§9.58.1καὶ μετὰ τοῦτʼ οὐδὲν ἔτι διέμενε τῶν πολεμίων, ἀλλὰ πάντες εἰς τὸν χάρακα ξυνέφευγον.
And after this, none of the enemy remained any longer, but all fled together into the palisade.
οὐ μέντοι δίωξίς γʼ αὐτῶν ἐπὶ πολὺ ἐγένετο, ἀλλʼ εὐθὺς οἱ Ῥωμαῖοι ἀπετράποντο, ὑπὸ κόπου τὰ σώματα παρειμένοι καὶ οὐδὲ τὰ ὅπλα ἔτι ὅμοια ἔχοντες.
However, the pursuit of them did not go on for long, but the Romans immediately turned back, their bodies being exhausted by toil and not even having their weapons in their former condition.
ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἃς ἐσπείσαντο ταφῆς τε τῶν οἰκείων νεκρῶν καὶ θεραπείας τῶν κεκμηκότων ἕνεκα, παρεσκευασμένοι τὰ εἰς τὸν πόλεμον ἐλλείποντα, ἑτέραν ἠγωνίσαντο μάχην περὶ τῷ Ῥωμαίων χάρακι.
And after a few days had passed, which they agreed upon by truce for the sake of the burial of their own dead and the care of the weary, having prepared what was lacking for the war, they fought another battle around the Roman palisade.
§9.58.2προσελθούσης γὰρ ἄλλης δυνάμεως τοῖς Οὐολούσκοις τε καὶ Αἰκανοῖς ἐκ τῶν πέριξ χωρίων οὐ διὰ μακροῦ ὄντων, ἐπαρθεὶς ὁ στρατηγὸς αὐτῶν, ὅτι καὶ πενταπλάσιοι τῶν πολεμίων ἦσαν οἱ σφέτεροι, τήν τε παρεμβολὴν τῶν Ῥωμαίων οὐκ ἐν ἐχυρῷ οὖσαν ὁρῶν κράτιστον ὑπέλαβεν εἶναι καιρὸν ἐπιχειρεῖν αὐτοῖς.
For when another force had come to the Volscians and Aequians from the surrounding regions, which were not far off, their general, elated because his own men were even five times as numerous as the enemy, and seeing that the camp of the Romans was not in a secure position, supposed it to be the best opportunity to attack them.
ἐνθυμηθεὶς δὲ ταῦτα περὶ μέσας νύκτας ἦγε τὴν δύναμιν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, καὶ κύκλῳ περιστήσας ἐφρούρει, μὴ λάθοιεν ἀπιόντες.
Having considered these things, about midnight he led his force against the palisade of the Romans, and having surrounded it, he kept guard lest they should escape unnoticed.
§9.58.3ὁ δὲ Κοίντιος, ὡς ἔμαθε τῶν πολεμίων τὸ πλῆθος, ἀγαπητῶς ἐδέξατο καὶ περιμείνας, ἕως ἡμέρα τʼ ἐγένετο καὶ ὥρα πληθυούσης μάλιστʼ ἀγορᾶς, κάμνοντας ἤδη τοὺς πολεμίους αἰσθόμενος ὑπό τʼ ἀγρυπνίας καὶ ἀκροβολισμῶν, καὶ οὐ κατὰ λόχους οὐδὲ ἐν τάξει προσάγοντας, ἀλλὰ πολλαχῇ κεχυμένους καὶ σποράδας, ἀνοίξας τὰς πύλας τοῦ χάρακος ἐξέδραμεν ἅμα τοῖς ἐπιλέκτοις τῶν ἱππέων· καὶ οἱ πεζοὶ πυκνώσαντες τοὺς λόχους ἠκολούθουν.
But Quinctius, when he learned the number of the enemy, accepted it gladly, and having waited until it became day and the hour when the market is most crowded, perceiving that the enemy were already weary from lack of sleep and skirmishes, and that they were not advancing by companies or in order, but were poured out in many places and scattered, he opened the gates of the palisade and sallied out together with the chosen horsemen; and the infantry followed, having massed their companies.
§9.58.4οἱ δὲ Οὐολοῦσκοι καταπλαγέντες αὐτῶν τὸ θράσος καὶ τὸ μανικὸν τῆς ἐφόδου βραχὺν ἀνασχόμενοι χρόνον ἀνακρούονταί τε καὶ ἅμα ὑποχωροῦσιν ἀπὸ τοῦ χάρακος καί — ἦν γάρ τις οὐ πρόσω τοῦ στρατοπέδου λόφος ὑψηλὸς ἐπιεικῶς — εἰς τοῦτον οὖν ἀνατρέχουσιν ὡς ἀναπαυσόμενοί τε καὶ αὖθις εἰς τάξιν καταστησόμενοι.
And the Volscians, astonished at their boldness and the madness of the charge, having held out for a short time, were pushed back and at the same time retreated from the palisade and—for there was a certain hill not far from the camp, reasonably high—they ran up into this as if to rest and to put themselves back into order.
ἀλλʼ οὐ γὰρ αὐτοῖς ἐξεγένετο καταστῆναί τε καὶ ἑαυτοὺς ἀναλαβεῖν, ἀλλʼ ἐκ ποδὸς ἠκολούθησαν αὐτοῖς οἱ πολέμιοι πιλήσαντες, ὡς μάλιστʼ ἦν δυνατὸν τοὺς λόχους, ἵνα μὴ καταραχθῶσι πρὸς ἄναντες χωρίον βιαζόμενοι.
