§2.29.1τῶν δʼ εἰς ἀλλήλους ἀδικημάτων οὐ χρονίους ἀλλὰ ταχείας ἐποιεῖτο τὰς κρίσεις τὰ μὲν αὐτὸς διαιτῶν, τὰ δʼ ἄλλοις ἐπιτρέπων, καὶ τὰς τιμωρίας αὐτῶν πρὸς τὰ μεγέθη τῶν ἁμαρτημάτων ἐποιεῖτο.
他方、互いに対する不正行為に関しては、彼は裁判を長引かせず迅速におこない、あるものは自ら裁定し、あるものは他の人々に委ね、それらに対する罰を過ちの大きさに応じて科した。
ἀποτρέπειν τε ἀνθρώπους ἀπὸ παντὸς ἔργου πονηροῦ τὸν φόβον μάλιστα δυνάμενον ὁρῶν πολλὰ εἰς τοῦτο παρεσκευάσατο χωρίον τε, ἐν ᾧ καθεζόμενος ἐδίκαζεν, ἐν τῷ φανερωτάτῳ τῆς ἀγορᾶς καὶ στρατιωτῶν, οἳ παρηκολούθουν αὐτῷ τριακόσιοι τὸν ἀριθμὸν ὄντες, καταπληκτικώτατοι τὴν πρόσοψιν, ῥάβδους τε καὶ πελέκεις ὑπʼ ἀνδρῶν δώδεκα φερομένους, οἷς τοὺς μὲν ἄξια μαστίγων δεδρακότας ἔξαινον ἐν ἀγορᾷ, τῶν δὲ τὰ μέγιστα ἠδικηκότων τοὺς τραχήλους ἀπέκοπτον ἐν τῷ φανερῷ.
また、あらゆる悪行から人々を遠ざけるには恐怖が最も力を持つことを見て取り、このために多くのものを備えた。 すなわち、その中で彼が座して裁判をおこなうための、広場で最も目立つ場所にある席と、彼に付き従う数にして三百名の、見た目がきわめて恐ろしい兵士たち、そして十二人の男たちによって運ばれる束棒と斧であり、これらを用いて、彼らは鞭打ちに値することをおこなった者を広場で打ち据え、最も重大な不義を働いた者たちの首を公衆の面前で切り落としたのである。
§2.29.2τοιοῦτος μὲν δή τις ὁ κόσμος ἦν τῆς κατασκευασθείσης ὑπὸ Ῥωμύλου πολιτείας·
ロムルスによって構築された国制の秩序は、実のところこのようなものであった。
ἀπόχρη γὰρ ἐκ τούτων καὶ περὶ τῶν ἄλλων εἰκάσαι.
これらから、他のことについても推測するのに十分だからである。