§1Περὶ δὲ κινήσεως τῆς τῶν ζῴων, ὅσα μὲν αὐτῶν περὶ 1 ἕκαστον ὑπάρχει γένος, καὶ τίνες διαφοραί, καὶ τίνες αἰτίαι τῶν καθʼ ἕκαστον συμβεβηκότων αὐτοῖς, ἐπέσκεπται περὶ ἁπάντων ἐν ἑτέροις·
動物の運動については、それぞれの属にどのような運動が属しているか、またどのような相違があり、それぞれの属に付随する特性の原因が何であるかについては、すでに他の著作で総括的に考察した。
ὅλως δὲ περὶ τῆς κοινῆς αἰτίας τοῦ κινεῖσθαι κίνησιν ὁποιανοῦν (τὰ μὲν γὰρ πτήσει κινεῖται τὰ δὲ νεύσει τὰ δὲ πορείᾳ τῶν ζῴων, τὰ δὲ κατʼ ἄλλους τρόπους τοιούτους) ἐπισκεπτέον νῦν.
しかし、いかなる種類であれ運動一般を行うという、共通の原因全体について(というのも、動物はあるものは飛行によって、あるものは泳ぎによって、あるものは歩行によって、またあるものはその他の同様の仕方によって運動するからである)、いま考察せねばならない。
ὅτι μὲν οὖν ἀρχὴ τῶν ἄλλων κινήσεων τὸ αὐτὸ ἑαυτὸ κινοῦν, τούτου δὲ τὸ ἀκίνητον, καὶ ὅτι τὸ πρῶτον κινοῦν ἀναγκαῖον ἀκίνητον εἶναι, διώρισται πρότερον, ὅτεπερ καὶ περὶ κινήσεως ἀϊδίου, πότερον ἔστιν ἢ οὐκ ἔστι, καὶ εἰ ἔστι, τίς ἐστιν.
したがって、他の諸運動の始原は自身を動かすものであり、このものの始原は不動のものであること、そして第一の動かすものは必然的に不動でなければならないことは、以前に、永遠の運動が存在するのか存在しないのか、また存在するならばそれは何であるかについて議論した際にも規定された。
δεῖ δὲ τοῦτο μὴ μόνον τῷ λόγῳ λαβεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν καθʼ ἕκαστα καὶ τῶν αἰσθητῶν, δι᾿ ἅπερ καὶ τοὺς καθόλου ζητοῦμεν λόγους, καὶ ἐφʼ ὧν ἐφαρμόττειν οἰόμεθα δεῖν αὐτούς.
しかし、このことは言論によって把握するだけでなく、個々の感覚的な事物においても把握せねばならない。 なぜなら、それら個々の事物こそ、我々が普遍的な言論を求める理由であり、またそれらに対して我々は普遍的な言論が適用されねばならないと考えるからである。
φανερὸν γὰρ καὶ ἐπὶ τούτων ὅτι ἀδύνατον κινεῖσθαι μηδενὸς ἠρεμοῦντος, πρῶτον μὲν οὖν ἐν αὐτοῖς τοῖς ζῴοις·
なぜなら、これらのものにおいても、何ものも静止していないならば運動することは不可能であることが明らかだからであり、第一に、動物自体においてそうである。
δεῖ γάρ, ἂν κινῆταί τι τῶν μορίων, ἠρεμεῖν τι· καὶ διὰ τοῦτο αἱ καμπαὶ τοῖς ζῴοις εἰσίν.
というのも、部分のどれかが動くならば、何らかのものが静止していなければならないからであり、このために動物には関節がある。
ὥσπερ γὰρ κέντρῳ χρῶνται ταῖς καμπαῖς, καὶ γίνεται τὸ ὅλον μέρος, ἐν ᾧ ἡ καμπή, καὶ ἓν καὶ δύο, καὶ εὐθὺ καὶ κεκαμμένον, μεταβάλλον δυνάμει καὶ ἐνεργείᾳ διὰ τὴν καμπήν.
