§1Ἔδοξε Καρχηδονίοις Ἅννωνα πλεῖν ἔξω Στηλῶν Ἡροκλείων καὶ πόλεις κτίζειν Λιβυφοινίκων.
迦太基人决定,让汉诺向赫拉克勒斯之柱外航行,并建立利比亚腓尼基人的城市。
Καὶ ἔπλευσε πεντηκοντόρους ἑξήκοντα ἄγων, καὶ πλλῆθος ἀνδρῶν καὶ γυναικῶν εἰς ἀριθμὸν μυριάδων τριῶν καὶ σἶτα καὶ τὴν ἄλλην παρασκευήν.
于是他率领六十艘五十桨战船,以及男女大众达三万人,并携带粮食和其他装备出航。
§22. Ὡς δʼ ἀναχθέντες τὰς Στήλας παρημείψαμεν καὶ ἔξω πλοῦν δυοῖν ἡμερῶν ἐπλεύσαμεν, ἐκτίσαμεν πρώτην πόλιν, ἥντινα ὠνομάσαμεν Θυμιατήριον· πεδίον δʼ αὐτῇ μέγα ὑπῆν.
2. 当我们启航穿过“柱”,并在外海航行了两天的航程后,我们建立了第一座城市,命名为塞米亚特里翁;其后是一片广阔的平原。
§33. Κἄπειτα πρὸς ἑσπέραν ἀναχθέντες ἐπὶ Σολόεντα, Λιβυκὸν ἀκρωτήριον λάσιον δένδρεσι, συνήλθομεν.
3. 随后,我们向西启航,来到索洛伊斯,一个树木茂密的利比亚海角。
§44. Ἔνθα Ποσειδῶνος ἱερὸν ἱδρυσάμενοι πάλιν ἐπέβῃμεν πρὸς ἥλιον ἀνίσχοντα ἡμέρας ἥμισυ, ἄχρι ἐκομίσθημεν εἰς λίμνην οὐ πόρρω τῆς θαλάττης κειμένην, καλάμου μεστήν πολλοῦ καὶ μεγάλου· ἐνῆσαν δὲ καὶ ἐλέφαντες καὶ τἆλλα θηρία νεμόμενα πάμπολλα.
4. 在那里建立了一座波塞冬的神庙后,我们再次登船,向着太阳升起的方向航行了半天,直到我们进入一个离海不远的湖泊,湖中长满了又多又大的芦苇;那里还有大象和许多其他野兽在吃草。
§55. Τήν τε λίμνην παραλλάξαντες ὅσον ἡμέρας πλοῦν, κατῳκίσαμμεν πόλεις πρὸς τῇ θαλάττῃ καλουμένας Καρικόν τε τεῖχος καὶ Γύττην καὶ Ἄκραν καὶ Μέλιτταν καὶ Ἄραμβυν.
5. 我们经过这个湖泊,又航行了大约一天的路程,在海边建立了名为卡里孔墙、居特、阿克拉、梅利特和阿拉姆比斯的城市。
§66. Κἀκεῖθεν δʼ ἀναχθέντες ἤλθομεν ἐπὶ μέγαν ποταμὸν Λίξον, ἀπὸ τῆς Λιβύης ῥέοντα.
6. 从那里启航,我们来到了一条从利比亚流出的大河利克索斯。
Παρὰ δʼ αὐτὸν νομάδες ἄνθρωποι Λιξῖται βοσκήματʼ ἔνεμον, παρʼ οἷς ἐμείναμεν ἄχρι τινὸς, φίλοι γενόμενοι.
在这条河边,有称为利克索斯人的游牧民在放牧牲畜,我们与他们结为朋友,并在那里停留了一段时间。
§77. Τούτων δὲ καθύπερθεν Αἰθίοπες ᾤκουν ἄξενοι, γῆν νεμόμενοι θηριώδη, διειλημμένην ὄρεσι μεγάλοις, ἐξ ὧν ῥεῖν φασι τὸν Λίξον, περὶ δὲ τὰ ὄρη κατοικεῖν ἀνθρώπους ἀλλοιομόρφους, Τρωγλοδύτας· οὓς ταχυτέρους ἵππων ἐν δρόμοις ἔφραζον οἱ Λιξῖται.
7. 在这些人的上方,居住着不友善的埃塞俄比亚人,他们占领着野兽出没的土地,这片土地被一些大山隔断,据说利克索斯河就发源于这些大山;利克索斯人说,在这些山周围居住着奇形怪状的人,即穴居人,据说他们跑得比马还快。
§88. Λαβόντες δὲ παρʼ αὐτῶν ἑρμηνέας, παρεπλέομεν τὴν ἐρήμην πρὸς μεσημβρίαν δύο ἡμέρας· ἐκεῖθεν δὲ πάλιν πρὸς ἥλιον ἀνίσχοντα ἡμέρας δρόμον.
