§6.19Φανερὸν δὲ τοῦτο ἐστὶ καὶ ἐπὶ τῶν λευκῶν.
このことは白いものについても明らかである。
Ἔνια μὲν γὰρ εὐθὺς ἴσχει τὸ χρῶμα λευκότατον, ὅσα καὶ τούτων πλείστην ἔχει κατ᾽ ἀρχὰς τροφήν, καὶ μὴ πρὸ ὥρας ἐν αὐτῇ καταξηραίνεται τὸ ὑγρόν· προϊούσης δὲ τῆς ἡλικίας ξανθά, τροφῆς αὐτοῖς ἐλάττονος ὕστερον ἐπιρρεούσης.
すなわち、それらのうちでも、最初に最も多くの栄養を受け取り、その中で水分が時期尚早に乾燥しないものすべては、最初からきわめて白い色を持つが、年齢が進むにつれて黄色になるのは、後になってそれらに流れ込む栄養が少なくなるからである。
§6.20Τὰ δὲ ἐν ἀρχῇ μὲν γίνεται ξανθά, κατὰ δὲ τὴν ἀκμὴν λευκότατα, καθάπερ καὶ τῶν ὀρνίθων μεταβάλλουσι τὰ χρώματα πάλιν τῆς τροφῆς ἐν αὐτοῖς ὑπολειπούσης.
また、初めは黄色くなり、全盛期にはきわめて白くなるものもあるが、これは鳥類において、それらの中の栄養が再び不足することによって色彩が変化するのと同様である。
Δηλοῖ δέ·
このことは[以下のことによって]示される。
πάντα γὰρ αὐτὰ γίνεται ξανθὰ καὶ περὶ τὸν τράχηλον, καὶ ὅλως ὅσα σπανίζει τροφῆς τῆς ἐν αὐτοῖς ὑπολειπούσης.
すなわち、それらの首の周りはすべて黄色くなり、一般に、それらの内に残された栄養が不足している箇所はすべてそうなるからである。
§6.21Δῆλον δέ·
このことは明らかである。
ὥσπερ γὰρ καὶ τὸ πυρρὸν εἰς τὸ μέλαν μεταβάλλει καὶ τὸ μέλαν πάλιν εἰς τὸ πυρρόν, οὕτω καὶ τὸ λευκὸν εἰς τὸ ξανθόν.
すなわち、赤褐色が黒に変化し、再び黒が赤褐色に変化するのと同様に、白も黄色に変化するからである。
Συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν φυτῶν·
そしてこのことは植物においても起こる。
ἔνια γὰρ ἐκ τῆς ὑστέρας πέψεως ἀνατρέχει πάλιν ἐπὶ τὴν προτέραν.
実際、あるものは後期の成熟から再び初期の状態へと逆戻りするからである。
Μάλιστα δὲ τοῦτο καὶ ἐπὶ τῆς ῥοιᾶς φανερόν ἐστιν.
このことは特に石榴において顕著である。
§6.22Τὸ μὲν γὰρ ἐξ ἀρχῆς οἱ κόκκοι γίνονται φοινικοῖ, καὶ τὰ φύλλα, δι᾽ ὀλιγότητα τῆς τροφῆς ἐκπεττομένης·
というのも、最初、その実の粒と葉は、栄養の少なさのためにそれが成熟させられることで、赤くなるからである。
ὕστερον δὲ πάλιν μεταβάλλουσιν εἰς τὸ ποῶδες χρῶμα, πολλῆς τροφῆς ἐπιρρεούσης καὶ τῆς πέψεως οὐχ ὁμοίως δυναμένης κρατεῖν·
しかしその後、多くの栄養が流れ込み、成熟が同様に支配できなくなるために、再び草のような緑色へと変化する。
τὸ τελευταῖον δὲ πεττομένης ἤδη τῆς τροφῆς πάλιν γίνεται τὸ χρῶμα φοινικιοῦν.
そして最後には、今や栄養が成熟させられることによって、再びその色は赤くなる。
§6.23Καθόλου δὲ εἰπεῖν καὶ περὶ τῶν ἄλλων τριχωμάτων καὶ πτερωμάτων, ἅπαντα λαμβάνει τὰς μεταβολάς, οἶς μέν, καθάπερ εἴρηται, τῆς τροφῆς ἐν αὐτοῖς ὑπολειπούσης, οἶς δὲ τοὐναντίον πλεοναζούσης.
