§25.1ΑΠΟΛΛΩΝ
Ἔχεις μοι εἰπεῖν, ὦ Ἑρμῆ, πότερος ὁ Κάστωρ ἐστὶ τούτων ἢ πότερος ὁ Πολυδεύκης;
ΑΠΟΛΛΩΝ ヘルメスよ、私に教えてくれないか。 彼らのうちどちらがカストルで、どちらがポリュデウケスなのか。
ἐγὼ γὰρ οὐκ ἂν διακρίναιμι αὐτούς.
私は彼らを見分けることができないのだ。
ΕΡΜΗΣ
Ὁ μὲν χθὲς ἡμῖν ξυγγενόμενος ἐκεῖνος Κάστωρ ἦν, οὗτος δὲ Πολυδεύκης.
ΕΡΜΗΣ 昨日我々と一緒にいた、あちらがカストルで、こちらがポリュデウケスだよ。
ΑΠΟΛΛΩΝ
Πῶς διαγινώσκεις;
ΑΠΟΛΛΩΝ どうやって見分けるのだ?
ὅμοιοι γάρ.
そっくりではないか。
ΕΡΜΗΣ
Ὅτι οὗτος μέν, ὦ Ἄπολλον, ἔχει ἐπὶ τοῦ προσώπου τὰ ἴχνη τῶν τραυμάτων ἃ ἔλαβε παρὰ τῶν ἀνταγωνιστῶν πυκτεύων, καὶ μάλιστα ὁπόσα ὑπὸ τοῦ Βέβρυκος Ἀμύκου ἐτρώθη τῷ Ἰάσονι συμπλέων, ἅτερος δὲ οὐδὲν τοιοῦτον ἐμφαίνει, ἀλλὰ καθαρός ἐστι καὶ ἀπαθὴς τὸ πρόσωπον.
ΕΡΜΗΣ アポロンよ、こちら(ポリュデウケス)は、拳闘で対戦相手から、とりわけイアソンと航海していたときにベブリュクス人のアミュコスから受けた傷痕が顔にあるからだ。 もう一方はそのようなものを全く示しておらず、顔はきれいで無傷だ。
ΑΠΟΛΛΩΝ
Ὤνησας διδάξας τὰ γνωρίσματα, ἐπεὶ τά γε ἄλλα πάντα ἴσα, τοῦ ᾠοῦ τὸ ἡμίτομον καὶ ἀστὴρ ὑπεράνω καὶ ἀκόντιον ἐν τῇ χειρὶ καὶ ἵππος ἑκατέρῳ λευκός, ὥστε πολλάκις ἐγὼ τὸν μὲν προσεῖπον Κάστορα Πολυδεύκην ὄντα, τὸν δὲ τῷ τοῦ Πολυδεύκους ὀνόματι.
ΑΠΟΛΛΩΝ 見分け方を教えてくれて助かった。 というのも、それ以外の点はすべて同じだからな。 卵の半分の形の帽子、その上にある星、手にある投げ槍、そしてそれぞれが白馬を持っていること。 だから私は何度も、ポリュデウケスである者をカストルと呼び、カストルである者をポリュデウケスの名前で呼んでしまったのだ。
ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δήποτε οὐκ ἄμφω ξύνεισιν ἡμῖν, ἀλλ’ ἐξ ἡμισείας ἄρτι μὲν νεκρός, ἄρτι δὲ θεός ἐστιν ἅτερος αὐτῶν;
しかしこれも教えてくれ、どうして二人は一緒に我々といるのではないのだ? どうして、一方が死者であるかと思えば、もう一方は神であるというように、交互(半分ずつ)なのか?
§25.2ΕΡΜΗΣ
Ὑπὸ φιλαδελφίας τοῦτο ποιοῦσιν·
ΕΡΜΗΣ 兄弟愛ゆえにそうしているのだ。
ἐπεὶ γὰρ ἔδει ἕνα μὲν τεθνάναι τῶν Λήδας υἱέων, ἕνα δὲ ἀθάνατον εἶναι, ἐνείμαντο οὕτως αὐτοὶ τὴν ἀθανασίαν.
レダの息子のうち一方は死なねばならず、一方は不死でなければならなかったとき、彼らはこのように自分たちの間で不死を分け合ったのだ。
ΑΠΟΛΛΩΝ
Οὐ ξυνετήν, ὦ Ἑρμῆ, τὴν νομήν, οἵ γε οὐδὲ ὄψονται οὕτως ἀλλήλους, ὅπερ ἐπόθουν, οἶμαι, μάλιστα·
ΑΠΟΛΛΩΝ ヘルメスよ、それは賢明な分配ではないな。 彼らはそのようにしては、一番望んでいたであろう互いに会うことすらできないのだから。
πῶς γάρ, ὁ μὲν παρὰ θεοῖς, ὁ δὲ παρὰ τοῖς φθιτοῖς ὤν;
一方は神々のところに、もう一方は死者のところにいるのだから、どうして会えようか。
πλὴν ἀλλ’ ὥσπερ ἐγὼ μαντεύομαι, ὁ δὲ Ἀσκληπιὸς ἰᾶται, σὺ δὲ παλαίειν διδάσκεις παιδοτρίβης ἄριστος ὤν, ἡ δὲ Ἄρτεμις μαιεύεται καὶ τῶν ἄλλων ἕκαστος ἔχει τινὰ τέχνην ἢ θεοῖς ἢ ἀνθρώποις χρησίμην, οὗτοι δὲ τί ποιήσουσιν ἡμῖν;
それに、例えば私は予言をし、アスクレピオスは医術を行い、君は優れた体育教師として格闘を教え、アルテミスは産婆を務め、その他の者もそれぞれ神々や人間に役立つ技術を持っているが、彼らは我々のために何をするのだ?
ἢ ἀργοὶ εὐωχήσονται τηλικοῦτοι ὄντες;
それとも、これほど大柄なのに、何もしないで宴会をするだけなのか?
ΕΡΜΗΣ
Οὐδαμῶς, ἀλλὰ προστέτακται αὐτοῖν ὑπηρετεῖν τῷ Ποσειδῶνι καὶ καθιππεύειν δεῖ τὸ πέλαγος καὶ ἐάν που ναύτας χειμαζομένους ἴδωσιν, ἐπικαθίσαντας ἐπὶ τὸ πλοῖον σῴζειν τοὺς ἐμπλέοντας.
ΕΡΜΗΣ とんでもない。 彼ら二人にはポセイドンに仕えることが命じられている。 彼らは海を駆け巡り、嵐に遭っている船乗りたちを見つけたら、船の上に現れて、乗船している人々を救うのだ。
ΑΠΟΛΛΩΝ
Ἀγαθήν, ὦ Ἑρμῆ, καὶ σωτήριον λέγεις τὴν τέχνην.
ΑΠΟΛΛΩΝ ヘルメスよ、それは立派で、人を救う技術を言っているのだな。