Humanitext Reader

航海者ハンノ · ハンノの航海記 §1-18

アフリカ西岸への航海と都市の創建

1 / 1 箇所 · ギリシア語

要旨

カルタゴ人ハンノが率いたアフリカ西海岸への植民・探検航海の記録。ヘラクレスの柱を出発し、各地に都市を創建し、未知の風土や「ゴリラ」などの奇妙な遭遇を経た後に、食糧不足から帰還するまでの行程を描く。

§1Ἔδοξε Καρχηδονίοις Ἅννωνα πλεῖν ἔξω Στηλῶν Ἡροκλείων καὶ πόλεις κτίζειν Λιβυφοινίκων.
カルタゴ人の決議により、ハンノがヘラクレスの柱の外へと航海し、リビュオ・フェニキア人の諸都市を創建することになった。
Καὶ ἔπλευσε πεντηκοντόρους ἑξήκοντα ἄγων, καὶ πλλῆθος ἀνδρῶν καὶ γυναικῶν εἰς ἀριθμὸν μυριάδων τριῶν καὶ σἶτα καὶ τὴν ἄλλην παρασκευήν.
そこで彼は60隻の50本櫂船を率い、男男女女あわせて3万人にのぼる群衆と、食糧、その他の装備を携えて出航した。
§22. Ὡς δʼ ἀναχθέντες τὰς Στήλας παρημείψαμεν καὶ ἔξω πλοῦν δυοῖν ἡμερῶν ἐπλεύσαμεν, ἐκτίσαμεν πρώτην πόλιν, ἥντινα ὠνομάσαμεν Θυμιατήριον·
2. 出航して「柱」を通り過ぎ、外海を2日航海したところで、我々は最初の都市を創建し、これをテュミアテリオンと名づけた。
πεδίον δʼ αὐτῇ μέγα ὑπῆν.
その背後には広大な平野が広がっていた。
§33. Κἄπειτα πρὸς ἑσπέραν ἀναχθέντες ἐπὶ Σολόεντα, Λιβυκὸν ἀκρωτήριον λάσιον δένδρεσι, συνήλθομεν.
3. それから西へと出航し、樹木の生い茂るリビアの岬ソロエイスへと至った。
§44. Ἔνθα Ποσειδῶνος ἱερὸν ἱδρυσάμενοι πάλιν ἐπέβῃμεν πρὸς ἥλιον ἀνίσχοντα ἡμέρας ἥμισυ, ἄχρι ἐκομίσθημεν εἰς λίμνην οὐ πόρρω τῆς θαλάττης κειμένην, καλάμου μεστήν πολλοῦ καὶ μεγάλου·
4. そこにポセイドンの神殿を建立した後、我々は再び日の昇る方向へ半日航海し、海から遠くないところにある、太く豊かな葦に満ちた湖に至った。
ἐνῆσαν δὲ καὶ ἐλέφαντες καὶ τἆλλα θηρία νεμόμενα πάμπολλα.
そこには象をはじめ、多くの野獣が群れ集い草を食んでいた。
§55. Τήν τε λίμνην παραλλάξαντες ὅσον ἡμέρας πλοῦν, κατῳκίσαμμεν πόλεις πρὸς τῇ θαλάττῃ καλουμένας Καρικόν τε τεῖχος καὶ Γύττην καὶ Ἄκραν καὶ Μέλιτταν καὶ Ἄραμβυν.
5. その湖を過ぎてさらに1日の航海を進め、我々は海沿いにカリコン・テイコス、ギュッテ、アクラ、メリッテ、アラムビュスと呼ばれる都市を創建した。
§66. Κἀκεῖθεν δʼ ἀναχθέντες ἤλθομεν ἐπὶ μέγαν ποταμὸν Λίξον, ἀπὸ τῆς Λιβύης ῥέοντα.
6. そこから船を出して、リビアから流れる大河リクソスに至った。
Παρὰ δʼ αὐτὸν νομάδες ἄνθρωποι Λιξῖται βοσκήματʼ ἔνεμον, παρʼ οἷς ἐμείναμεν ἄχρι τινὸς, φίλοι γενόμενοι.
その川のほとりではリクソス人という遊牧民が家畜を放牧しており、我々は彼らと友好関係を結び、しばらくの間滞在した。
§77. Τούτων δὲ καθύπερθεν Αἰθίοπες ᾤκουν ἄξενοι, γῆν νεμόμενοι θηριώδη, διειλημμένην ὄρεσι μεγάλοις, ἐξ ὧν ῥεῖν φασι τὸν Λίξον, περὶ δὲ τὰ ὄρη κατοικεῖν ἀνθρώπους ἀλλοιομόρφους, Τρωγλοδύτας· οὓς ταχυτέρους ἵππων ἐν δρόμοις ἔφραζον οἱ Λιξῖται.
7. 彼らの奥地には、不親切なエチオピア人が住んでおり、野獣の住む地を領有していた。 その土地は、リクソス川の源流があるとされる大山脈によって遮られていた。 山々の周りには、異様な姿をした穴居人(トログロデュタイ)が住んでおり、リクソス人によれば、彼らは走れば馬よりも速いということであった。