なぜなら、彼らは関節を(円の)中心点のように用いており、関節がある部分全体は、関節のおかげで、可能態においても現実態においても変化することによって、一つにも二つにもなり、また真っ直ぐにも曲がったものにもなるからである。
καμπτομένου δὲ καὶ κινουμένου τὸ μὲν κινεῖται σημεῖον τὸ δὲ μένει τῶν ἐν ταῖς καμπαῖς, ὥσπερ ἂν εἰ τῆς διαμέτρου ἡ μὲν Α καὶ ἡ ∠ μένοι, ἡ δὲ Β κινοῖτο, καὶ γίνοιτο ἡ ΑΓ. ἀλλ᾿ ἐνταῦθα μὲν δοκεῖ πάντα τρόπον ἀδιαίρετον εἶναι τὸ κέντρον (καὶ γὰρ τὸ κινεῖσθαι, ὡς φασί, πλάττουσιν ἐπʼ αὐτῶν·
そして、曲げられたり動かされたりするとき、関節にある点のうち、一方は動き、他方はとどまる。 それはちょうど、直径の AとDがとどまり、Bが動いてACになるかのようである。 しかし、あちらの場合には中心点はあらゆる意味で不可分であると思われるのに対し(実際、人々が言うように、幾何学的な対象については運動することが仮想されている。
οὐ γὰρ κινεῖσθαι τῶν μαθηματικῶν οὐδέν), τὰ δʼ ἐν ταῖς καμπαῖς δυνάμει καὶ ἐνεργείᾳ γίνεται ὁτὲ μὲν ἓν ὁτὲ δὲ διαιρετά.
というのも、数学的な対象はどれも運動しないからである)、関節における点は可能態と現実態において、あるときは一つになり、あるときは分割可能になる。
ἀλλ᾿ οὖν ἀεὶ ἡ ἀρχὴ ἡ πρὸς ὅ,ᾗ ἀρχή, ἠρεμεῖ κινουμένου τοῦ μορίου τοῦ κάτωθεν, οἷον τοῦ μὲν βραχίονος κινουμένου τὸ ὠλέκρανον, ὅλου δὲ τοῦ κώλου ὁ ὦμος, καὶ τῆς μὲν κνήμης τὸ γόνυ, ὅλου δὲ τοῦ σκέλους τὸ ἰσχίον.
いずれにせよ、それに対して始原となる側は、始原である限りにおいて常に静止している。 下方の部分が動くとき、例えば、前腕が動くときは肘が、肢全体が動くときは肩が、下腿が動くときは膝が、脚全体が動くときは股関節がそうである。
ὅτι μὲν οὖν καὶ ἐν αὐτῷ ἕκαστόν τι δεῖ -ἔχειν ἠρεμοῦν, ὅθεν ἡ ἀρχὴ τοῦ κινουμένου ἔσται, καὶ πρὸς ὃ ἀπερειδόμενον καὶ ὅλον ἀθρόον κινηθήσεται καὶ κατὰ μέρος, φανερόν.
したがって、おのおのの動物はそれ自体のうちに、運動するものの始原がそこから生じるような、また、それに対して自らを支えて全体としても一挙に、また部分ごとにも運動するようになる、静止している何らかのものを有していなければならないことは明らかである。
§22 Ἀλλὰ πᾶσα ἡ ἐν αὐτῷ ἠρεμία ὅμως ἄκυρος, ἂν μή τι ἔξωθεν ἀπλῶς ἠρεμοῦν καὶ ἀκίνητον.
2 しかし、動物の内部におけるあらゆる静止も、外部に絶対的に静止しており不動である何ものかがない限り、やはり無効である。
ἄξιον δʼ ἐπιστήσαντας ἐπισκέψασθαι περὶ τοῦ λεχθέντος·
この言われたことについては、注意を向けて考察する価値がある。
ἔχει γὰρ τὴν θεωρίαν οὐ μόνον ὅσον ἐπὶ τὰ ζῷα συντείνουσαν, ἀλλὰ καὶ πρὸς τὴν τοῦ παντὸς κίνησιν καὶ φοράν.
なぜなら、その探究は動物に関わるだけでなく、宇宙全体の運動や移動にも及ぶからである。
ὥσπερ γὰρ καὶ ἐν αὐτῷ δεῖ τι ἀκίνητον εἶναι, εἰ μέλλει κινεῖσθαι, οὕτως ἔτι μᾶλλον ἔξω δεῖ τι εἶναι τοῦ ζῴου ἀκίνητον, πρὸς ὃ ἀπερειδόμενον κινεῖται τὸ κινούμενον.
動物が動こうとするならば、自らの内部に何か不動のものがなければならないのと同様に、外部にそれに対して動くものが自らを支えて動くための、動物の外部の不動のものがさらにいっそう存在しなければならない。
εἰ γὰρ ὑποδώσει ἀεί, οἷον τοῖς ἑμύσι τοῖς ἐν τῇ γῇ, ἢ τοῖς ἐν τῇ ἄμμῳ πορευομένοις, οὐ πρόεισιν, οὐδʼ ἔσται οὔτε πορεία, εἰ μὴ ἡ γῆ μένοι, οὔτε πτῆσις ἢ νεῦσις, εἰ μὴ ὁ ἀὴρ ἢ ἡ θάλαττα ἀντερείδοι.