But indeed it was not permitted to them to form order and to recover themselves, but the enemy followed them closely, having packed their companies as much as possible, so that they might not be thrown down while forcing their way against an uphill place.
§9.58.5καὶ γίνεται μέγας ἀγὼν ἐπὶ πολὺ μέρος τῆς ἡμέρας, νεκροί τε πίπτουσι πολλοὶ ἀφʼ ἑκατέρων.
And there was a great battle for a large part of the day, and many dead fell from both sides.
καὶ Οὐολοῦσκοι πλήθει τε ὑπερέχοντες καὶ τὸ ἐκ τοῦ τόπου προσειληφότες ἀσφαλές, οὐδετέρου τούτων οὐδὲν ἀγαθὸν ἀπήλαυσαν, ἀλλʼ ὑπὸ τῆς Ῥωμαίων προθυμίας καὶ ἀρετῆς ἐκβιασθέντες τόν τε λόφον ἐξέλιπον καὶ §9.58.6ἐπὶ τὸν χάρακα φεύγοντες οἱ πολλοὶ ἀπέθνησκον.
And the Volscians, though superior in number and having gained safety from the place, derived no advantage from either of these, but being forced out by the eagerness and valor of the Romans, they abandoned the hill and fleeing toward the palisade, most of them died.
οὐ γὰρ εἴασαν αὐτοὺς οἱ Ῥωμαῖοι διώκοντες, ἀλλʼ ἐκ ποδὸς ἠκολούθησαν καὶ οὐ πρότερον ἀπετράποντο, ἢ τὴν παρεμβολὴν αὐτῶν ἑλεῖν κατὰ κράτος.
For the Romans did not let them go as they pursued, but followed them closely and did not turn back until they had taken their camp by storm.
γενόμενοι δὲ σωμάτων τʼ ἐγκρατεῖς καὶ ὅσα ἐγκατελήφθη τῷ χάρακι καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων παμπόλλων κύριοι, τὴν μὲν νύκτα ἐκείνην αὐτόθι κατεστρατοπέδευσαν, τῇ δʼ ἐπιούσῃ ἡμέρᾳ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρεσκευασμένος ὁ ὕπατος ἐπὶ τὴν Ἀντιατῶν πόλιν οὐ πλείω ἀπέχουσαν τριάκοντα σταδίων ἦγε τὴν δύναμιν.
And having become masters of captives and of all things that had been left behind in the palisade, both horses and weapons and very much money, they encamped there for that night, and on the following day, the consul, having prepared the things necessary for a siege, led his force against the city of the Antiates, which was not more than thirty stades away.
§9.58.7ἔτυχον δὲ φυλακῆς ἕνεκα τοῖς Ἀντιάταις Αἰκανῶν τινες ἐπίκουροι παρόντες καὶ φυλάττοντες τὰ τείχη· οἳ τότε δείσαντες τὸ Ῥωμαίων τολμηρὸν δρασμὸν ἐκ τῆς πόλεως ἐπεχείρουν ποιεῖσθαι.
It happened that some Aequian auxiliaries were present with the Antiates for the sake of guard and were guarding the walls; these, then fearing the boldness of the Romans, attempted to make an escape from the city.
γενομένης δὲ τοῖς Ἀντιάταις γνώσεως κωλυόμενοι πρὸς αὐτῶν ἀπιέναι γνώμην ἐποιοῦντο παραδοῦναι Ῥωμαίοις ἐπιοῦσι τὴν πόλιν.
But when this became known to the Antiates, and being prevented by them from departing, they made up their minds to surrender the city to the Romans as they approached.
§9.58.8τοῦτο μαθόντες ἐκ μηνύσεως οἱ Ἀντιᾶται τῷ τε καιρῷ εἴκουσι, καὶ κοινῇ μετʼ ἐκείνων βουλευσάμενοι παραδιδόασι τῷ Κοιντίῳ τὴν πόλιν, ἐφʼ ᾧ Αἰκανοὺς μὲν ὑποσπόνδους ἀπελθεῖν, Ἀντιάτας δὲ φρουρὰν δέξασθαι καὶ τὰ κελευόμενα ὑπὸ Ῥωμαίων ποιεῖν.
Learning this from disclosure, the Antiates yielded to the occasion, and having consulted in common with them, they surrendered the city to Quinctius, on the condition that the Aequians should depart under truce, and that the Antiates should receive a garrison and do what was commanded by the Romans.
ἐπὶ τούτοις κύριος γενόμενος τῆς πόλεως ὁ ὕπατος, καὶ λαβὼν ὀψώνιά τε καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, καὶ φρουρὰν ἐγκαταστήσας, ἀπῆγε τὴν δύναμιν· ἀνθʼ ὧν αὐτὸν ἡ βουλὴ ὑπαντήσει τε φιλανθρώπῳ ἐδέξατο, καὶ θριάμβου πομπῇ ἐτίμησεν.
The consul, having become master of the city on these terms, and having received provisions and other things as many as were necessary for the army, and having established a garrison, led his force away; in return for which, the senate received him with a friendly meeting and honored him with a triumphal procession.