§88. Λαβόντες δὲ παρʼ αὐτῶν ἑρμηνέας, παρεπλέομεν τὴν ἐρήμην πρὸς μεσημβρίαν δύο ἡμέρας· ἐκεῖθεν δὲ πάλιν πρὸς ἥλιον ἀνίσχοντα ἡμέρας δρόμον.
8. 彼らから通訳を雇い、我々は荒野に沿って南へ2日間航海し、そこからさらに東へ1日航海した。
Ἔνθα εὕρομεν ἐν μυχῷ τινος κόλπου νῆσον μικρὰν, κύκλον ἔχουσαν σταδίων πέντε·
そこで、ある湾の奥に、周囲5スタディオンほどの小さな島を見出した。
ἥν κατῳκίσαμεν, Κέρνην ὀνομάσαντες.
我々はその島をケルネと名づけて植民した。
Ἐτεκμαιρόμεθα δʼ αὐτὴν ἐκ τοῦ περίπλου κατʼ εὐθὺ κεῖσθαι Καρχηδόνος·
航海の距離から判断して、この島はカルタゴのちょうど真向かいに位置すると推定された。
ἐῴκει γὰρ ὁ πλοῦς ἔκ τε Καρχηδόνος ἐπὶ Στήλας κἀκεῖθεν ἐπὶ Κέρνην.
カルタゴから「柱」までの航路と、「柱」からケルネまでの航路がほぼ等しかったからである。
§99. Τοὐντεῦθεν εἰς λίμνην ἀφικόμεθα, διά τινος ποταμοῦ μεγάλου διαπλεύσαντες, ᾧ ὄνομα [] supplevit Χρετης·
9. そこから我々はある大河を渡って湖に達した。 その川の名はクレテスという。
εἶχε δὲ νήσους ἡ λίμνη τρεῖς μείζους τῆς Κέρνης.
その湖にはケルネよりも大きな島が3つあった。
Ἀφʼ ὧν ἡμερήσιον πλοῦν κατανύσαντες, εἰς τὸν μυχὸν τῆς λίμνης ἤλθομεν, ὑπὲρ ἣν ὄρη μέγιστα ὑπερέτεινε, μεστὰ ἀνθρώπων ἀγρίων, δέρματα θήρεια ἐνημμένων, οἳ πέτροις βάλλοντες ἀπήραξαν ἡμᾶς, κωλύοντες ἐκβῆναι.
そこから1日の航海を終えて湖の奥に達したが、その上には巨大な山々がそびえ立ち、獣の皮をまとった野蛮な人々で満ちていた。 彼らは我々に石を投げつけて追い払い、上陸を阻んだ。
§1010. Ἐκεῖθεν πλέοντες εἰς ἕτερον ἤλθομεν ποταμὸν μέγαν καὶ πλατὺν, γέμοντα κροκοδείλων καὶ ἵππων ποταμίων.
10. そこからさらに航海して、別の広くて大きな川に達した。 そこにはワニやカバが満ちていた。
Ὅθεν δὴ πάλιν ἀποστρέψαντες εἰς Κέρνην ἐπανήλθομεν.
そこから我々は引き返し、ケルネに帰還した。
§1111. Ἐκεῖθεν δὲ ἐπὶ μεσημβρίαν ἐπλεύσαμεν δώδεκα ἡμέρας, τὴν γῆν παραλεγόμενοι, ἣν πᾶσαν κατῴκουν Αἰθίοπες φεύγοντες ἡμᾶς καὶ οὐχ ὑπομένοντες·
11. そこから我々は南へ12日間、陸地に沿って航海した。 その地にはすべてエチオピア人が住んでいたが、彼らは我々から逃げ去り、とどまろうとしなかった。
ἀσύνετα δʼ ἐφθέγγοντο καὶ τοῖς μεθʼ ἡμῶν Λιξίταις.
彼らの言葉は、我々に同行していたリクソス人にとっても理解できなかった。
§1212. Τῇ δʼ οὖν τελευταίᾳ ἡμέρᾳ προσωρμίσθημεν ὄρεσι μεγάλοις δασέσιν.
12. 最後の日に、我々は樹木の生い茂る大山脈のふもとに投錨した。
Ἦν δὲ τὰ τῶν δένδρων ξύλα εὐώδη τε καὶ ποικίλα.
その木々の木材は香りがよく、また色とりどりであった。
§1313. Περιπλεύσαντες δὲ ταῦτα ἡμέρας δύο ἐγινόμεθα ἐν θαλάττης χάσματι ἀμετρήτῳ, ἦς ἐπὶ θάτερα πρὸς τῇ γῇ πεδίον ἦν·
13. これらを2日間迂回して航海すると、我々は底知れぬ海の広がり(湾)に至った。
ὅθεν νυκτὸς ἀφεωρῶμεν πῦρ ἀναφερόμενον πανταχόθεν κατʼ ἀποστάσεις, τὸ μὲν πλέον, τὸ δʼ ἔλαττον.
その片側の陸地には平野が広がっており、そこから夜になると、あちこちの間隔を置いて、あるところは激しく、あるところは弱く、火が立ち上っているのが見えた。
§1414. Ὑδρευσάμενοι δ’ ἐκεῖθεν ἐπλέομεν εἰς τοὔμπροσθεν ἡμέρας πέντε παρὰ γῆν, ἄχρι ἤλθομεν εἰς μέγαν κόλπον, ὃν ἔφασαν οἱ ἑρμηνέες καλεῖσθαι Ἑσπέρου Κέρας.
