§3αἰτία δʼ οἶμαι καὶ ἀρχὴ τῆς τοσαύτης μεταβολῆς ἐγένετο ἡ πάντων κρατοῦσα Ῥώμη πρὸς ἑαυτὴν ἀναγκάζουσα τὰς ὅλας πόλεις ἀποβλέπειν καὶ ταύτης δὲ αὐτῆς οἱ δυναστεύοντες κατʼ ἀρετὴν καὶ ἀπὸ τοῦ κρατίστου τὰ κοινὰ διοικοῦντες, εὐπαίδευτοι πάνυ καὶ γενναῖοι τὰς κρίσεις γενόμενοι, ὑφʼ ὧν κοσμούμενον τό τε φρόνιμον τῆς πόλεως μέρος ἔτι μᾶλλον ἐπιδέδωκεν καὶ τὸ ἀνόητον ἠνάγκασται νοῦν ἔχειν.
そして、このような大きな変化の原因と始まりとなったのは、私の思うに、万物を支配し、すべての都市に自分自身を仰ぎ見るよう強制しているローマであり、また、そのローマ自体において、卓越性に基づいて、かつ最善の観点から国政を運営し、極めて教養高く、その判断において高貴となった支配者たちであった。 彼らによって導かれ、整えられることで、この国家の思慮深い部分はさらにいっそう進歩し、愚かな部分は思慮を持つよう強制されたのである。
τοιγάρτοι πολλαὶ μὲν ἱστορίαι σπουδῆς ἄξιαι γράφονται τοῖς νῦν, πολλοὶ δὲ λόγοι πολιτικοὶ χαρίεντες ἐκφέρονται φιλόσοφοί τε συντάξεις οὐ μὰ Δία εὐκαταφρόνητοι ἄλλαι τε πολλαὶ καὶ καλαὶ πραγματεῖαι καὶ Ῥωμαίοις καὶ Ἕλλησιν εὖ μάλα διεσπουδασμέναι προεληλύθασί τε καὶ προελεύσονται κατὰ τὸ εἰκός.
それゆえ、今日の人々によって研究に値する多くの歴史書が執筆され、多くの優美な政治演説が発表され、また誓って言うが、軽視できない哲学的著作も、そして他にも多くの優れた研究が、ローマ人にとってもギリシア人にとっても大いに真剣に探求され、すでに現れており、またおそらく今後も現れるであろう。
καὶ οὐκ ἂν θαυμάσαιμι τηλικαύτης μεταβολῆς ἐν τούτῳ τῷ βραχεῖ χρόνῳ γεγενημένης, εἰ μηκέτι χωρήσει προσωτέρω μιᾶς γενεᾶς ὁ ζῆλος ἐκεῖνος τῶν ἀνοήτων λόγων·
そして、この短い時間の間にこれほど大きな変化が生じたことを考えれば、あの愚かな言論に対する熱意が、もはや一世代以上先には進まない(=消え去る)としても、私は驚かないであろう。
τὸ γὰρ ἐκ παντὸς εἰς ἐλάχιστον συναχθὲν ῥᾴδιον ἐξ ὀλίγου μηδὲ εἶναι.
なぜなら、全体から極めて小さなものへと縮小されたものが、まもなく全く存在しなくなることは容易だからである。
§4ἀλλὰ γὰρ τὸ μὲν εὐχαριστεῖν τῷ μεταβάλλοντι τὰ πράγματα χρόνῳ καὶ τὸ τοὺς τὰ κράτιστα προαιρουμένους ἐπαινεῖν καὶ τὸ τὰ μέλλοντα ἐκ τῶν γεγονότων εἰκάζειν καὶ πάντα τὰ παραπλήσια τούτοις, ἃ κἂν ὁ τυχὼν εἰπεῖν δύναιτο, ἀφήσω, ἐξ ὧν δʼ ἂν ἔτι μείζω λάβοι τὰ κρείττονα ἰσχύν, ταῦτα πειράσομαι λέγειν, ὑπόθεσιν τοῦ λόγου κοινὴν καὶ φιλάνθρωπον καὶ πλεῖστα δυναμένην ὠφελῆσαι λαβών.
しかしながら、状況を変化させる時間に感謝すること、最善の道を選択する人々を称賛すること、過去の出来事から未来を予測すること、そしてこれらに類似した、誰であっても言えるような事柄のすべては、私は脇に置いておこう。 しかし、それによって、より良きものがさらに大きな力を得ることができるような事柄、これらを私は語るよう試みよう。 議論のテーマとして、公共に資し、人類愛に満ち、最も多くを益することのできるものを選び取った上で。
ἔστι δὲ ἥδε, τίνες εἰσὶν ἀξιολογώτατοι τῶν ἀρχαίων ῥητόρων τε καὶ συγγραφέων καὶ τίνες αὐτῶν ἐγένοντο προαιρέσεις τοῦ τε βίου καὶ τῶν λόγων καὶ τί παρʼ ἑκάστου δεῖ λαμβάνειν ἢ φυλάττεσθαι, καλὰ θεωρήματα καὶ ἀναγκαῖα τοῖς ἀσκοῦσι τὴν πολιτικὴν φιλοσοφίαν καὶ οὐ δήπου μὰ Δία κοινὰ οὐδὲ κατημαξευμένα τοῖς πρότερον.
