§6.1ΚΡΩΒΥΛΗ
Ὦ Κόριννα, ὡς μὲν οὐ πάνυ δεινὸν ἦν, ὃ ἐνόμιζες, τὸ γυναῖκα γενέσθαι ἐκ παρθένου, μεμάθηκας ἤδη, μετὰ μειρακίου μὲν ὡραίου γενομένη, μνᾶν δὲ τὸ πρῶτον μίσθωμα κομισαμένη, ἐξ ἧς ὅρμον αὐτίκα ὠνήσομαί σοι.
ΚΡΩΒΥΛΗ コリンナ、お前が恐ろしいと思っていたこと、すなわち処女から女になるということが、全く恐ろしいことではなかったということを、もうお前は身をもって学んだね。 美しい若者と共に過ごし、最初の報酬として一ミナを受け取って。 そのお金で、早速お前のために首飾りを買ってあげよう。
ΚΟΡΙΝΝΑ
Ναί, μαννάριον.
ΚΟΡΙΝΝΑ ええ、お母ちゃん。
ἐχέτω δὲ καὶ ψήφους τινὰς πυραυγεῖς οἷος ὁ Φιλαινίδος ἐστίν.
でも、フィライニスの持っているものみたいに、火のように輝く宝石もいくつか付いているものにしてね。
ΚΡΩΒΥΛΗ
Ἔσται τοιοῦτος.
ΚΡΩΒΥΛΗ そんな首飾りにしてあげよう。
ἄκουε δὲ καὶ τἆλλα παρ' ἐμοῦ ἅ σε χρὴ ποιεῖν καὶ ὅπως προσφέρεσθαι τοῖς ἀνδράσιν·
そして、お前がなすべき他のことや、男たちに対してどのように振る舞うべきかも私からお聞き。
ἄλλη μὲν γὰρ ἡμῖν ἀποστροφὴ τοῦ βίου οὐκ ἔστιν, ὦ θύγατερ, ἀλλὰ δύο ἔτη ταῦτα ἐξ οὗ τέθνηκεν ὁ μακαρίτης σου πατήρ, οὐκ οἶσθα ὅπως ἀπεζήσαμεν;
というのも、娘よ、私たちには他に生計を立てる手段がないのだから。 お前の亡き父親が亡くなってからのこの2年間、私たちがどうやって生き延びてきたか、お前は知らないわけではないだろう?
ὅτε δὲ ἐκεῖνος ἔζη, πάντα ἦν ἡμῖν ἱκανά·
あの人が生きていた頃は、すべてが私たちに十分だった。
ἐχάλκευε γὰρ καὶ μέγα ἦν ὄνομα αὐτοῦ ἐν Πειραιεῖ, καὶ πάντων ἐστὶν ἀκοῦσαι διομνυμένων ἦ μὴν μετὰ Φιλῖνον μηκέτι ἔσεσθαι ἄλλον χαλκέα.
あの人は鍛冶屋をしていて、ペイライエウスでその名は有名だったのだ。 そして皆が、誓ってフィリノスの後はもう他の鍛冶屋は現れないだろうと固く誓っているのを聞くことができるほどだ。
μετὰ δὲ τὴν τελευτὴν τὸ μὲν πρῶτον ἀποδομένη τὰς πυράγρας καὶ τὸν ἄκμονα καὶ σφῦραν δύο μνῶν, μῆνας ἀπὸ τούτων ἑπτὰ διετράφημεν·
でも、あの人が亡くなった後、最初はやっとのこと、やっとこと金床とハンマーを2ミナで売り払って、そのお金で7ヶ月間食いつないだ。
εἶτα νῦν μὲν ὑφαίνουσα, νῦν δὲ κρόκην κατάγουσα ἢ στήμονα κλώθουσα ἐποριζόμην τὰ σιτία μόλις·
それからは、ある時は機を織り、ある時は横糸を引き、あるいは縦糸を紡いで、やっとのことで食い扶持を得ていた。
ἔβοσκον δὲ σέ, ὦ θύγατερ, τὴν ἐλπίδα περιμένουσα.