8. 我们从他们那里雇用了翻译,沿着荒野向南航行了两天;从那里又向着太阳升起的方向航行了一天的路程。
Ἔνθα εὕρομεν ἐν μυχῷ τινος κόλπου νῆσον μικρὰν, κύκλον ἔχουσαν σταδίων πέντε· ἥν κατῳκίσαμεν, Κέρνην ὀνομάσαντες.
在那里,我们在一个海湾的深处发现了一个小岛,周长有五斯塔迪翁;我们在这个岛上定居,并将其命名为克尔涅。
Ἐτεκμαιρόμεθα δʼ αὐτὴν ἐκ τοῦ περίπλου κατʼ εὐθὺ κεῖσθαι Καρχηδόνος· ἐῴκει γὰρ ὁ πλοῦς ἔκ τε Καρχηδόνος ἐπὶ Στήλας κἀκεῖθεν ἐπὶ Κέρνην.
我们从航程中推测,它正对着迦太基;因为从迦太基到“柱”的航程,与从“柱”到克尔涅的航程相似。
§99. Τοὐντεῦθεν εἰς λίμνην ἀφικόμεθα, διά τινος ποταμοῦ μεγάλου διαπλεύσαντες, ᾧ ὄνομα [] supplevit Χρετης· εἶχε δὲ νήσους ἡ λίμνη τρεῖς μείζους τῆς Κέρνης.
9. 从那里,我们穿过一条名为克雷特斯的大河,来到一个湖泊;湖中有三个比克尔涅更大的岛。
Ἀφʼ ὧν ἡμερήσιον πλοῦν κατανύσαντες, εἰς τὸν μυχὸν τῆς λίμνης ἤλθομεν, ὑπὲρ ἣν ὄρη μέγιστα ὑπερέτεινε, μεστὰ ἀνθρώπων ἀγρίων, δέρματα θήρεια ἐνημμένων, οἳ πέτροις βάλλοντες ἀπήραξαν ἡμᾶς, κωλύοντες ἐκβῆναι.
我们从这些岛屿出发,完成了一天的航程,来到了湖的深处,湖的上方耸立着极高的群山,山上满是披着兽皮的野蛮人,他们向我们投掷石块,将我们赶走,阻止我们登岸。
§1010. Ἐκεῖθεν πλέοντες εἰς ἕτερον ἤλθομεν ποταμὸν μέγαν καὶ πλατὺν, γέμοντα κροκοδείλων καὶ ἵππων ποταμίων.
10. 从那里航行,我们来到了另一条又大又宽的河,河里满是鳄鱼和河马。
Ὅθεν δὴ πάλιν ἀποστρέψαντες εἰς Κέρνην ἐπανήλθομεν.
于是我们折返,再次回到了克尔涅。
§1111. Ἐκεῖθεν δὲ ἐπὶ μεσημβρίαν ἐπλεύσαμεν δώδεκα ἡμέρας, τὴν γῆν παραλεγόμενοι, ἣν πᾶσαν κατῴκουν Αἰθίοπες φεύγοντες ἡμᾶς καὶ οὐχ ὑπομένοντες· ἀσύνετα δʼ ἐφθέγγοντο καὶ τοῖς μεθʼ ἡμῶν Λιξίταις.
11. 从那里我们向南航行了十二天,沿着陆地航行,这里完全由埃塞俄比亚人居住,他们见到我们就逃跑,不敢停留;即使对和我们在一起的利克索斯人来说,他们的语言也是无法理解的。
§1212. Τῇ δʼ οὖν τελευταίᾳ ἡμέρᾳ προσωρμίσθημεν ὄρεσι μεγάλοις δασέσιν.
12. 在最后一天,我们靠泊在长满茂密树木的大山旁。
Ἦν δὲ τὰ τῶν δένδρων ξύλα εὐώδη τε καὶ ποικίλα.
树木的木材气味芬芳,颜色斑斓。
§1313. Περιπλεύσαντες δὲ ταῦτα ἡμέρας δύο ἐγινόμεθα ἐν θαλάττης χάσματι ἀμετρήτῳ, ἦς ἐπὶ θάτερα πρὸς τῇ γῇ πεδίον ἦν· ὅθεν νυκτὸς ἀφεωρῶμεν πῦρ ἀναφερόμενον πανταχόθεν κατʼ ἀποστάσεις, τὸ μὲν πλέον, τὸ δʼ ἔλαττον.
13. 绕着这些山航行了两天,我们来到一个无边无际的海湾,海湾的另一边靠近陆地是一片平原;夜间,我们看到火光在各处间歇性地升起,有的地方多,有的地方少。
§1414. Ὑδρευσάμενοι δ’ ἐκεῖθεν ἐπλέομεν εἰς τοὔμπροσθεν ἡμέρας πέντε παρὰ γῆν, ἄχρι ἤλθομεν εἰς μέγαν κόλπον, ὃν ἔφασαν οἱ ἑρμηνέες καλεῖσθαι Ἑσπέρου Κέρας.
