§1.3Ἔχεῖ δὲ τὰ περὶ τοὺς ὄρχεις καὶ τὰς ὑστέρας οὐχ ὁμοίως πᾶσι τοῖς ἐναίμοις ζῴοις, καὶ πρῶτον τὰ περὶ τοὺς ὄρχεις τοῖς ἄρρεσιν.
睾丸と子宮に関する部位は、すべての有血動物において同様にあるわけではなく、まず雄の睾丸に関する部位について[述べる]。
τὰ μὲν γὰρ ὅλως ὄρχεις οὐκ ἔχει τῶν τοιούτων ζῴων, οἷον τό τε τῶν ἰχθύων γένος καὶ τὸ τῶν ὄ φεων, ἀλλὰ πόρους μόνον δύο σπερματικούς·
というのも、それらの動物のうち、あるものは全く睾丸を持たず、例えば魚類や蛇類がそうであるが、2つの精液の通路だけを持っている。
τὰ δ’ ἔχει μὲν ὄρχεις, ἐντὸς δ’ ἔχει τούτους πρὸς τῇ ὀσφύϊ κατὰ τὴν τῶν νεφρῶν χώραν, ἀπὸ δὲ τούτων ἑκατέρου πόρον, ὥσπερ ἐν τοῖς μὴ ἔχουσιν ὄρχεις, συνάπτοντας εἰς ἕν, καθάπερ καὶ ἐπ’ ἐκείνων, οἷον οἵ τε ὄρνιθες πάντες καὶ τὰ ᾠοτοκοῦντα τετράποδα τῶν δεχομένων τὸν ἀέρα καὶ πλεύμονα ἐχόντων.
他方、あるものは睾丸を持っているが、これらを内側に、腰のあたり、腎臓の領域に持っている。 そしてこれら(睾丸)のそれぞれから通路が伸びており、それは睾丸を持たない動物におけるのと同様に、それらの場合と同様に一つへと結合している。 例えば、すべての鳥類や、空気を吸い肺を持つ卵生の四肢動物がそうである。
καὶ γὰρ ταῦτα πάντα ἐντὸς ἔχει πρὸς τῇ ὀσφύϊ τοὺς ὄρχεις, καὶ δύο πόρους ἀπὸ τούτων ὁμοίως τοῖς ὄφεσιν, οἷον σαῦροι καὶ χελῶναι καὶ τὰ φολιδωτὰ πάντα.
実際、これらもすべて内側、腰の近くに睾丸を持っており、これらから伸びる2つの通路は蛇類と同様である。 例えばトカゲやカメ、そしてすべての鱗のある動物がそうである。
τὰ δὲ ζῳοτόκα πάντα μὲν ἐν τῷ ἔμπροσθεν ἔχει τοὺς ὄρχεις, ἀλλ’ ἕνια αὐτῶν ἔσω πρὸς τῷ τέλει τῆς γαστρός, οἷον ὁ δελφίς, καὶ οὐ πόρους ἀλλ’ αἰδοῖον ἀπὸ τούτων περαῖνον εἰς τὸ ἔξω, καθάπερ οἱ βόες, τὰ δ’ ἔξω καὶ τούτων τὰ μὲν ἀπηρτημένους, ὥσπερ ἄνθρωπος, τὰ δὲ πρὸς τῇ ἕδρᾳ, καθάπερ οἱ ὕες.
これに対して、胎生動物はすべて体の前方(下部)に睾丸を持っているが、あるものはそれらを内側、腹部の終端近くに持っており、例えばイルカがそうであって、それら(睾丸)から伸びるものは通路ではなく、牛などのように、外部へと通じる生殖器である。 またあるものは外側に持っており、これらのうち、あるものは[体から]離れて吊り下がっており(人間のようである)、あるものは肛門の近くにある(豚のようである)。
διώρισται δὲ περὶ αὐτῶν ἀκριβέστερον ἐν ταῖς ἱστορίαις ταῖς περὶ τῶν ζῴων.
これらについては、『動物誌』においてより正確に記述されている。
αἱ δ’ ὑστέραι πᾶσαι μέν εἰσι διμερεῖς, καθάπερ καὶ οἱ ὄρχεις τοῖς ἄρρεσι δύο πᾶσιν·
他方、子宮はすべて二部からなっており、これは雄において睾丸がすべて2つあるのと同様である。
ταύτας δ’ ἔχουσι τὰ μὲν πρὸς τοῖς ἄρθροις, καθάπερ αἵ τε γυναῖκες καὶ πάντα τὰ ζῳοτοκοῦντα μὴ μόνον θύραζε ἀλλὰ καὶ ἐν αὑτοῖς, καὶ οἱ ἰχθύες ὅσοι ᾠοτοκοῦσιν εἰς τοὐμφανές, τὰ δὲ πρὸς τῷ ὑποζώματι, καθάπερ οἵ τ’ ὄρνιθες πάντες καὶ τῶν ἰχθύων οἱ ζῳοτοκοῦντες.