14. そこで水を補給し、そこから陸に沿って5日間前方へ航海し、ついに大湾に達した。 通訳たちはこれを「ヘスペロスの角」と呼ぶと言った。
Ἐν δὲ τούτῳ νῆσος ἦν μεγάλη καὶ ἐν τῆ νήσῳ λίμνη θαλασσώδης, ἐν δὲ ταύτῃ νῆσος ἑτέρα, εἰς ἣν ἀποβάντες ἡμέρας μὲν οὐδὲν ἀφεωρῶμεν ὅτι μὴ ὕλην, νυκτὸς δὲ πυρά τε πολλὰ καιόμενα, καὶ φωνὴν αὐλῶν ἠκούομεν κυμβάλων τε καὶ τυμπάνων πάταγον καὶ κραυγὴν μυρίαν.
この湾の中に大きな島があり、その島の中に海水のような湖があり、さらにその湖の中に別の島があった。 そこに上陸すると、昼の間は森以外には何も見えなかったが、夜になると多くの火が燃え盛るのが見え、笛の音、シンバルや太鼓の鳴り響く音、そして無数の叫び声が聞こえた。
Φόβος οὖν ἔλαβεν ἡμᾶς, καὶ οἱ μάντεις ἐκέλευον ἐκλείπειν τὴν νῆσον.
そのため、我々は恐怖に襲われ、予言者たちはこの島を立ち去るよう命じた。
§1515. Ταχὺ δʼ ἐκπλεύσαντες παρημειβόμεθα χώραν διάπυρον θυμιαμάτων μεστήν·
15. 急いで出帆した我々は、香料に満ちた熱い国を通り過ぎた。
μέγιστοι supplevit [] δʼ ἀπʼ αὐτῆς πυρώδεις ῥύακες ἐνέβαλλον εἰς τὴν θάλατταν.
そこからは巨大な火の川が海へと流れ込んでいた。
Ἡ γῆ δ’ ὑπὸ θέρμης ἄβατος ἦν.
その土地は熱さのために立ち入ることができなかった。
§1616. Ταχὺ οὖν κἀκεῖθεν φοβηθέντες ἀπεπλεύσαμεν.
16. そこからも我々は恐怖に駆られて急いで出航した。
Τέτταρας δʼ ἡμέρας φερόμενοι, νυκτὸς τὴν γῆν ἀφεωρῶμεν φλογὸς μεστήν·
4日間流されるように進むと、夜には陸地が炎で満ちているのが見えた。
ἐν μέσῳ δʼ ἦν ἠλίβατόν τι πῦρ, τῶν ἄλλων μεῖζον, ἁπτόμενον, ὡς ἐδόκει, τῶν ἄστρων.
その真ん中には、他よりも巨大な、星々に達するかと思われるほどの、そびえ立つ火があった。
Τοῦτο δʼ ἡμέρας ὄρος ἐφαίνετο μέγιστον, Θεῶν ὄχημα καλούμενον.
昼になると、これは「神々の車」と呼ばれる巨大な山であることがわかった。
§1717. Τριταῖοι δʼ ἐκεῖθεν πυρώδεις ῥύακας παραπλεύσαντες ἀφικόμεθα εἰς κόλπον Νότου Κέρας λεγόμενον.
17. そこからさらに3日間、火の川のそばを航海し、我々は「ノトスの角」と呼ばれる湾に達した。
§1818. Ἐν δὲ τῷ μυχῷ νῆσος ἦν, ἐοικυῖα τῇ πρώτῃ, λίμνην ἔχουσα·
18. その湾の奥に、最初の島に似た、湖を持つ島があった。
καὶ ἐν ταύτῃ νῆσος ἦν ἑτέρα, μεστὴ ἀνθρώπων ἀγρίων.
そしてその中に別の島があり、野蛮な人々で満ちていた。
Πολὺ δὲ πλείους ἦσαν γυναῖκες, δασεῖαι τοῖς σώμασιν·
その大半は女性で、体に毛が密生していた。
ἃς οἱ ἑρμηνέες ἐκάλουν Γορίλλας.
通訳たちは彼女らを「ゴリラ」と呼んでいた。
Διώκοντες δὲ ἄνδρας μὲν συλλαβεῖν οὐκ ἠδυνήθημεν, ἀλλὰ πάντες delevit = () ἐξέφυγον, κρημνοβάται ὄντες καὶ τοῖς πέτροις ἀμυνόμενοι, γυναῖκας δὲ τρεῖς, αἳ δάκνουσαί τε καὶ σπαράττουσαι τοὺς ἄγοντας οὐκ ἤθελον ἕπεσθαι.
我々は彼らを追跡したが、男たちを捕らえることはできなかった。 彼らはみな崖をよじ登り、石を投げて抵抗して逃げ去ったからである。 しかし、女は3人捕らえた。 彼女らは捕獲者を噛み、引き裂いて、同行するのを拒んだ。
Ἀποκτείναντες μέντοι αὐτὰς ἐξεδείραμεν καὶ τὰς δορὰς ἐκομίσαμεν εἰς Καρχηδόνα.
そこで我々は彼女らを殺して皮を剥ぎ、その毛皮をカルタゴへ持ち帰った。
Οὐ γὰρ ἔτι ἐπλεύσαμεν προσωτέρω, τῶν σίτων ἡμᾶς ἐπιλιπόντων.
食糧が尽きかけたため、我々はこれ以上先へは航海しなかった。

