§2.1Τὰ δ᾽ ἄλλα ἐκ τούτων τῇ κράσει καὶ τῷ μᾶλλον καὶ ἧττον γιγνόμενα πολλὰς καὶ ποικίλας ποιεῖ χρωμάτων φαντασίας.
その他の色は、これらから、混合および強弱の度合いによって生じることで、多くの多様な色の見え方を作り出す。
Κατὰ μὲν τὸ μᾶλλον καὶ ἧττον, ὥσπερ τὸ φοινικοῦν καὶ τὸ ἁλουργές, κατὰ δὲ τὴν κρᾶσιν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν, ὅταν μιχθέντα φαιοῦ ποιήσῃ φαντασίαν.
強弱の度合いによるものとしては、たとえば真紅や紫があり、混合によるものとしては、たとえば白と黒が、混合されたときに灰色の見え方を作り出す場合がそうである。
Διὸ τὸ μέλαν καὶ σκιερὸν τῷ φωτὶ μιγνύμενον φοινικοῦν.
それゆえ、黒いものや日陰のものが光と混じり合うと、真紅になる。
§2.2Τὸ γὰρ μέλαν μιγνύμενον τῷ τε τοῦ ἡλίου καὶ τῷ ἀπὸ τοῦ πυρὸς φωτὶ θεωροῦμεν ἀεὶ γιγνόμενον φοινικοῦν, καὶ τὰ μέλανα πυρωθέντα πάντα εἰς χρῶμα μεταβάλλοντα φοινικοῦν·
実際、黒いものが太陽の光や火からの光と混じり合うとき、私たちはそれが常に真紅になるのを観察するし、また、黒いものが熱せられたときにはすべて真紅の色へと変化する。
αἵ τε γὰρ καπνώδεις φλόγες καὶ οἱ ἄνθρακες, ὅταν ὦσι διακεκαυμένοι, φαίνονται χρῶμα ἔχοντες φοινικοῦν.
なぜなら、煙を伴う炎や炭は、十分に燃え上がったとき、真紅の色を帯びているように見えるからである。
§2.3Τὸ δ᾽ ἁλουργὲς εὐανθὲς μὲν γίνεται καὶ λαμπρόν, ὅταν τῷ μετρίῳ λευκῷ καὶ σκιερῷ κραθῶσιν ἀσθενεῖς αἱ τοῦ ἡλίου αὐγαί.
一方、紫は、弱い太陽の光線が、適度な白さおよび日陰と混じり合うときに、鮮やかで輝かしいものとなる。
Διὸ καὶ περὶ ἀνατολὰς καὶ δύσεις ὁ ἀὴρ πορφυροειδὴς ἔστιν ὅτε φαίνεται, περὶ ἀνατολὴν καὶ δύσιν ὄντος τοῦ ἡλίου·
それゆえ、日の出や日の入りの頃、太陽が昇るか沈む際、空が時折、紫色に見えることがある。
ἀσθενεῖς γὰρ οὖσαι τὸτε μάλιστα πρὸς σκιερὸν ὄντα τὸν ἀέρα προσβάλλουσιν.
なぜなら、光線がその時に最も弱くなり、日陰になった空に差し込むからである。
§2.4Φαίνεται δὲ καὶ ἡ θάλαττα πορφυροειδής, ὅταν τὰ κύματα μετεωριζόμενα κατὰ τὴν ἔγκλισιν σκιασθῇ·
また海も、波が立ち上がってその傾斜によって日陰になるとき、紫色に見える。
πρὸς γὰρ τὸν ταύτης κλισμὸν ἀσθενεῖς αἱ τοῦ ἡλίου αὐγαὶ προσβάλλουσαι ποιοῦσι φαίνεσθαι τὸ χρῶμα ἁλουργές.
なぜなら、波の傾斜に対して弱い太陽の光線が差し込むことで、その色を紫に見せるからである。
Ὃ καὶ ἐπὶ τῶν πτερωμάτων θεωρεῖται γιγνόμενον·
このことは鳥の羽の上で生じることとしても観察される。
ἐντεινόμενα γάρ πως πρὸς τὸ φῶς ἁλουργὲς ἔχει τὸ χρῶμα.