というのも、もし足場が常に滑るならば、例えば泥の中のヌマガメや、砂地を歩む者たちのように、前進することはできず、大地がとどまっていなければ歩行もあり得ず、空気や海が抵抗しなければ飛行も泳ぎもあり得ないからである。
ἀνάγκη δὲ τοῦτο ἕτερον εἶναι τοῦ κινουμένου, καὶ ὅλον ὅλου, καὶ μόριον μηδὲν εἶναι τοῦ κινουμένου τὸ οὕτως ἀκίνητον·
そして、このように不動であるものは、運動するものとは異なるものでなければならず、全体として全体とは異なり、運動するもののいかなる部分でもあってはならない。
εἰ δὲ μή, οὐ κινηθήσεται.
そうでなければ、運動することはできないであろう。
μαρτύριον δὲ τούτου τὸ ἀπορούμενον, διὰ τί ποτε τὸ πλοῖον ἔξωθεν μέν, ἄν τις ὠθῇ τῷ κοντῷ τὸν ἱστὸν ἢ τι ἄλλο προσβάλλων μόριον, κινεῖ ῥᾳδίως, ἐὰν δʼ ἐν αὐτῷ τις ὢν τῷ πλοίῳ τοῦτο πειρᾶται πράττειν, οὐκ ἂν κινήσειεν οὐδʼ ἂν ὁ Τιτυὸς οὔθʼ ὁ Βορέας πνέων ἔσωθεν ἐκ τοῦ πλοίου, εἰ τύχοι πνέων τὸν τρόπον τοῦτον ὅνπερ οἱ γραφεῖς ποιοῦσιν· ἐξ αὑτοῦ γὰρ τὸ πνεῦμα ἀφιέντα γράφουσιν.
このことの証拠は、「なぜ船の外部からなら、竿でマストを突いたり、他のどこかの部分に力を加えたりすれば容易に動かせるのに、船自体の内部にいる者がこれを行おうと試みても、決して動かすことができず、たとえティテュオスであっても、あるいはボレアスが船の内側から風を吹きかけたとしても(画家たちが描くような方法、すなわち彼ら自身の内から風を吹き出しているような描き方で、仮に彼が風を吹いたとしても)動かすことができないのか」という難問である。
ἐάν τε γὰρ ἠρέμα ῥιπτῇ τὸ πνεῦμά τις ἐάν τʼ ἰσχυρῶς οὕτως ὥστʼ ἄνεμον ποιεῖν τὸν μέγιστον, ἐάν τε ἄλλο τι τὸ ῥιπτούμενον ἢ ὠθούμενον, ἀνάγκη πρῶτον μὲν πρὸς ἠρεμοῦν τι τῶν αὑτοῦ μορίων ἀπερειδόμενον ὠθεῖν, εἶτα πάλιν τοῦτο τὸ μόριον, ἢ αὐτὸ ἢ οὗ τυγχάνει μόριον ὄν, πρὸς τῶν ἔξωθέν τι ἀποστηριζόμενον μένειν.
なぜなら、穏やかに息を吹き出すにせよ、最大の嵐を起こすほど激しく吹き出すにせよ、あるいは他の何かを投げたり押したりするにせよ、第一に自らの部分のうち静止している何らかのものに寄りかかって押す必要があり、次いで今度はこの部分が、それ自体であるか、あるいはそれが属している全体であるかして、外部の何らかのものに対して支えられて静止していなければならないからである。
ὁ δὲ τὸ πλοῖον ὠθῶν ἐν τῷ πλοίῳ αὐτὸς ὢν καὶ ἀποστηριζόμενος πρὸς τὸ πλοῖον εὐλόγως οὐ κινεῖ τὸ πλοῖον διὰ τὸ ἀναγκαῖον εἶναι πρὸς ὃ ἀποστηρίζεται μένειν·
だが、船を動かしようとする者が船自体の内部にいて船に対して踏ん張る場合、彼が船を動かさないのは当然である。
συμβαίνει δʼ αὐτῷ τὸ αὐτὸ ὅ τε κινεῖ καὶ πρὸς ὃ ἀποστηρίζεται.
なぜなら、彼が踏ん張る相手は静止していなければならないが、彼において、動かすものと彼が踏ん張る対象とが同一のものになっているからである。
ἔξωθεν δʼ ὠθῶν ἢ ἕλκων κινεῖ·
しかし、外部から押したり引いたりするならば動かすことができる。
οὐθὲν γὰρ μέρος ἡ γῆ τοῦ πλοίου.
なぜなら、大地は船の一部ではないからである。