§3.1Δεῖ δὲ μὴ λανθάνειν τὸ πολυειδὲς καὶ τὸ ἄπειρον τῶν χρωμάτων, διὰ πόσα συμβαίνει γίνεσθαι.
色の多様性と無限性が、いくつの原因によって生じるかを見落としてはならない。
Εὑρήσομμεν γὰρ ἤτοι διὰ τὸ τῷ φωτὶ καὶ ταῖς σκιαῖς ἀνίσως καὶ ἀνωμάλως λαμβάνεσθαι·
実際、私たちは次のいずれかによってそれが生じることを見出すであろう。
καὶ γὰρ αἱ σκιαὶ καὶ τὸ φῶς κατὰ τὸ μᾶλλον καὶ ἧττον πολὺ διαφέρουσιν αὑτῶν, ὥστε καὶ καθ᾽ αὑτὰς καὶ μετὰ τῶν χρωμάτων μιγνύμεναι ποιοῦσι μεταβολὰς χρωμάτων, ἢ τῷ τὰ κεραννύμενα τῷ πλήθει καὶ ταῖς δυνάμεσι διαφέρειν, ἢ τῷ λόγους ἔχειν μὴ τοὺς αὐτούς.
すなわち、光と影によって不均等かつ不規則に受け止められることによるか(というのも、影と光自体が、強弱の度合いにおいて、それら自身の間で大いに異なっており、その結果、それら自体単独でも、また他の色と混じり合っても、色の変化を引き起こすからである)、あるいは、混ぜ合わされるものが量や力において異なっていることによるか、あるいは、それらが同じ比率をもっていないことによるかである。
§3.2Πολλὰς γὰρ καὶ τὸ ἁλουργὲς ἔχει διαφορὰς καὶ τὸ φοινικιοῦν καὶ τὸ λευκὸν καὶ τῶν ἄλλων ἕκαστον καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον καὶ κατὰ τὴν πρὸς ἄλληλα μίξιν καὶ εἰλικρίνειαν αὐτῶν.
実際、紫も真紅も白も、またその他の色のどれもが、強弱の度合いによっても、互いの混合やそれら自体の純粋さによっても、多くの差異をもっている。
Ποιεῖ δὲ διαφορὰν καὶ τὸ λαμπρὸν ἢ στίλβον εἶναι τὸ μιγνύμενον ἢ τοὐναντίον αὐχμηρὸν καὶ ἀλαμπές.
また、混ぜ合わされるものが輝いていたり光沢をもっていたりすること、あるいは逆にカサカサして輝きがないことも、差異を生み出す。
§3.3Ἔστι δὲ τὸ στίλβον οὐκ ἄλλο τι ἢ συνέχεια φωτὸς καὶ πυκνότης.
そして光沢とは、光の連続性と稠密さにほかならない。
Τὸ γὰρ χρυσοειδὲς γίνεται, ὅταν τὸ ξανθὸν καὶ τὸ ἡλιῶδες πυκνωθὲν ἰσχυρῶς στίλβῃ.
というのも、黄金色は、黄色と太陽のような光が強く凝縮されて輝くときに生じるからである。
Διὸ καὶ οἱ τῶν περιστερῶν τράχηλοι καὶ τῶν ὑδάτων οἱ σταλαγμοὶ φαίνονται χρυσοειδεῖς τοῦ φωτὸς ἀνακλωμένου.
それゆえ、鳩の首元や水の滴も、光が反射するときに黄金色に見える。
§3.4Ἔστι δὲ ἃ λειούμενα τρίψει καὶ δυνάμεσί τισιν ἀλλοίας ἴσχει καὶ ποικίλας χρόας, ὥσπερ καὶ ὁ ἄργυρος παρατριβόμενος καὶ χρυσὸς καὶ χαλκὸς καὶ σίδηρος.
また、摩擦による平滑化やある種の力によって、異なった多様な色を帯びるものもある。 たとえば、こすられる銀や金、銅、鉄などがそうである。
§3.5Καί τινα γένη λίθων διαφόρους ποιεῖ χρόας, καθάπερ καὶ.
