§14.1#2οἱ δὲ τὸ ἄνισον ὡς ἕν τι, τὴν δυάδα δὲ ἀόριστον ποιοῦντες μεγάλου καὶ μικροῦ, πόρρω λίαν τῶν δοκούντων καὶ δυνατῶν λέγουσιν·
他方、不等を一なるものとし、大と小の不定の二者とする人々は、もっともらしいことや可能なことからあまりにも遠くかけ離れたことを言っている。
πάθη τε γὰρ ταῦτα καὶ συμβεβηκότα μᾶλλον ἢ ὑποκείμενα τοῖς ἀριθμοῖς καὶ τοῖς μεγέθεσίν ἐστι, τὸ πολὺ καὶ ὀλίγον ἀριθμοῦ, καὶ μέγα καὶ μικρὸν μεγέθους, ὥσπερ ἄρτιον καὶ περιττόν, καὶ λεῖον καὶ τραχύ, καὶ εὐθὺ καὶ καμπύλον·
というのも、これらは数や大きさに対する基底というよりは、むしろ状態や付帯性だからであり、多と少は数の、大と小は大きさのそれであって、ちょうど偶数と奇数、滑らかさと粗さ、直線と曲線がそうであるのと同様だからである。
ἔτι δὲ πρὸς ταύτῃ τῇ ἁμαρτίᾳ καὶ πρός τι ἀνάγκη εἶναι τὸ μέγα καὶ τὸ μικρὸν καὶ ὅσα τοιαῦτα·
さらに、この誤りに加えて、大と小、およびそれと同様のすべてのものは、必然的に関係でなければならない。
τὸ δὲ πρός τι πάντων ἥκιστα φύσις τις ἢ οὐσία ἐστι, καὶ ὑστέρα τοῦ ποιοῦ καὶ ποσοῦ·
そして関係は、すべてのものの中で最も本質でも実体でもなく、質や量よりも後から来るものである。
καὶ πάθος τι τοῦ ποσοῦ τὸ πρός τι, ὥσπερ ἐλέχθη, ἀλλʼ οὐχ ὕλη, εἴ τι ἕτερον καὶ τῷ ὅλως κοινῷ πρός τι καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ εἴδεσιν.
また、言われたように、関係は量の何らかの状態であって質料ではなく、もし全体としての一般的な関係に対しても、その部分や種に対しても、何か他なるものが存在(あるいは質料として存在)するとしてもそうである。
οὐθὲν γάρ ἐστιν οὔτε μέγα οὔτε μικρόν, οὔτε πολὺ οὔτε ὀλίγον, οὔτε ὅλως πρός τι, ὃ οὐχ ἕτερόν τι ὂν πολὺ ἢ ὀλίγον ἢ μέγα ἢ μικρὸν ἢ πρός τί ἐστιν.
なぜなら、他なる何かとして存在しながら、多、少、大、小、あるいは関係であるのではないようなものは、大でも小でも、多でも少でも、およそ関係一般でも、何一つ存在しないからである。
σημεῖον δʼ ὅτι ἥκιστα οὐσί τις καὶ ὄν τι τὸ πρός τι τὸ μόνου μὴ εἶναι γένεσιν αὐτοῦ μηδὲ φθορὰν μηδὲ κίνησιν ὥσπερ κατὰ τὸ ποσὸν αὔξησις καὶ φθίσις, κατὰ τὸ ποιὸν ἀλλοίωσις, κατὰ τόπον φορά, κατὰ τὴν οὐσίαν ἡ ἁπλῆ γένεσις καὶ φθορά,—ἀλλʼ οὐ κατὰ τὸ πρός τι·
関係が最も実体でも存在でもないことの兆候は、それだけには生成も消滅も運動も存在しないことである。 たとえば量においては増大と減少、質においては変化、場所においては移動、実体においては単純な生成と消滅があるが、関係においてはそれがない。
ἄνευ γὰρ τοῦ κινηθῆναι ὁτὲ μὲν μεῖζον ὁτὲ δὲ ἔλαττον ἢ ἴσον ἔσται θατέρου κινηθέντος κατὰ τὸ ποσόν.
なぜなら、それ自身は動くことなしに、他方が量において動かされたことによって、ある時はより大きく、ある時はより小さく、あるいは等しくなるであろうからである。
ἀνάγκη τε ἑκάστου ὕλην εἶναι τὸ δυνάμει τοιοῦτον, ὥστε καὶ οὐσίας·
また、各々のものの質料は、可能性においてそのような性質のものであることが必要であり、したがって実体の質料も同様である。
τὸ δὲ πρός τι οὔτε δυνάμει οὐσία οὔτε ἐνεργείᾳ.
しかし関係は、可能性においても現実活動においても実体ではない。
ἄτοπον οὖν, μᾶλλον δὲ ἀδύνατον, τὸ οὐσίας μὴ οὐσίαν ποιεῖν στοιχεῖον καὶ πρότερον·
それゆえ、実体でないものを実体の元素とし、それに先立つものとすることは不条理であり、むしろ不可能である。
ὕστερον γὰρ πᾶσαι αἱ κατηγορίαι.
なぜなら、すべての範疇は実体より後から来るからである。
ἔτι δὲ τὰ στοιχεῖα οὐ κατηγορεῖται καθʼ ὧν στοιχεῖα, τὸ δὲ πολὺ καὶ ὀλίγον καὶ χωρὶς καὶ ἅμα κατηγορεῖται ἀριθμοῦ, καὶ τὸ μακρὸν καὶ τὸ βραχὺ γραμμῆς, καὶ ἐπίπεδόν ἐστι καὶ πλατὺ καὶ στενόν.
さらに、元素は、それが元素であるところのものについて述語されない。 しかし、多と少は別々にも同時にも数について述語され、長と短は線について述語され、平面は広と狭について述語される。
εἰ δὲ δὴ καὶ ἔστι τι πλῆθος οὗ τὸ μὲν ἀεί, τὸ ὀλίγον, οἷον ἡ δυάς (εἰ γὰρ πολύ, τὸ ἓν ἂν ὀλίγον εἴη), κἂν πολὺ ἁπλῶς εἴη, οἷον ἡ δεκὰς πολύ, εἰ ταύτης μή ἐστι πλεῖον, ἢ τὰ μύρια.
もし仮に、ある多が存在し、そのうち一方が常に「少」、たとえば二者であり(なぜなら、もしそれが「多」であれば、「一」が「少」になってしまうからである)、他方が端的に「多」、たとえば十が、それより多いものがなければ「多」であり、あるいは一万がそうであるとしよう。
πῶς οὖν ἔσται οὕτως ἐξ ὀλίγου καὶ πολλοῦ ὁ ἀριθμός;
では、どのようにして、このように少と多から数が生じるのであろうか。
ἢ γὰρ ἄμφω ἔδει κατηγορεῖσθαι ἢ μηδέτερον· νῦν δὲ τὸ ἕτερον μόνον κατηγορεῖται.
なぜなら、両方が述語されるべきであるか、あるいはどちらも述語されないべきであるのに、実際には一方だけが述語されているからである。