というのも、それらが光に対してある角度で向けられると、紫の色を帯びるからである。
§2.5Ἐλάττονος δὲ τοῦ φωτὸς προσβάλλοντος ζοφερόν, ὃ καλοῦσιν ὄρφνιον·
そして、差し込む光がさらに少ないと、暗い色になり、これを人々は「オルプニオン」と呼んでいる。
πολὺ δὲ καὶ τῷ πρώτῳ μέλανι κραθὲν φοινικοῦν.
しかし、それが多くの、また元々の黒と混じり合うと、真紅になる。
Εὐανθὲς δ᾽ ὂν καὶ στίλβον εἰς τὸ φλογοειδὲς χρῶμα μεταβάλλει.
そして、鮮やかで輝いているときには、炎のような色へと変わる。
Κατὰ γὰρ τὴν πρὸς ἄλληλα κρᾶσιν οὕτως ληπτέον, ἐξ ὑποκειμένου τεθεωρημένου χρώματος ποιοῦντας τὴν μίξιν, ἀλλὰ μὴ πάντων ὁμοίαν γένεσιν ποιοῦντας.
なぜなら、互いの混合に関しては、このように、前提となる色がすでに観察されたものとして混合を行うべきであって、すべての色が同じように一から生成されるとすべきではないからである。
§2.6Ἔστι γὰρ τῶν χρωμάτων οὐχ ἁπλᾶ μέν, λόγον δ᾽ ἔχει πρός τινα τὸν αὐτὸν τῶν συνθέτων ὅνπερ τὰ ἁπλᾶ πρὸς ἑαυτά, διὰ τὸ τὰ ἁπλᾶ πρὸς μίξιν ἑνὸς ἔχειν, καὶ μὴ εὔσημον ἐν τῷ παντί, καὶ προστεθεωρημένον κατασκευάζειν ὁμοίως.
実際、色の中には、単純なものではないが、ある種の複合色に対して、単純な色が互いに対してもつのと同じ比率をもつものがある。 それは、単純な色が1つの混合に対して特定の関係を持ち、全体の中で明瞭には見分けられず、同様にあらかじめ観察された基礎を形成するからである。
§2.7Τὴν γὰρ τοῦ ἁλουργοῦ ἢ φοινικιοῦ κρᾶσιν λέγοντας ἀνάγκη ὁμοίως τοῖς ἐκ τούτων μιγνυμένοις καὶ ποιοῦσιν ἄλλην χρόαν τὴν γένεσιν διηγεῖσθαι, καὶ μὴ ὁμοίαν ἔμφασιν ποιεῖν.
実際、紫や真紅の混合について語る者は、これらから混合されて別の色を作り出すものと同様に、その生成を説明せざるを得ず、そして同じ現れ方をさせるのではない。
§2.8Διόπερ ἐκ τοῦ προκατεσκευασμένου ληπτέον καὶ θεωρητέον τὴν κρᾶσιν, οἷον ὅτι τὸ οἰνωπὸν χρῶμα γίνεται, ὅταν ἀκράτῳ τῷ μέλανι καὶ στίλβοντι κραθῶσιν αὐγαὶ ἠεροειδεῖς, ὥσπερ καὶ αἱ τῶν βοτρύων ῥᾶγες·
それゆえ、あらかじめ構成されたものから混合を捉え、観察せねばならない。 たとえば、ぶどう酒色は、混じり気のない輝く黒に対して、空気のような光線が混じり合うときに生じる。 それは、ぶどうの房の粒のようである。
καὶ γὰρ τούτων οἰνωπὸν φαίνεται τὸ χρῶμα ἐν τῷ πεπαίνεσθαι·
実際、これらは熟していく過程において、その色がぶどう酒色に見える。
μελαινομένων γὰρ τὸ φοινικοῦν εἰς τὸ ἁλουργὲς μεταβάλλει.