また、ある種の石は異なった色を作り出す。
. .
たとえば[ある種の石]がそうである。
μέλαιναι γὰρ οὖσαι λευκὰς γράφουσι γραμμάς, διὰ τὸ πάντων τῶν τοιούτων τὰς μὲν ἐξ ἀρχῆς συστάσεις ἐκ μικρῶν εἶναι μορίων καὶ πυκνῶν καὶ μελάνων, ὑπὸ δὲ τῆς ἐν τῇ γενέσει βαφῆς ἁπάντων τῶν πόρων κεχρωσμένων δι᾽ ὧν διελήλυθεν αὐτῶν ἡ βαφή, ἄλλην ἐσχηκέναι τὴν τοῦ χρώματος φαντασίαν.
実際、それらは黒いものであるのに白い線を書く。 それは、このようなものすべての、そもそも最初の構成が、小さく稠密で黒い微粒子から成っているが、生成期における染色によって、染料が通り抜けたすべての孔が着色されているために、別の色の見え方をもつようになっているからである。
§3.6Ὁ δ᾽ ἀποτριβόμενος ἀπ᾽ αὐτῶν οὐκέτι γίνεται χρυσοειδὴς οὐδὲ χαλκοειδὴς οὐδ᾽ ἄλλην οὐδεμίαν τοιαύτην ἔχων χροιάν, ἀλλὰ πάντως μέλας, διὰ τὸ τοὺς μὲν πόρους παρατριβομένων αὐτῶν ἀναρρήγνυσθαι, δι᾽ ὧν ἡ βαφὴ διελήλυθε, φύσει δὲ καὶ τῶν αὐτῶν εἶναι.
しかし、それらからこすり落とされるものは、もはや黄金色でも銅色でもなく、他のいかなるそのような色も帯びず、完全に黒い。 それは、それらがこすられるときに、染料が通り抜けた孔が破られ、本来の、そして同一の素材から成っているからである。
§3.7Τοῦ γὰρ προτέρου χρώματος οὐκέτι ὄντος ἡμῖν φανεροῦ παρὰ τὸ διασπᾶσθαι τὴν βαφήν, τὸ κατὰ φύσιν ὑπάρχον αὐτοῖς χρῶμα ὁρῶμεν·
実際、染料が断絶することによって、以前の色がもはや私たちに見えなくなるので、私たちはそれらに本来備わっている色を見るのである。
διὸ καὶ πάντα φαίνεται μέλανα.
それゆえ、すべては黒く見える。
Ἐν δὲ τῷ παρατρίβεσθαι πρὸς ὁμαλὲς καὶ λεῖον ἕκαστον τούτων, καθάπερ καὶ πρὸς τὰς βασάνους, ἀποβάλλοντα ἀπολαμβάνει πάλιν τὴν χρόαν ἐν τῇ συνάψει καὶ συνεχείᾳ, τὸ τῆς βαφῆς διαφαινόμενον.
しかし、これら各々が、平坦で滑らかなものに対して、あるいは試金石に対してこすられるときには、[削り屑を]落としながらも、接触と連続性において、再びその色、すなわち透けて見える染料の色を取り戻す。
§3.8Ἐπὶ δὲ τῶν καυστῶν καὶ διαλυομένων καὶ τηκομένων ἐν τῷ πυρὶ ταῦτα πλείστας ἔχει χρόας, ὅσων ὁ καπνός ἐστι λεπτὸς καὶ ἀεροειδὴς καὶ τὰ χρώματα σκιώδη, ὥσπερ ὅ τε ἀπὸ τοῦ θείου καὶ τῶν ἰωμένων χαλκείων, καὶ ὅσα ἐστὶ πυκνὰ καὶ λεῖα, καθάπερ ὁ ἄργυρος.
火の中で燃えやすいもの、分解するもの、溶けるものについては、それらのうちで煙が微細で空気のようであり、色が日陰のようであるもの(たとえば硫黄から生じる煙や錆びた銅器から生じるもの)、および、銀のように稠密で滑らかなものは、非常に多くの色を帯びる。