§1.1Ἐπεὶ δὲ περὶ τῶν ἄλλων μορίων εἴρηται τῶν ἐν τοῖς ζῴοις καὶ κοινῇ καὶ καθ’ ἕκαστον γένος περὶ τῶν ἰδίων χωρίς, τίνα τρόπον διὰ τὴν τοιαύτην αἰτίαν ἐστὶν ἕκαστον, λέγω δὲ ταύτην τὴν ἕνεκά του· ὑπόκεινται γὰρ αἰτίαι τέτταρες, τό τε οὗ ἕνεκα ὡς τέλος, καὶ ὁ λόγος τῆς οὐσίας.
動物の他の部分については、共通の観点からも、またそれぞれの類において個別の部分について別々に、それらがどのような仕方でそのような原因、すなわち何かのための原因によって存在しているかが語られたので(というのも、四つの原因、すなわち目的としての「何かのため」、および本質の定義が前提とされているからであり、これらはほぼ一つのものとして捉えるべきで、第三と第四は、質料と、運動の始まりがどこから来るかというものである。
ταῦτα μὲν οὖν ὡς ἕν τι σχεδὸν ὑπολαβεῖν δεῖ, τρίτον δὲ καὶ τέταρτον ἡ ὕλη καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
したがって、他の部分についてはすでに語られた。
περὶ μὲν οὖν τῶν ἄλλων εἴρηται (ὅ τε γὰρ λόγος καὶ τὸ οὗ ἕνεκα ὡς τέλος ταὐτόν, καὶ ὕλη τοῖς ζῴοις τὰ μέρη, παντὶ μὲν τῷ ὅλῳ τὰ ἀνομοιομερῆ, τοῖς δ᾽ ἀνομοιομερέσι τὰ ὁμοιομερῆ, τούτοις δὲ τὰ καλούμενα στοιχεῖα τῶν σωμάτων), λοιπὸν δὲ τῶν μὲν μορίων τὰ πρὸς τὴν γένεσιν συντελοῦντα τοῖς ζῴοις, περὶ ὧν οὐθὲν διώρισται πρότερον, περὶ αἰτίας δὲ τῆς κινούσης, τίς αὕτη.
なぜなら、定義と目的としての「何かのため」は同一であり、動物にとっての質料とはその部分であり、全体にとっては非同質的部分、非同質的部分にとっては同質的部分、そして同質的部分にとっては身体のいわゆる元素だからである)、残されているのは、部分のうち動物の発生に寄与するもので、これらについては以前に何も規定されておらず、また動かす原因(それが何であるか)についてである。
τὸ δὲ περὶ ταύτης σκοπεῖν καὶ τὸ περὶ τῆς γενέσεως τῆς ἑκάστου τρόπον τινὰ ταὐτόν ἐστιν·
これについて考察することと、それぞれの発生について考察することは、ある意味で同一である。
διόπερ ὁ λόγος εἰς ἓν συνήγαγε, τῶν μὲν περὶ τὰ μόρια τελευταῖα ταῦτα, τῶν δὲ περὶ γενέσεως τὴν ἀρχὴν ἐχομένην τούτων τάξας.
それゆえ、この論考はこれらを一つにまとめ、部分に関するものの最後にこれらを配置し、発生に関するものの最初をこれらに続くように置いたのである。
τῶν δὴ ζῴων τὰ μὲν ἐκ συνδυασμοῦ γίνεται θήλεος καὶ ἄρρενος, ἐν ὅσοις γένεσι τῶν ζῴων ἐστὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν.
動物のうち、あるものは雌と雄の結合から生まれる。 これは、動物の類のうちに雌と雄が存在するものにおいてである。
οὐ γὰρ ἐν πᾶσίν ἐστιν, ἀλλ᾽ ἐν μὲν τοῖς ἐναίμοις ἔξω ὀλίγων ἅπασι τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ τελειωθέν ἐστι, τῶν δ᾽ ἀναίμων τὰ μὲν ἔχει τὸ θῆλυ καὶ τὸ ἄρρεν, ὥστε τὰ ὁμογενῆ γεννᾶν, τὰ δὲ γεννᾷ μέν, οὐ μέντοι τά γε ὁμογενῆ·
なぜなら、すべての動物に雌雄があるわけではなく、有血動物においては少数の例外を除いてすべてにおいて、成熟したものは一方が雄であり他方が雌であるが、無血動物においては、あるものは雌と雄を有して同種のものを生むが、他のものは生むにしても同種のものを生まない。
τοιαῦτα δ’ ἐστὶν ὅσα γίνεται μὴ ἐκ ζῴων συνδυαζο μένων, ἀλλ’ ἐκ γῆς σηπομένης καὶ περιττωμάτων.
このようなものは、結合する動物から生まれるのではなく、腐敗した土や排泄物から生まれるものである。
ὡς δὲ κατὰ παντὸς εἰπεῖν, ὅσα μὲν κατὰ τόπον μεταβλητικὰ τῶν ζῴων ὄντα τὰ μὲν νευστικὰ τὰ δὲ πτηνὰ τὰ δὲ πεζευτικὰ τοῖς σώμασιν, ἐν ἐνίοις μὲν τούτων ἅπαν τὸ γένος ἔχει τὸ θῆλυ καὶ τὸ ἄρρεν, οὐ μόνον ἐν τοῖς ἐναίμοις, ἀλλὰ καὶ τῶν ἀναίμων ἔν τισιν.