そして娘よ、私はお前を、希望を待ち望みながら育てていたのだ。
§6.2ΚΟΡΙΝΝΑ
Τὴν μνᾶν λέγεις;
ΚΟΡΙΝΝΑ その希望というのは、さっきの1ミナのこと?
ΚΡΩΒΥΛΗ
Οὔκ, ἀλλὰ ἐλογιζόμην ὡς τηλικαύτη γενομένη θρέψεις μὲν ἐμέ, σεαυτὴν δὲ κατακοσμήσεις ῥᾳδίως καὶ πλουτήσεις καὶ ἐσθῆτας ἕξεις ἁλουργεῖς καὶ θεραπαίνας.
ΚΡΩΒΥΛΗ 違うよ。 そうではなく、お前がこれくらいの年頃になれば、私を養ってくれ、自分自身を容易に着飾り、富を得て、紫色の衣服や侍女たちを持つようになるだろうと考えていたのだ。
ΚΟΡΙΝΝΑ
Πῶς ἔφης, μῆτερ, ἢ τί λέγεις;
ΚΟΡΙΝΝΑ お母さん、どういうこと? 何を言っているの?
ΚΡΩΒΥΛΗ
Συνοῦσα μὲν τοῖς νεανίσκοις καὶ συμπίνουσα μετ' αὐτῶν καὶ συγκαθεύδουσα ἐπὶ μισθῷ.
ΚΡΩΒΥΛΗ 若者たちと一緒に過ごし、彼らと一緒に酒を飲み、報酬を得て一緒に寝ることによってだよ。
ΚΟΡΙΝΝΑ
Καθάπερ ἡ Δαφνίδος θυγάτηρ Λύρα;
ΚΟΡΙΝΝΑ ダプニスの娘リラみたいに?
ΚΡΩΒΥΛΗ
Ναί.
ΚΡΩΒΥΛΗ そうだよ。
ΚΟΡΙΝΝΑ
Ἀλλ' ἐκείνη ἑταίρα ἐστίν.
ΚΟΡΙΝΝΑ でも、あの人はヘタイラじゃないの。
ΚΡΩΒΥΛΗ
Οὐδὲν τοῦτο δεινόν·
ΚΡΩΒΥΛΗ それがどうしたというのだ。
καὶ σὺ γὰρ πλουτήσεις ὡς ἐκείνη καὶ πολλοὺς ἐραστὰς ἕξεις.
お前だって、あの人のように豊かになり、多くの恋人を持つようになるのだから。
τί ἐδάκρυσας, ὦ Κόριννα;
コリンナ、なぜ泣いているの?
οὐχ ὁρᾷς ὁπόσαι καὶ ὡς περισπούδαστοί εἰσιν αἱ ἑταῖραι καὶ ὅσα χρήματα λαμβάνουσι;
ヘタイラたちがどれほど多く、どれほど引っ張りだこで、どれほど多くの金を得ているか、見えないのかい?
τὴν Δαφνίδος γοῦν ἐγὼ οἶδα, ὦ φίλη Ἀδράστεια, ῥάκη, πρὶν αὐτὴν ἀκμάσαι τὴν ὥραν, περιβεβλημένην·
ダプニスの娘なんて、おぉ親愛なるアドラステイアよ、あの娘が若さの盛りを迎える前は、ぼろをまとっていたのを私はよく知っているよ。
ἀλλὰ νῦν ὁρᾷς οἵα πρόεισι, χρυσὸς καὶ ἐσθῆτες εὐανθεῖς καὶ θεράπαιναι τέτταρες.
でも、今では彼女がどんな様子で出かけていくか見えるだろう。 金に、鮮やかな美しい衣服、それに4人もの侍女を引き連れてね。
§6.3ΚΟΡΙΝΝΑ
Πῶς δὲ ταῦτα ἐκτήσατο ἡ Λύρα;
ΚΟΡΙΝΝΑ リラはどうやってそういうものを手に入れたの?
