じるものにおいては、身体と魂が互いに対して本性上結びついており、その結果、たいていの受動において互いに原因となり合っているということが、よりいっそう見て取れるであろう。
§1.3Οὐδὲν γὰρ πώποτε ζῷον γεγένηται τοιοῦτον ὃ τὸ μὲν εἶδος ἔσχεν ἑτέρου ζῴου, τὴν δὲ διάνοιαν ἄλλου, ἀλλ’ ἀεὶ τοῦ αὐτοῦ τό τε σῶμα καὶ τὴν ψυχήν, ὥστε ἀναγκαῖον ἕπεσθαι τῷ τοιῷδε σώματι τοιάνδε διάνοιαν.
なぜなら、ある動物の外見を持ちながら別の動物の精神を持つような動物は、かつて決して存在したことがなく、常に同じ動物が身体と魂の両方を持っているからであり、したがって、このような身体にはこのような精神が伴うことが必然である。
Ἔτι δὲ καὶ τῶν ἄλλων ζῴων οἱ περὶ ἕκαστον ἐπιστήμονες ἐκ τῆς ἰδέας δύνανται θεωρεῖν, ἐππικοί τε ἵππους καὶ κυνηγέται κύνας.
さらに、他の動物に関しても、それぞれの専門家がその外見から観察することができる。 すなわち、馬術家は馬を、猟師は犬を観察できるのである。
§1.4Εἰ δὲ ταῦτα ἀληθῆ εἴη (ἀεὶ δὲ ταῦτα ἀληθῆ ἐστίν), εἴη ἄν φυσιογνωμονεῖν.
もしこれらのことが真実であるならば(そしてこれらは常に真実であるが)、観相学を行うことは可能であろう。
Οἱ μὲν οὖν προγεγενημένοι φυσιογνώμονες κατὰ τρεῖς τρόπους ἐπεχείρησαν φυσιογνωμονεῖν, ἕκαστος καθ’ ἕνα.
さて、これまでの観相学者たちは3つの方法によって観相を行おうとし、それぞれが1つの方法をとった。
Οἱ μὲν γὰρ ἐκ τῶν γενῶν τῶν ζῴων φυσιογνωμονοῦσι, τιθέμενοι καθ’ ἕκαστον γένος εἶδός τι ζῴου καὶ διάνοιαν.
ある者たちは動物の類から観相を行い、それぞれの類に対して、ある種の動物の姿と精神を想定した。
§1.5Οἱ δ' ἐπὶ τούτοις σῶμά τι, εἶτα τὸν ὅμοιον τῷ σώματι σῶμα ἔχοντα καὶ τὴν ψυχὴν ὁμοίαν ὑπελάμβανον.
他の者たちは、これに基づいてある身体を想定し、次いでその身体に類似した身体を持つ者は魂もまた類似していると仮定した。
Ἅλλοι δέ τινες τοῦτο μὲν ἐποίουν, οὐκ ἐξ ἀπάντων δὲ τῶν ζῴων ἐδοκίμαζον, ἀλλ’ ἐξ αὐτοῦ τοῦ τῶν ἀνθρώπωνγένους, διελόμενοι κατὰ τὰ ἔθνη, ὅσα διέφερε τὰς ὄψεις καὶ τὰ ἤθη, οἶον Αἰγύπτιοι καὶ Θρᾷκες καὶ Σκύθαι, ὁμοίως τὴν ἐκλογὴν τῶν σημείων ἐποιοῦντο.
また他のある者たちは、これを行ったが、すべての動物から判断するのではなく、人間という類そのものから、その顔つきや気質において異なっている諸民族(例えばエジプト人、トラキア人、スキタイ人)に従って分類し、同様に兆候の選定を行った。
§1.6Οἱ δέ τινες ἐκ τῶν ἠθῶν τῶν ἐπιφαινομένων, οἵᾳ διαθέσει ἕπεται ἕκαστον ἦθος, τῷ ὁργιζομένῳ, τῷ φοβουμένῳ, τῷ ἀφροδισιάζοντι, καὶ τῶν ἄλλων δὴ παθημάτων ἑκάστῳ.
またある者たちは、表面に現れる気質から、それぞれの気質(怒っている者、恐れている者、情欲に耽っている者、そしてその他の様々な受動の各々)にどのような状態が伴うかに基づいて観相を行った。
Ἔστι δὲ κατὰ πάντας τούτους τοὺς τρόπους φυσιογνωμονεῖν, καὶ ἔτι κατ’ ἄλλους, καὶ τὴν ἐκλογὴν τῶν σημείων ἀνομοίως ποιεῖσθαι.
これらすべての方法によって観相を行うことが可能であり、さらには他の方法によっても可能であり、兆候の選定を異なったやり方で行うこともできる。
§1.7Οἱ μὲν οὖν κατὰ τὰ ἤθη μόνον φυσιογνωρμονοῦντες ἁμαρτάνουσιν, πρῶτον μὲν ὅτι ἔνιοι οὐχ οἱ αὐτοὶ ὄντες τὰ ἐπὶ τῶν προσώπωνἤθη τὰ αὐτὰ ἔχουσιν, οἷον ὅ τε ἀνδρεῖος καὶ ὁ ἀναιδὴς τὰ αὐτὰ ἔχουσι, τὰς διανοίας πολὺ κεχωρισμένοι, δεύτερον δὲ ὅτι κατὰ χρόνους τινὰς τὰ ἤθη οὐ τὰ αὐτὰ ἀλλ' ἑτέρων ἔχουσιν·
したがって、表情(現れる気質)だけに基づいて観相を行う者たちは誤っている。 第一には、ある人々は同一の人間ではないのに、顔の上に現れる同じ表情を持つからであり、例えば、勇敢な人と無恥な人は同じ表情を持ちながら、その精神は大きく隔たっている。 第二には、特定の時期において、気質が同一ではなく他人のもののようになるからである。
δυσανίοις τε γὰρ οὖσιν ἐνίοτε συνέβη τὴν ἡμέραν ἡδέως διαγαγεῖν καὶ τὸ ἦθος λαβεῖν τὸ τοῦ εὐθύμου, καὶ τοὐναντίον εὔθυμον λυπηθῆναι, ὥστε τὸ ἦθος τὸ ἐπὶ τοῦ προσώπου μεταβαλεῖν.
というのも、気難しい人であっても、ときには一日を楽しく過ごし、陽気な人の気質を帯びることがあり、逆に、陽気な人が悲しんで、顔に現れる表情が変化することが起こるからである。