§11.1Διὰ τί ἐπὶ τῶν σκυτάλων ῥᾷον τὰ φορτία κομίζεται ἢ ἐπὶ τῶν ἁμαξῶν, ἐχουσῶν τῶν μὲν μεγάλους τροχούς, τῶν δὲ μικρούς;
なぜ荷物は、一方は大きな車輪を、他方は小さな車輪を持った荷馬車の上で運ばれるよりも、ローラーの上で運ばれる方が容易に運ばれるのだろうか。
Ἣ διότι ἐπὶ τῶν σκυτάλων οὐδεμίαν ἔχει πρόσκοψιν, τὸ δὲ ἐπὶ τῶν ἀμαξῶν τὸν ἄξονα, καὶ προσκόπτει αὐτῷ·
あるいは、ローラーの上では何の抵抗もないのに対し、荷馬車の上では車軸があり、それに抵抗が生じるからであろうか。
ἔκ τε γὰρ τῶν ἄνωθεν πιέζει αὐτὸν καὶ ἐκ τῶν πλαγίων.
実際、上からも横からも車軸を圧迫するからである。
§11.2Τὸ δὲ ἐπὶ τῶν σκυτάλων ἐπὶ δύο τούτων κινεῖται, τῇ τε κάτω χήρᾳ ὑποκειμένῃ καὶ τῷ βάρει τῷ ἐπικειμένῳ·
これに対して、ローラーの上では、これら二つのもの、すなわち下に横たわる地面と、上に載っている重さとの上を動く。
ἐπ’ἀμφοτέρων γὰρ τούτων κυλίεται τῶν τόπων ὁ κύκλος καὶ φερόμενος ὠθεῖται.
なぜなら、円はこれら両方の場所において回転し、進みながら押されるからである。