ΚΡΩΒΥΛΗ
Τὸ μὲν πρῶτον κατακοσμοῦσα ἑαυτὴν εὐπρεπῶς καὶ εὐσταλὴς οὖσα καὶ φαιδρὰ πρὸς ἅπαντας, οὐκ ἄχρι τοῦ καγχαρίζειν ῥᾳδίως καθάπερ σὺ εἴωθας, ἀλλὰ μειδιῶσα ἡδὺ καὶ ἐπαγωγόν, εἶτα προσομιλοῦσα δεξιῶς καὶ μήτε φενακίζουσα, εἴ τις προσέλθοι ἢ προπέμψειε, μήτε αὐτὴ ἐπιλαμβανομένη τῶν ἀνδρῶν.
ΚΡΩΒΥΛΗ まずは、自分自身をきちんとお洒落に飾り立て、きちんとした身なりをし、誰に対してもにこやかに接すること。 お前がよくやるように、すぐにけたたましく大笑いするほどではなく、優しく魅力的な笑みを浮かべること。 それから、如才なく応対し、誰かが近づいてきたり贈り物を送ってきたりしても、騙したりせず、また自分から男たちにしがみついたりもしないこと。
ἢν δέ ποτε καὶ ἀπέλθῃ ἐπὶ δεῖπνον λαβοῦσα μίσθωμα, οὔτε μεθύσκεται—καταγέλαστον γὰρ καὶ μισοῦσιν οἱ ἄνδρες τὰς τοιαύτας—οὔτε ὑπερεμφορεῖται τοῦ ὄψου ἀπειροκάλως, ἀλλὰ προσάπτεται μὲν ἄκροις τοῖς δακτύλοις, σιωπῇ δὲ τὰς ἐνθέσεις οὐκ ἐπ' ἀμφοτέρας παραβύεται τὰς γνάθους, πίνει δὲ ἠρέμα, οὐ χανδόν, ἀλλ’ ἀναπαυομένη.
また、もし報酬を受け取って宴会に出かけることがあっても、酔っ払ったりはしない。 なぜならそれは滑稽だし、男たちはそういう女を嫌うからね。 また、不作法にごちそうを腹いっぱいに詰め込んだりもしない。 むしろ、指先で少しつまむ程度にし、両方の頬が膨らむほど食べ物を静かに詰め込んだりせず、飲むときも、がぶがぶとではなく、一息つきながら静かに飲むのだ。
ΚΟΡΙΝΝΑ
Κἂν εἰ διψῶσα, ὦ μῆτερ, τύχῃ;
ΚΟΡΙΝΝΑ たとえ本当に喉が渇いていたとしても、お母さん?
ΚΡΩΒΥΛΗ
Τότε μάλιστα, ὦ Κόριννα.
ΚΡΩΒΥΛΗ そういう時こそだよ、コリンナ。
καὶ οὔτε πλέον τοῦ δέοντος φθέγγεται οὔτε ἀποσκώπτει ἔς τινα τῶν παρόντων, ἐς μόνον δὲ τὸν μισθωσάμενον βλέπει·
そして、必要以上にしゃべったり、同席している誰かをからかったりせず、自分を雇ってくれた人だけを見つめるのだ。
καὶ διὰ τοῦτο ἐκεῖνοι φιλοῦσιν αὐτήν.
だからこそ、男たちは彼女を愛するのだよ。
καὶ ἐπειδὰν κοιμᾶσθαι δέῃ, ἀσελγὲς οὐδὲν οὐδὲ ἀμελὲς ἐκείνη ἄν τι ἐργάσαιτο, ἀλλὰ ἐξ ἅπαντος ἓν τοῦτο θηρᾶται, ὡς ὑπαγάγοιτο καὶ ἐραστὴν ποιήσειεν ἐκεῖνον·
そして、寝る時間になったとき、彼女は決して無作法なことや冷淡なことをせず、ひたすら次の1つのこと、すなわち、どのようにして彼を手懐け、自分の恋人にできるかを追求するのだ。
ταῦτα γὰρ αὐτῆς ἅπαντες ἐπαινοῦσιν.