そしてこれらを、あるものは接合部の近くに持っており、例えば女性や、体外へだけでなく自己の内部でも胎生であるすべての動物、および、外部に卵を産むすべての魚類がそうである。 他方、あるものは横隔膜の近くに持っており、すべての鳥類や、魚類のうち胎生であるものがそうである。
ἔχουσι δὲ δικρόας καὶ τὰ μαλακόστρακα τὰς ὑστέρας καὶ τὰ μαλάκια·
また、軟甲類や軟体類も、二叉に分かれた子宮を持っている。
τὰ γὰρ καλούμενα τούτων ᾠὰ τοὺς περιέχοντας ὑμένας ὑστερκοὺς ἔχει.
なぜなら、これらにおけるいわゆる卵は、それを取り囲む子宮のような膜を持っているからである。
μάλιστα δὲ ἀδιόριστον ἐπὶ τῶν πολυπόδων ἐστίν, ὥστε δοκεῖν μίαν εἶναι·
このことはタコにおいて最も判別しがたく、そのため[子宮が]一つであるように見える。
τούτου δ’ αἴτιον ὁ τοῦ σώματος ὄγκος πάντῃ ὅμοιος ὤν.
この原因は、体の容積がどの方向にも一様だからである。
δικρόαι δὲ καὶ αἱ τῶν ἐντόμων εἰσὶν ἐν τοῖς μέγεθος ἔχουσιν·
また、昆虫の子宮も、ある程度の大きさを持つものにおいては二叉である。
ἐν δὲ τοῖς ἐλάττοσιν ἄδηλοι διὰ τὴν μικρότητα τοῦ σώματος.
しかし、より小さなものにおいては、体の小ささゆえに判然としない。
§1.4Τὰ μὲν οὖν εἰρημένα μόρια τοῖς ζῴοις τοῦτον ἔχει τὸν τρόπον·
さて、動物における上述の部分は、このようなあり方をしている。
περὶ δὲ τῆς ἐν τοῖς ἄρρεσι διαφορᾶς τῶν σπερματικῶν ὀργάνων, εἴ τις μέλλει θεωρήσειν τὰς αἰτίας δι’ ἅς εἰσιν, ἀνάγκη λαβεῖν πρῶτον τίνος ἕνεκεν ἡ τῶν ὄρχεών ἐστι σύστασις.
しかし、雄における精液の器官の差異について、それが存在する原因を考察しようとするなら、まず第一に、いかなる目的のために睾丸の組織が存在するのかを把握せねばならない。
εἰ δὴ πᾶν ἡ φύσις ἢ διὰ τὸ ἀναγκαῖον ποιεῖ ἢ διὰ τὸ βέλτιον, κἂν τοῦτο τὸ μόριον εἴη διὰ τούτων θάτερον.
もし自然がすべてのものを、必然性によるか、あるいはより良きことのために創るのだとすれば、この部分もこれらのうちのいずれか一方によるはずである。
ὅτι μὲν τοίνυν οὐκ ἀναγκαῖον πρὸς τὴν γένεσιν, φανερόν·
ところで、それが(睾丸が)発生のために不可欠ではないことは明らかである。
πᾶσι γὰρ ἂν ὑπηῆρχε τοῖς γεννῶσι, νῦν δ’ ὄυθ’ οἱ ὄφεις ἔχουσιν ὄρχεις οὔθ’ οἱ ἰχθύες·
なぜなら、もしそうなら生殖を行うすべてのものに存在しているはずだが、現実には蛇も魚も睾丸を持たないからである。
ὠμμένοι γάρ εἰσι συνδυαζόμενοι καὶ πλήρεις ἔχοντες θοροῦ τοὺς πόρους.
実際、それらは交尾しているところを観察されており、精液で満ちた通路を持っている。
λείπεται τοίνυν βελτίονός τινος χάριν.
したがって、より良きことのために存在することが残される。
ἔστι δὲ τῶν μὲν πλείστων ζῴων ἔργον σχεδὸν οὐθὲν ἄλλο πλὴν ὥσπερ τῶν φυτῶν σπέρμα καὶ καρπός.
ところで、ほとんどの動物の働きは、植物の場合と同様に、精液と果実[を産み出すこと]以外にはほとんどない。
ὥσπερ δ’ ἐν τοῖς περὶ τὴν τροφὴν τὰ εὐθυέντερα λαβρότερα πρὸς τὴν ἐπιθυμίαν τὴν τῆς τροφῆς, ὅυτω καὶ τὰ μὴ ἔχοντα ὄρχεις πόρους δὲ μόνον, ἢ ἔχοντα μὲν ἐντὸς δ’ ἔχοντα, πάντα ταχύτερα πρὸς τὴν ἐνέργειαν τῶν συνδυασμῶν.