大まかに言えば、場所的移動を行う動物、すなわち水泳するもの、飛行するもの、歩行するもののうち、あるものでは類全体が雌と雄をもち、それは有血動物においてだけでなく、無血動物の一部においても同様である。
καὶ τούτων τοῖς μὲν καθ’ ὅλον τὸ γένος, οἷον τοῖς μαλακίοις καὶ τοῖς μαλακοστράκοις·
そして、これらのうち、あるものでは類全体においてそうであり、例えば軟体類や軟甲類がそうである。
ἐν δὲ τῷ τῶν ἐντόμων γένει τὰ πλεῖστα.
また、昆虫類においてはその大部分がそうである。
τούτων δ’ αὐτῶν ὅσα μὲν ἐκ συνδυασμοῦ γίνεται τῶν συγγενῶν ζῴῳν, καὶ αὐτὰ γεννᾷ κατὰ τὴν συγγένειαν· ὅσα δὲ μὴ ἐκ ζῴων ἀλλ’ ἐκ σηπομένης τῆς ὕλης, ταῦτα δὲ γεννᾷ μὲν ἕτερον δὲ γένος, καὶ τὸ γιγνόμενον οὔτε θῆλύ ἐστιν οὔτε ἄρρεν.
これら自体において、同類の動物の結合から生まれるものは、その同類に従って生み出すが、動物からではなく腐敗した物質から生まれるものは、別の類を生み出し、生まれるものは雌でも雄でもない。
τοιαῦτα δ’ ἐστὶν ἔνια τῶν ἐντόμων.
昆虫の一部がそのようなものである。
καὶ τοῦτο συμβέβηκεν εὐλόγως·
これは理にかなっている。
εἰ γὰρ ὅσα μὴ γίγνεται ἐκ ζῴων, ἐκ τούτων ἐγίνετο ζῷα συνδυαζομένων, εἰ μὲν ὁμοιογενῆ, καὶ τὴν ἐξ ἀρχῆς τοιαύτην ἔδει τῶν τεκνωσάντων εἶναι γένεσιν.
なぜなら、もし動物から生まれないものが、結合して動物を生むとすれば、もし同種のものであるなら、それを生んだものの最初の発生もそのようなものでなければばらなかったはずである。
τοῦτο δ’ εὐλόγως ἀξιοῦμεν·
これは理にかなった要求である。
φαίνεται γὰρ συμβαῖνον οὕτως ἐπὶ τῶν ἄλλων ζῴων.
なぜなら、他の動物においてそのようになっているのが観察されるからである。
εἰ δ’ ἀνόμοια μὲν δυνάμενα δὲ συνδυάζεσθαι, πάλιν ἐκ τούτων ἑτέρα τις ἂν ἐγίνετο φύσις, καὶ πάλιν ἄλλη τις ἐκ τούτων, καὶ τοῦτ’ ἐπορεύετ’ ἂν εἰς ἄπειρον.
もし異種でありながら結合できるとすれば、それらからまた別の性質が生まれ、さらにそれらからまた別のものが生まれ、これは無限に進むことになるだろう。
ἡ δὲ φύσις φεύγει τὸ ἄπειρον·
しかし自然は無限を避ける。
τὸ μὲν γὰρ ἄπειρον ἀτελές, ἡ δὲ φύσις ἀεὶ ζητεῖ τέλος.
なぜなら無限は未完成であり、自然は常に目的を追求するからである。
ὅσα δὲ μὴ πορευτικά, καθάπερ τὰ ὀστρακόδερμα τῶν ζῴων καὶ τὰ ζῶντα τῷ προσπεφυκέναι, διὰ τὸ παραπλησίαν αὐτῶν εἶναι τὴν οὐσίαν τοῖς φυτοῖς, ὥσπερ οὐδ’ ἐν ἐκείνοις, οὐδ’ ἐν τούτοις ἐστι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἀλλ’ ἤδη καθ’ ὁμοιότητα καὶ κατ’ ἀναλογίαν λέγεται·
およそ移動しない動物、例えば貝類や固着して生きているものは、その本質が植物に似ているため、植物においてそうであるように、それらにおいても雌と雄は存在せず、ただ類似や比喩によってそう呼ばれるだけである。
μικρὰν γάρ τινα τοιαύτην ἔχει διαφοράν.
なぜなら、それらはそのような小さな差異を持っているからである。
καὶ γὰρ ἐν τοῖς φυτοῖς ὑπάρχει τὰ μὲν καρποφόρα δένδρα τοῦ αὐτοῦ γένος, τὰ δ’ αὐτὰ μὲν οὐ φέρει καρπόν, συμβάλλεται δὲ τοῖς φέρουσι πρὸς τὸ πέττειν, οἷον συμβαίνει περὶ τὴν συκῆν καὶ τὸν ἐρινεόν.
植物においても、同じ類の中に、果実を結ぶ木がある一方で、果実は結ばないが結ぶものの結実を助けるもの、例えばイチジクと野生イチジクの関係のようなものがある。
ἔστι δὲ καὶ ἐπὶ τῶν φυτῶν τὸν αὐτὸν τρόπον·
植物においても同様である。
τὰ μὲν γὰρ ἐκ σπέρματος γίνεται, τὰ δ’ ὥσπερ αὐτοματιζούσης τῆς φύσεως.
あるものは種子から生まれ、あるものは自然が自発的に働くかのように生まれる。
γίνεται γὰρ ἢ τῆς γῆς σηπομένης ἢ μορίων τινῶν ἐν τοῖς φυτοῖς.
それらは土が腐敗するか、あるいは植物の中のある部分から生まれる。
ἔνια γὰρ αὐτὰ μὲν οὐ συνίσταται καθ᾽ αὑτὰ χωρίς, ἐν ἑτέροις δ᾽ ἐγγίνεται δένδρεσιν, οἷον ὁ ἰξός.
あるものはそれ自体で独立して存立するのではなく、他の樹木の中に生じる、例えばヤドリギのように。