他の毛や羽毛についても、総じて言えば、すべて変化を被るが、あるものにおいては、言及されたように、それらの中の栄養が不足することによって、また他のものにおいては、逆に、栄養が過剰になることによってである。
§6.24Διόπερ ἄλλα κατ᾽ ἄλλους χρόνους τῆς ἡλικίας καὶ λευκότατα καὶ μελάντατα γίνεται τῶν τριχωμάτων, ἐπεὶ καὶ τῶν κοράκων τὰ πτερώματα τὸ τελευταῖον εἰς τὸ ξανθὸν χρῶμα μεταβάλλει, τῆς τροφῆς ἐν αὐτοῖς ὑπολειπούσης.
それゆえ、毛の中には年齢の異なる時期に、きわめて白くなったり、あるいはきわめて黒くなったりするものがある。 なぜなら烏の羽毛でさえ、最後にはそれらの中の栄養が不足することによって、黄色へと変化するからである。
§6.25Τῶν δὲ τριχωμάτων οὐδὲν οὔτε φοινικιοῦν οὔθ᾽ ἁλουργὲς οὔτε πράσινον οὔτε ἄλλην οὐδεμίαν ἔχον τοιαύτην γίνεται χρόαν, διὰ τὸ πάντα τὰ τοιαῦτα χρώματα γίνεσθαι μιγνυμένων αὐτοῖς τῶν τοῦ ἡλίου αὐγῶν, ἔτι δὲ τῶν τριχωμάτων ἁπάντων τῶν ὑγρῶν ἐντὸς τῆς σαρκὸς συμβαίνειν τὰς μεταβολάς, καὶ μηδεμίαν αὐτὰ λαμβάνειν μίξιν.
しかし、毛においては、赤色にも、紫色にも、緑色にも、あるいは他のそのような色合いを持ついかなる色にもなることはない。 なぜなら、そのような色彩はすべて、太陽の光線がそれらに混ざり合うことによって生じるのに対し、さらにまた、毛のすべての水分の変化は肉の内部で起こり、それらが何ら混ざり合いを受け取らないからである。
§6.26Δῆλον δ᾽ ἐστίν·
このことは明らかである。
καὶ γὰρ τῶν πτερωμάτων τὸ μὲν ἐξ ἀρχῆς οὐδὲν γίνεται τῷ χρώματι τοιοῦτον, ἀλλὰ καὶ τὰ ποικίλα τῶν ὀρνέων πάνθ᾽ ὡς εἰπεῖν μέλανα, οἶον ὅ τε ταὼς καὶ ἡ περιστερὰ καὶ ἡ χελιδών·
実際、羽毛においても、最初はそのような色を持つものは何もなく、むしろ色鮮やかな鳥たちでさえ、例えば孔雀、鳩、ツバメなど、ほぼすべてが黒い。
ὕστερον δὲ λαμβάνει πάσας τὰς τοιαύτας ποικιλίας, ἤδη τῆς πέψεως αὐτῶν ἔξω τοῦ σώματος γιγνομένης, ἔν τε τοῖς πτερώμασι καὶ τοῖς καλαίοις·
しかし後になって、それらの成熟がすでに体の外部、すなわち羽毛や羽軸の中で行われるようになると、そのような多様な色彩をすべて帯びるようになる。
ὥστε συμβαίνει, καθάπερ καὶ ἐπὶ τῶν φυτῶν, καὶ τούτων ἔξω τοῦ σώματος γίγνεσθαι τὴν τῶν χρωμάτων πέψιν.
したがって、植物の場合と同様に、これらにおいても色彩の成熟が体の外部で行われるのである。
§6.27Διὸ καὶ τὰ λοιπὰ τῶν ζῴων, τά τ᾽ ἔνυδρα καὶ τὰ ἑρπετὰ καὶ τὰ κογχύλια, παντοδαπὰς ἴσχει χρωμάτων μορφάς, πολλῆς καὶ τούτοις τῆς πέψεως γινομένης.
それゆえ、他の動物、すなわち水生動物、這うもの、貝類なども、やはりそれらにおいて多くの成熟が行われるために、ありとあらゆる色彩の姿を持つのである。
Τὴν μὲν οὖν περὶ τὰ χρώματα θεωρίαν μάλιστ᾽ ἄν τις ἐκ τῶν εἰρημένων δύναιτο συνιδεῖν.
それゆえ、色彩に関する考察は、言及された事柄から最もよく理解され得るであろう。