§1.1ΔΩΡΙΣ
Καλὸν ἐραστήν, ὦ Γαλάτεια, τὸν Σικελὸν τοῦτον ποιμένα φασὶν ἐπιμεμηνέναι σοί.
ΔΩΡΙΣ ガラテイアよ、人々は言う、このシチリアの羊飼いがあなたに夢中になっていると。 彼は美しい恋人ですね。
ΓΑΛΑΤΕΙΑ
Μὴ σκῶπτε, Δωρί·
ΓΑΛΑΤΕΙΑ からかわないで、ドリス。
Ποσειδῶνος γὰρ υἱός ἐστιν, ὁποῖος ἂν ᾖ.
彼はポセイドンの息子なのだから、どんな姿であれね。
ΔΩΡΙΣ
Τί οὖν;
ΔΩΡΙΣ それが何なの?
εἰ καὶ τοῦ Διὸς αὐτοῦ παῖς ὢν ἄγριος οὕτως καὶ λάσιος ἐφαίνετο καί, τὸ πάντων ἀμορφότατον, μονόφθαλμος, οἴει τὸ γένος ἄν τι ὀνῆσαι αὐτὸν πρὸς τὴν μορφήν;
たとえゼウス自身の息子であっても、あのように野蛮で、毛深く、そして何よりも醜いことに単眼であるように見えたとしたら、その出自が彼の外見に対して少しでも足しになるとでも思うの?
ΓΑΛΑΤΕΙΑ
Οὐδὲ τὸ λάσιον αὐτοῦ καί, ὡς φῄς, ἄγριον ἄμορφόν ἐστιν—ἀνδρῶδες γάρ—ὅ τε ὀφθαλμὸς ἐπιπρέπει τῷ μετώπῳ οὐδὲν ἐνδεέστερον ὁρῶν ἢ εἰ δύ' ἦσαν.
ΓΑΛΑΤΕΙΑ 彼の毛深さも、あなたの言う野蛮さも、醜くなんかありません。 男らしいのですから。 それに、彼の目は額にとても似合っていますし、二つある場合と比べても劣らずに見えているのです。
ΔΩΡΙΣ
Ἔοικας, ὦ Γαλάτεια, οὐκ ἐραστὴν ἀλλ’ ἐρώμενον ἔχειν τὸν Πολύφημον, οἷα ἐπαινεῖς αὐτόν.
ΔΩΡΙΣ ガラテイアよ、あなたはポリュペモスを愛人としてではなく、愛する者として持っているようね、それほど彼を褒め称えるのだから。
§1.2ΓΑΛΑΤΕΙΑ
Οὐκ ἐρώμενον, ἀλλὰ τὸ πάνυ ὀνειδιστικὸν τοῦτο οὐ φέρω ὑμῶν, καί μοι δοκεῖτε ὑπὸ φθόνου αὐτὸ ποιεῖν, ὅτι ποιμαίνων ποτὲ ἀπὸ τῆς σκοπῆς παιζούσας ἡμᾶς ἰδὼν ἐπὶ τῆς ἠϊόνος ἐν τοῖς πρόποσι τῆς Αἴτνης, καθ' ὃ μεταξὺ τοῦ ὄρους καὶ τῆς θαλάσσης αἰγιαλὸς ἀπομηκύνεται, ὑμᾶς μὲν οὐδὲ προσέβλεψεν, ἐγὼ δὲ ἐξ ἁπασῶν ἡ καλλίστη ἔδοξα, καὶ μόνῃ ἐμοὶ ἐπεῖχε τὸν ὀφθαλμόν.
ΓΑΛΑΤΕΙΑ 愛する者ではないわ。 ただ、あなたたちのそのひどく非難がましい態度に耐えられないの。 そして、あなたたちは嫉妬からそうしているのだと思うわ。 なぜなら、かつて彼が番所から羊の群れを率いていたとき、エトナ山の麓の海岸で私たちが遊んでいるのを見て、山と海の間に広がる浜辺で、あなたたちのことは見向きもしなかったのに、私だけが全員の中で最も美しいと思われ、私だけに目を留めていたのだから。
ταῦτα ὑμᾶς ἀνιᾷ·
これがあなたたちを苦しめているのよ。
δεῖγμα γάρ, ὡς ἀμείνων εἰμὶ καὶ ἀξιέραστος, ὑμεῖς δὲ παρώφθητε.
私がより優れており、愛されるに値する証拠であり、あなたたちは見過ごされたのだから。
ΔΩΡΙΣ
Εἰ ποιμένι καὶ ἐνδεεῖ τὴν ὄψιν καλὴ ἔδοξας, ἐπίφθονος οἴει γεγονέναι;
ΔΩΡΙΣ 羊飼いで、しかも目の不自由な男に美しいと思われたからといって、自分が羨まれる存在になったと思うの?
καίτοι τί ἄλλο ἐν σοὶ ἐπαινέσαι εἶχεν ἢ τὸ λευκὸν μόνον;
そもそも、彼はあなたの何について、その白さ以外に褒めることができたかしら?
καὶ τοῦτο, οἶμαι, ὅτι συνήθης ἐστὶ τυρῷ καὶ γάλακτι·
そしてそれも、思うに、彼がチーズや乳に慣れ親しんでいるからよ。
πάντα οὖν τὰ ὅμοια τούτοις ἡγεῖται καλά.