なぜなら、それらが黒ずんでいくにつれて、真紅から紫へと変化するからである。
§2.9Κατὰ δὲ τὸν ὑποδεδειγμένον τρόπον θεωρητέον πάσας τὰς τῶν χρωμάτων διαφοράς, ἐκ κινήσεως τὴν ὁμοιότητα λαμβάνοντας κατ᾽ αὐτὸ τὸ φαινόμενον, τὴν ἐν ἑκάστῳ μίξιν ὁμοιοῦντας καὶ ἐπὶ τῶν κατὰ μέρος ἐν γενέσει τινὶ καὶ κράσει ποιούντων φαντασίαν, καὶ πίστιν προσφερομένους.
そして、これまでに示された方法に従って、すべての色の違いを観察せねばならない。 現象そのものから変化に基づく類似性を捉え、個々の事例において、ある種の生成や混合の中で見え方を作り出しているものになぞらえてそれぞれの混合を類比し、そして確証を提示しながら。
§2.10Δεῖ δὲ καὶ πάντων τούτων ποιεῖσθαι τὴν θεωρίαν μὴ καθάπερ οἱ ζωγράφοι τὰ χρώματα ταῦτα κεραννύντας, ἀλλ᾽ ἀπὸ τῶν εἰρημένων τὰς ἀνακλωμένας αὐγὰς πρὸς ἀλλήλας συμβάλλοντας·
また、これらすべてのことについての観察を行うにあたっては、画家たちが絵の具を混ぜ合わせるようにしてこれらの色を混ぜるのではなく、上述の事柄から、反射される光線同士を互いに突き合わせることによって行うべきである。
μάλιστα γὰρ δύναιτ᾽ ἄν τις κατὰ φύσιν θεωρῆσαι τὰς τῶν χρωμάτων κράσεις.
なぜなら、そのようにしてこそ、色の混合を自然の理に適った形で最もよく観察できるからである。
§2.11Τὰς δὲ πίστεις καὶ τὰ ὅμοια δεῖ ἐν οἷς ἡ γένεσις ἔσται φανερὰ τῶν χρωμάτων.
そして、確証や類似した事例は、色の生成が明らかになるような事物のうちに求めねばならない。
Ταῦτα δὲ μάλιστά ἐστι τό τ᾽ ἀπὸ τοῦ ἡλίου φῶς καὶ τὸ ἀπὸ τοῦ πυρὸς καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ·
そして、これらに該当するのはとりわけ、太陽からの光、火からの光、空気、水である。
κεραννύμενα γὰρ τῷ μᾶλλον καὶ ἧττον ταῦτα μάλιστα πάσας ὡς εἰπεῖν τὰς χρόας ἀποτελεῖ.
なぜなら、これらが強弱の度合いにおいて混じり合うことで、言うなればほぼすべての色を作り出すからである。
§2.12Ἐπιληπτέον δὲ καὶ ἀπὸ τῶν ἄλλων χρωμάτων ταῖς αὐγαῖς κεραννυμένων τὴν ὁμοιότητα·
また、他の色が光線と混じり合うことからも、類似性を捉えねばならない。
οἱ γὰρ ἄνθρακες καὶ ὁ καπνὸς καὶ ὁ ἰὸς καὶ τὸ θεῖον καὶ τὰ πτερώματα κεραννύμενα τὰ μὲν ταῖς τοῦ ἡλίου αὐγαῖς, τὰ δὲ ταῖς τοῦ πυρός, πολλὰς καὶ ποικίλας ποιοῦσι μεταβολὰς χρωμάτων.
実際、炭、煙、錆、硫黄、羽毛などは、あるものは太陽の光線と、あるものは火の光線と混じり合うことで、多くの多様な色の変化を生み出す。
Τὰ δὲ καὶ τῇ πέψει θεωρητέον, γινόμενα ἐν φυτοῖς καὶ καρποῖς καὶ τριχώμασι καὶ πτερώμασι καὶ τοῖς τοιούτοις πᾶσιν.
さらに、植物、果実、毛髪、羽毛、およびその他すべてのそうしたもののうちに生じる変化は、成熟によっても観察されねばならない。