そして、食物に関する部位において、腸がまっすぐなものの方が食物への欲求においてより貪欲であるのと同様に、睾丸を持たず通路だけを持つもの、あるいは持ってはいても内側に持っているものはすべて、交尾の活動においてより性急である。
ἃ δὲ δεῖ σωφρονέστερα εἶναι, ὥσπερ ἐκεῖ οὐκ εὐθυέντερα, καὶ ἐνταῦθ’ ἕλικας ἔχουσιν οἱ πόροι πρὸς τὸ μὴ λάβρον μηδὲ ταχεῖαν εἶναι τὴν ἐπιθυμίαν.
しかし、より抑制的であるべき動物は、あちらにおいて直腸でないのと同様に、こちらにおいても、欲求が貪欲で性急なものとならないように、通路に螺旋を持っている。
οἱ δ’ ὄρχεις εἰσὶ πρὸς τοῦτο μεμηχανημένοι·
そして睾丸はこのために考案されている。
τοῦ γὰρ σπερματικοῦ περιττώματος στασιμωτέραν ποιοῦσι τὴν κίνησιν, ἐν μὲν τοῖς ζῳοτόκοις, οἷον ἵπποις τε καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις, καὶ ἐν ἀνθρώποις σώζοντες τὴν ἐπαναδίπλωσιν.
すなわち、それらは精液の余剰物の運動をより安定したものにする。 例えば馬や他のそのような胎生動物、そして人間においては、折り返しを維持することによってである。
ὃν δὲ τρόπον ἔχει αὕτη, ἐκ τῶν ἱστοριῶν τῶν περὶ τὰ ζῷα δεῖ θεωρεῖν.
このあり方については、『動物誌』から考察されねばならない。
οὐθὲν γάρ εἰσι μόριον τῶν πόρων οἱ ὄρχεις, ἀλλὰ πρόσκεινται, καθάπερ τὰς λαιὰς προσάπτουσιν αἱ ὑφαίνουσαι τοῖς ἱστοῖς·
なぜなら、睾丸は通路のいかなる部分でもなく、付着しているだけであり、それは織り手が織機に錘をぶら下げるようなものであるからである。
ἀφαιρουμένων γὰρ αὐτῶν ἀνασπῶνται οἱ πόροι ἐντός, ὥστ’ οὐ δύνανται γεννᾶν τὰ ἐκτεμνόμενα, ἐπεὶ εἰ μὴ ἀνεσπῶντο, ἐδύναντο ἄν, καὶ ἤδη ταῦρός τις μετὰ τὴν ἐκτομὴν εὐθέως ὀχεύσας ἐπλήρωσε διὰ τὸ μήπω τοὺς πόρους ἀνεσπάσθαι.
というのも、それらが取り除かれると、内側の通路が引き上げられてしまい、その結果去勢された動物は生殖できなくなる。 もしそれらが引き上げられないのであれば、生殖できたはずであり、実際、ある雄牛は去勢直後に交尾して孕ませたが、これは通路がまだ引き上げられていなかったからである。
τοῖς δ’ ὄρνισι καὶ τοῖς ᾠοτόκοις τῶν τετραπόδων δέχονται τὴν σπερματικὴν περίττωσιν, ὥστε βραδυτέραν εἶναι τὴν ἔξοδον ἢ τοῖς ἰχθύσιν.
また、鳥類や卵生の四肢動物においては、精液の余剰物を受け取ることで、その放出が魚類におけるよりも遅くなる。
φανερὸν δ’ ἐπὶ τῶν ὀρνίθων·
このことは鳥類において明らかである。
περὶ γὰρ τὰς ὀχείας πολὺ μείζους ἴσχουσι τοὺς ὄρχεις, καὶ ὅσα γε τῶν ὀρνέων καθ’ ὥραν μίαν ὀχεύει, ὅταν ὁ χρόνος οὗτος παρέλθῃ, οὕτω μικροὺς ἔχουσιν ὥστε σχεδὸν ἀδήλους εἶναι, περὶ δὲ τὴν ὀχείαν σφόδρα μεγάλους.
なぜなら、交尾期の前後において彼らははるかに大きな睾丸を持つからであり、特定の時期にだけ交尾する鳥たちにおいては、その時期が過ぎ去ると、睾丸は非常に小さくなってほとんど判然としなくなるが、交尾期には非常に大きくなるからである。
θᾶττον μὲν οὖν ὀχεύουσι τὰ ἐντὸς ἔχοντα·
それゆえ、内側に持つものはより素早く交尾する。
καὶ γὰρ τὰ ἐκτὸς ἔχοντα οὐ πρότερον τὸ σπέρμα ἀφίησι πρὶν ἀνασπάσαι τοὺς ὄρχεις.
なぜなら、外側に持つものでさえ、睾丸を引き上げるまでは精液を放出しないからである。