14. 我们在那里补充了水,向前方沿着陆地航行了五天,直到来到一个大湾,翻译们说这个湾叫“赫斯佩罗斯之角”。
Ἐν δὲ τούτῳ νῆσος ἦν μεγάλη καὶ ἐν τῆ νήσῳ λίμνη θαλασσώδης, ἐν δὲ ταύτῃ νῆσος ἑτέρα, εἰς ἣν ἀποβάντες ἡμέρας μὲν οὐδὲν ἀφεωρῶμεν ὅτι μὴ ὕλην, νυκτὸς δὲ πυρά τε πολλὰ καιόμενα, καὶ φωνὴν αὐλῶν ἠκούομεν κυμβάλων τε καὶ τυμπάνων πάταγον καὶ κραυγὴν μυρίαν.
在这个湾里有一个大岛,岛上有一个咸水湖,湖里又有另一个岛,我们白天登上去时除了森林什么也看不见,但在夜间却看到许多火堆在燃烧,并且听见笛声、钹和鼓的轰鸣声以及无数的喊叫声。
Φόβος οὖν ἔλαβεν ἡμᾶς, καὶ οἱ μάντεις ἐκέλευον ἐκλείπειν τὴν νῆσον. §1515.
于是恐惧席卷了我们,先知们命令我们离开这个岛。
Ταχὺ δʼ ἐκπλεύσαντες παρημειβόμεθα χώραν διάπυρον θυμιαμάτων μεστήν· μέγιστοι supplevit [] δʼ ἀπʼ αὐτῆς πυρώδεις ῥύακες ἐνέβαλλον εἰς τὴν θάλατταν.
15. 我们迅速起航,经过了一片充满香料的灼热土地;从那里有巨大的火流注入海中。
Ἡ γῆ δ’ ὑπὸ θέρμης ἄβατος ἦν.
土地因炎热而无法立足。
§1616. Ταχὺ οὖν κἀκεῖθεν φοβηθέντες ἀπεπλεύσαμεν.
16. 于是我们十分恐惧,迅速从那里起航。
Τέτταρας δʼ ἡμέρας φερόμενοι, νυκτὸς τὴν γῆν ἀφεωρῶμεν φλογὸς μεστήν· ἐν μέσῳ δʼ ἦν ἠλίβατόν τι πῦρ, τῶν ἄλλων μεῖζον, ἁπτόμενον, ὡς ἐδόκει, τῶν ἄστρων.
我们随风航行了四天,夜间看到陆地充满了火焰;中间有一股高耸的烈火,比其他的火都大,似乎触及了星辰。
Τοῦτο δʼ ἡμέρας ὄρος ἐφαίνετο μέγιστον, Θεῶν ὄχημα καλούμενον.
白天,这看起来是一座极大的山,被称为“神之车”。
§1717. Τριταῖοι δʼ ἐκεῖθεν πυρώδεις ῥύακας παραπλεύσαντες ἀφικόμεθα εἰς κόλπον Νότου Κέρας λεγόμενον.
17. 从那里出发,我们又航行了三天,经过了火流,来到了一个被称为“诺托斯之角”的海湾。
§1818. Ἐν δὲ τῷ μυχῷ νῆσος ἦν, ἐοικυῖα τῇ πρώτῃ, λίμνην ἔχουσα· καὶ ἐν ταύτῃ νῆσος ἦν ἑτέρα, μεστὴ ἀνθρώπων ἀγρίων.
18. 在海湾的深处有一个岛,类似于第一个岛,岛上有一个湖;湖里又有另一个岛,满是野蛮人。
Πολὺ δὲ πλείους ἦσαν γυναῖκες, δασεῖαι τοῖς σώμασιν· ἃς οἱ ἑρμηνέες ἐκάλουν Γορίλλας.
女性占了绝大多数,她们身体毛茸茸的;翻译们称她们为“哥里拉”。
Διώκοντες δὲ ἄνδρας μὲν συλλαβεῖν οὐκ ἠδυνήθημεν, ἀλλὰ πάντες delevit = () ἐξέφυγον, κρημνοβάται ὄντες καὶ τοῖς πέτροις ἀμυνόμενοι, γυναῖκας δὲ τρεῖς, αἳ δάκνουσαί τε καὶ σπαράττουσαι τοὺς ἄγοντας οὐκ ἤθελον ἕπεσθαι.
我们追赶她们,但无法捉住男性,他们都是攀岩能手,用石块抵抗,全部逃脱了;但我们捉住了三个女性,她们撕咬并拉扯带路的人,不愿跟随我们。
Ἀποκτείναντες μέντοι αὐτὰς ἐξεδείραμεν καὶ τὰς δορὰς ἐκομίσαμεν εἰς Καρχηδόνα.
于是我们杀死了她们,剥了她们的皮,把皮带回了迦太基。
Οὐ γὰρ ἔτι ἐπλεύσαμεν προσωτέρω, τῶν σίτων ἡμᾶς ἐπιλιπόντων.
因为我们的粮食耗尽了,所以没有再继续向前航行。