語釈・文法注

  1. §1Ἔδοξε Καρχηδονίοις Ἅννωνα πλεῖν — 非人称動詞 `Ἔδοξε`(「決定された」)に与格 `Καρχηδονίοις`(「カルタゴ人たちに」)が伴い、対格不定詞構文 `Ἅννωνα πλεῖν` がその実質的な主語として機能している。対格の `Ἅννωνα` は、不定詞 `πλεῖν` の意味上の主語である。
  2. §8κατʼ εὐθὺ κεῖσθαι Καρχηδόνος — 前置詞句 `κατʼ εὐθὺ`(「〜の直線上に、正対して」)が属格 `Καρχηδόνος` を支配し、「カルタゴのちょうど真向かいに位置する」という意味を表す。これに続く文で、航路の対称性(カルタゴ〜ヘラクレスの柱とヘラクレスの柱〜ケルネの距離が等しいこと)がその根拠として説明されている。
  3. §14ὅτι μὴ — 否定語(ここでは直前の `οὐδὲν`)を伴って「〜を除いては何も…ない」「〜のほかには…ない」という除外の強い限定を表す慣用的な表現。したがって、昼間は森「以外には何も」見えなかったことを意味する。
  4. §18τῶν σίτων ἡμᾶς ἐπιλιπόντων — 名詞の属格 `τῶν σίτων` と現在分詞の属格 `ἐπιλιπόντων` による属格独立構文(Genitive Absolute)で、原因を表す。他動詞 `ἐπιλείπω`(「〜に不足する、〜を見捨てる」)の直接目的語として対格 `ἡμᾶς`(「我々を」)が置かれており、「食糧が我々に尽きかけたため」と解釈される。

この箇所を引用する

航海者ハンノ, ハンノの航海記 §1-18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0064.tlg001.humanitext-grc1:1-18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。