そのテーマとは以下のものである。 すなわち、古代の弁論家および著述家のうちで最も価値ある者は誰か、彼らの生涯と言論の基本方針はどのようなものであったか、そしてそれぞれから何を受け入れ、あるいは何を警戒すべきか、ということである。 これらは、政治的哲学を実践する人々にとって、美しく、かつ必要な考察であり、誓って言うが、以前の人々にとってありふれたものでも、使い古されたものでもない。
ἐγὼ γοῦν οὐδεμιᾷ τοιαύτῃ περιτυχὼν οἶδα γραφῇ, πολλὴν ζήτησιν αὐτῶν ποιησάμενος.
少なくとも私自身は、それらについて多くの捜索を行ったが、そのような著作に出会った覚えはない。
οὐ μέντοι διαβεβαιοῦμαι γε ὡς δὴ καὶ σαφῶς εἰδώς·
もっとも、はっきりと知っていると断言するわけではない。
τάχα γὰρ ἂν εἶέν τινες αἱ ἐμὲ διαλανθάνουσαι τοιαῦται γραφαί, τὸ δὲ τῆς ἀπάντων ἱστορίας ὅρον ἑαυτὸν ποιεῖν καὶ περὶ τοῦ μὴ γεγονέναι τι τῶν δυνατῶν γενέσθαι λέγειν αὔθαδες πάνυ καὶ οὐ πόρρω μανίας.
なぜなら、私に知られずに存在するそのような著作がいくつかあるかもしれないからである。 しかし、自分自身をすべての歴史の限界とし、起こり得たことのうち何一つ起こらなかったと主張することは、極めて傲慢であり、狂気に遠くないからである。
περὶ μὲν οὖν τούτων οὐδὲν ἔχω, καθάπερ ἔφην, διαβεβαιοῦσθαι.
したがって、これらのことについては、私が言ったように、何も断言することはできない。
τῶν δὲ ῥητόρων τε καὶ συγγραφέων, ὑπὲρ ὧν ὁ λόγος, πολλῶν πάνυ ὄντων καὶ ἀγαθῶν τὸ μὲν ὑπὲρ ἁπάντων γράφειν μακροῦ λόγου δεόμενον ὁρῶν ἐάσω, τοὺς δὲ χαριεστάτους ἐξ αὐτῶν προχειρισάμενος κατὰ τὰς ἡλικίας ἐρῶ περὶ ἑκάστου, νῦν μὲν περὶ τῶν ῥητόρων, ἐὰν δὲ ἐγχωρῇ, καὶ περὶ τῶν ἱστορικῶν.
しかし、この議論の対象である弁論家および著述家たちは、極めて多く、かつ優れているが、すべての人について書くことは長い議論を必要とすることを見て取って、それは差し控えることにし、彼らのうちで最も優れた者たちを選び出し、年代順にそれぞれについて語ることにしよう。 現在は弁論家たちについて、そしてもし許されるなら、歴史家たちについても。
ἔσονται δὲ οἱ παραλαμβανόμενοι ῥήτορες τρεῖς μὲν ἐκ τῶν πρεσβυτέρων, Λυσίας Ἰσοκράτης Ἰσαῖος, τρεῖς δʼ ἐκ τῶν ἐπακμασάντων τούτοις, Δημοσθένης Ὑπερείδης Αἰσχίνης, οὓς ἐγὼ τῶν ἄλλων ἡγοῦμαι κρατίστους, καὶ διαιρεθήσεται μὲν εἰς δύο συντάξεις ἡ πραγματεία, τὴν δὲ ἀρχὴν ἀπὸ ταύτης λήψεται τῆς ὑπὲρ τῶν πρεσβυτέρων γραφείσης.
取り上げられる弁論家たちは、古い世代から三人、すなわちリュシアス、イソクラテス、イサイオスであり、彼らの後に全盛期を迎えた者たちから三人、すなわちデモステネス、ヒュペレイデス、アイスキネスであって、彼らを私は他の誰よりも優れていると考えている。 そして、この著作は二つの部(巻)に分割される予定であり、その始まりは、古い世代について書かれたこの部からなされるであろう。
προειρημένων δὴ τούτων ἐπανάγειν καιρὸς ἐπὶ τὰ προκείμενα.
これらのことがあらかじめ語られた今、本題へと戻る好機である。