なぜなら、皆が彼女のそういう振る舞いを褒め称えるからだ。
εἰ δὴ καὶ σὺ ταῦτα ἐκμάθοις, μακάριαι καὶ ἡμεῖς ἐσόμεθα·
もしお前が本当にこれらのことをしっかり学んだなら、私たちも幸せになれるだろう。
ἐπεὶ τά γε ἄλλα παρὰ πολὺ αὐτῆς—ἀλλ’ οὐδέν, ὦ φίλη Ἀδράστεια, φημί, ζῴης μόνον.
というのも、他の点ではお前は彼女よりずっと――いや、何でもない、親愛なるアドラステイアよ。 ただお前が元気に生きていてくれさえすればいいのだ。
§6.4ΚΟΡΙΝΝΑ
Εἰπέ μοι, ὦ μῆτερ, οἱ μισθούμενοι πάντες τοιοῦτοί εἰσιν οἷος ὁ Εὔκριτος, μεθ' οὗ χθὲς ἐκάθευδον;
ΚΟΡΙΝΝΑ 教えて、お母さん。 私を雇う人たちはみんな、昨日私が一緒に寝たエウクリトスみたいな人なの?
ΚΡΩΒΥΛΗ
Οὐ πάντες, ἀλλ’ ἔνιοι μὲν ἀμείνους, οἱ δὲ καὶ ἤδη ἀνδρώδεις, οἱ δὲ καὶ οὐ πάνυ μορφῆς εὐφυῶς ἔχοντες.
ΚΡΩΒΥΛΗ みんなではないよ。 中にはもっと素敵な若い人もいるし、すでに年配の人もいるし、容姿があまり恵まれていない人だっている。
ΚΟΡΙΝΝΑ
Καὶ τοιούτοις συγκαθεύδειν δεήσει;
ΚΟΡΙΝΝΑ そんな人たちとも一緒に寝なきゃいけないの?
ΚΡΩΒΥΛΗ
Μάλιστα, ὦ θύγατερ·
ΚΡΩΒΥΛΗ もちろんさ、娘よ。
οὗτοι μέν τοι καὶ πλείονα διδόασιν·
でも、そういう人たちこそ、より多くの金をくれるのだからね。
οἱ καλοὶ δὲ αὐτὸ μόνον καλοὶ θέλουσιν εἶναι.
美男子たちは、ただ美しいだけでいようとするものだよ。
καὶ σοὶ δὲ μελέτω ἀεὶ τοῦ πλείονος, εἰ θέλεις ἐν βραχεῖ λέγειν ἁπάσας ἐνδειξάσας σε τῷ δακτύλῳ, Οὐχ ὁρᾷς τὴν Κόρινναν τὴν τῆς Κρωβύλης θυγατέρα ὡς ὑπερπλουτεῖ καὶ τρισευδαίμονα πεποίηκε τὴν μητέρα;
お前も常に、より多くの報酬のことを気にかけるのだよ。 もし、間もなく、すべての女たちがお前を指さして、「クロビュレの娘コリンナがどれほど大金持ちになって、母親をこの上なく幸せにしたか、見えないのか」と言うのを聞きたいと思うならね。
τί φῄς;
どうだい?
ποιήσεις ταῦτα;
これをやってくれるかい?
ποιήσεις, οἶδα ἐγώ, καὶ προέξεις ἁπασῶν ῥᾳδίως.
やってくれるよね、分かっているよ。 そして、お前は他のすべての女たちを簡単に追い抜だろう。
νῦν δ’ ἄπιθι λουσομένη, εἰ ἀφίκοιτο καὶ τήμερον τὸ μειράκιον ὁ Εὔκριτος·
さあ、今は体を洗いに行っておいで。 あの若者エウクリトスが今日も来てくれるかもしれないからね。
ὑπισχνεῖτο γάρ.
そう約束していたから。