§1.1.1τοὺς εἰωθότας ἀποδίδοσθαι τοῖς προοιμίοις τῶν ἱστοριῶν λόγους ἥκιστα βουλόμενος ἀναγκάζομαι περὶ ἐμαυτοῦ προειπεῖν, οὔτʼ ἐν τοῖς ἰδίοις μέλλων πλεονάζειν ἐπαίνοις, οὓς ἐπαχθεῖς οἶδα φαινομένους τοῖς ἀκούουσιν, οὔτε διαβολὰς καθʼ ἑτέρων ἐγνωκὼς ποιεῖσθαι συγγραφέων, ὥσπερ Ἀναξιμένης καὶ Θεόπομπος ἐν τοῖς προοιμίοις τῶν ἱστοριῶν ἐποίησαν, ἀλλὰ τοὺς ἐμαυτοῦ λογισμοὺς ἀποδεικνύμενος, οἷς ἐχρησάμην ὅτε ἐπὶ ταύτην ὥρμησα τὴν πραγματείαν, καὶ περὶ τῶν ἀφορμῶν ἀποδιδοὺς λόγον, ἐξ ὧν τὴν ἐμπειρίαν ἔλαβον τῶν γραφησομένων.
\n歴史書の序文に慣例的に捧げられる言葉を述べることを私はまったく望まないが、自分自身についてあらかじめ語ることを余儀なくされている。 私は自分自身の称賛を誇張するつもりはなく(それは聞く者にとって嫌悪を催すものに見えると知っているからだ)、また他の歴史家たちを中傷する決意をしているわけでもない。 それはアナクシメネスやテオポンポスが彼らの歴史書の序文で行ったようなことである。 そうではなく、私がこの著作に取り組み始めたときに用いた私自身の考えを示し、これから書かれようとする事柄の経験をそこから得ることになった、その端緒について説明をするためである。
§1.1.2ἐπείσθην γὰρ ὅτι δεῖ τοὺς προαιρουμένους μνημεῖα τῆς ἑαυτῶν ψυχῆς τοῖς ἐπιγιγνομένοις καταλιπεῖν, ἃ μὴ συναφανισθήσεται τοῖς σώμασιν αὐτῶν ὑπὸ τοῦ χρόνου, καὶ πάντων μάλιστα τοὺς ἀναγράφοντας ἱστορίας, ἐν αἷς καθιδρῦσθαι τὴν ἀλήθειαν ὑπολαμβάνομεν ἀρχὴν φρονήσεώς τε καὶ σοφίας οὖσαν, πρῶτον μὲν ὑποθέσεις προαιρεῖσθαι καλὰς καὶ μεγαλοπρεπεῖς καὶ πολλὴν ὠφέλειαν τοῖς ἀναγνωσομένοις φερούσας, ἔπειτα παρασκευάζεσθαι τὰς ἐπιτηδείους εἰς τὴν ἀναγραφὴν τῆς ὑποθέσεως ἀφορμὰς μετὰ πολλῆς ἐπιμελείας τε καὶ φιλοπονίας.
\n\nなぜなら、自分の魂の記念碑を後世の人々に残すことを志す者たちは(それは時によって彼らの身体とともに消滅し去ることのないものである)、そして何よりも、真実が思慮と知恵の源としてその中に据えられていると私たちが考える歴史を記録する者たちは、第一に、美しく、壮大で、読者に多大な有益さをもたらす主題を選択すべきであり、第二に、多大な注意と勤勉さをもって、その主題の記録に適した基礎を準備すべきであると、私は確信しているからである。
§1.1.3οἱ μὲν γὰρ ὑπὲρ ἀδόξων πραγμάτων ἢ πονηρῶν ἢ μηδεμιᾶς σπουδῆς ἀξίων ἱστορικὰς καταβαλόμενοι πραγματείας, εἴτε τοῦ προελθεῖν εἰς γνῶσιν ὀρεγόμενοι καὶ τυχεῖν ὁποιουδήποτε ὀνόματος, εἴτε περιουσίαν ἀποδείξασθαι τῆς περὶ λόγους δυνάμεως βουλόμενοι, οὔτε τῆς γνώσεως ζηλοῦνται παρὰ τοῖς ἐπιγιγνομένοις οὔτε τῆς δυνάμεως ἐπαινοῦνται, δόξαν ἐγκαταλιπόντες τοῖς ἀναλαμβάνουσιν αὐτῶν τὰς ἱστορίας, ὅτι τοιούτους ἐζήλωσαν αὐτοὶ βίους, οἵας ἐξέδωκαν τὰς γραφάς·
\n\nなぜなら、無名な出来事や、邪悪な、あるいは注目に値しない事柄について歴史的著作を著す者たちは、知られることを望んでどのような名声でも得ようとしたためであれ、言葉の力を誇示しようと望んだためであれ、後世の人々からその知識を羨まれることも、その力を称賛されることもなく、彼らの歴史を手にする者たちに次のような評判を残すことになる。 すなわち、彼ら自身が、自ら公表した著作のような生き方を慕っていたのだ、と。
ἐπιεικῶς γὰρ ἅπαντες νομίζουσιν εἰκόνας εἶναι τῆς ἑκάστου ψυχῆς τοὺς λόγους.
なぜなら、概して誰もが、言葉はその人の魂の肖像であると考えるからである。
§1.1.4οἱ δὲ προαιρούμενοι μὲν τὰς κρατίστας ὑποθέσεις, εἰκῆ δὲ καὶ ῥᾳθύμως αὐτὰς συντιθέντες ἐκ τῶν ἐπιτυχόντων ἀκουσμάτων, οὐδένα ὑπὲρ τῆς προαιρέσεως ἔπαινον κομίζονται·
\n\n一方で、最も優れた主題を選択しながらも、いい加減に、かつ怠慢にも、行き当たりばったりの聞きかじりからそれを構成する者たちは、その志に対して何の称賛も得られない。
οὐ γὰρ ἀξιοῦμεν αὐτοσχεδίους οὐδὲ ῥᾳθύμους εἶναι τὰς περί τε πόλεων ἐνδόξων καὶ ἀνδρῶν ἐν δυναστείᾳ γεγονότων ἀναγραφομένας ἱστορίας.
なぜなら、私たちは、高名な都市や支配権を持っていた人々について記録される歴史が、即興的であったり、怠慢に扱われたりすることをよしとしないからである。
§1.1.5ταῦτα δὴ νομίσας ἀναγκαῖα καὶ πρῶτα θεωρήματα τοῖς ἱστορικοῖς εἶναι καὶ πολλὴν ποιησάμενος ἀμφοτέρων ἐπιμέλειαν οὔτε παρελθεῖν τὸν ὑπὲρ αὐτῶν λόγον ἐβουλήθην, οὔτε ἐν ἄλλῳ τινὶ τόπῳ καταχωρίσαι μᾶλλον ἢ τῷ προοιμίῳ τῆς πραγματείας.
\n\nまさにこれらのことが歴史家にとって必要不可欠かつ第一の基本原則であると考え、また私はその両方に多大な注意を払ってきたので、それらに関する説明を省くことも望まなかったし、この著作の序文以外の場所に配置することも望まなかったのである。