だから彼は、それらに似たものはすべて美しいと見なしているのね。
§1.3ΔΩΡΙΣ
ἐπεὶ τά γε ἄλλα ὁπόταν ἐθελήσῃς μαθεῖν, οἵα τυγχάνεις οὖσα τὴν ὄψιν, ἀπὸ πέτρας τινός, εἴ ποτε γαλήνη εἴη, ἐπικύψασα ἐς τὸ ὕδωρ ἰδὲ σεαυτὴν οὐδὲν ἄλλο ἢ χροίαν λευκὴν ἀκριβῶς·
ΔΩΡΙΣ だいたい、他の点について、自分がどのような容姿をしているかを知りたいと思うなら、いつか凪のときにでも、岩の上から水面に身をかがめて自分自身を見てごらんなさい。 ただ単に真っ白な肌であるだけで、他には何もないのだから。
οὐκ ἐπαινεῖται δὲ τοῦτο, ἢν μὴ ἐπιπρέπῃ αὐτῷ καὶ τὸ ἐρύθημα.
そして、赤みがそこに調和していなければ、そんなものは褒められたものではないわ。
ΓΑΛΑΤΕΙΑ
Καὶ μὴν ἐγὼ μὲν ἡ ἀκράτως λευκὴ ὅμως ἐραστὴν ἔχω κἂν τοῦτον, ὐμῶν δὲ οὐκ ἔστιν ἥντινα ἢ ποιμὴν ἢ ναύτης ἢ πορθμεὺς ἐπαινεῖ·
ΓΑΛΑΤΕΙΑ それでも、真っ白な私は、ともかくもこのような恋人を持っているわ。 一方、あなたたちのうちの誰一人として、羊飼いも、船乗りも、渡し守も褒めやしない。
ὁ δέ γε Πολύφημος τά τε ἄλλα καὶ μουσικός ἐστι.
それにポリュペモスは、他の点もさることながら、音楽の才能もあるのよ。
§1.4ΔΩΡΙΣ
Σιώπα, ὦ Γαλάτεια·
ΔΩΡΙΣ 黙りなさい、ガラテイア。
ἠκούσαμεν αὐτοῦ ᾄδοντος ὁπότε ἐκώμασε πρῴην ἐπὶ σέ·
一昨日、彼があなたを慕って歌い歩きをしたとき、彼の歌を聞いたわ。
Ἀφροδίτη φίλη, ὄνον ἄν τις ὀγκᾶσθαι ἔδοξεν.
愛しのあの方よ、まるでロバが鳴いているかのようだったわ!
καὶ αὐτὴ δὲ ἡ πηκτὶς οἵα;
それに彼のハープ自体もどんなものだったかしら?
κρανίον ἐλάφου γυμνὸν τῶν σαρκῶν, καὶ τὰ μὲν κέρατα πήχεις ὥσπερ ἦσαν, ζυγώσας δὲ αὐτὰ καὶ ἐνάψας τὰ νεῦρα, οὐδὲ κολλάβοις περιστρέψας, ἐμελῴδει ἄμουσόν τι καὶ ἀπῳδόν, ἄλλο μὲν αὐτὸς βοῶν, ἄλλο δὲ ἡ λύρα ὑπήχει, ὥστε οὐδὲ κατέχειν τὸν γέλωτα ἐδυνάμεθα ἐπὶ τῷ ἐρωτικῷ ἐκείνῳ ᾄσματι·
肉の削げ落ちた牡鹿の頭骨で、角は腕木のようになっていたけれど、彼はそれらを横木で繋ぎ、弦を張り、糸巻きで回して調整することもせず、不協和音の調子外れなメロディを奏でていた。 本人が叫ぶ声と、竪琴が響かせる音がバラバラで、私たちはその恋の歌に笑いをこらえることができなかったわ。
ἡ μὲν γὰρ Ἠχὼ οὐδὲ ἀποκρίνεσθαι αὐτῷ ἤθελεν οὕτω λάλος οὖσα βρυχομένῳ, ἀλλ’ ᾐσχύνετο, εἰ φανείη μιμουμένη τραχεῖαν ᾠδὴν καὶ καταγέλαστον.
おしゃべりなエコーでさえ、彼が吠えるのに対して答えたがらず、あのような耳障りで物笑いの種になる歌を真似ていると思われるのを恥じて、黙っていたほどよ。
§1.5ΔΩΡΙΣ
ἔφερεν δὲ ὁ ἐπέραστος ἐν ταῖς ἀγκάλαις ἀθυρμάτιον ἄρκτου σκύλακα τὸ λάσιον αὐτῷ προσεοικότα.
ΔΩΡΙΣ しかも、その魅力的な恋人は、腕の中に抱いていたおもちゃと言えば、自分自身のように毛深い小熊だったわ。
τίς οὐκ ἂν φθονήσειέ σοι, ὦ Γαλάτεια, τοιούτου ἐραστοῦ;
ガラテイアよ、これほど素敵な恋人を持っているあなたを、誰が羨まずにいられるかしら?
ΓΑΛΑΤΕΙΑ
Οὐκοῦν σύ, Δωρί, δεῖξον ἡμῖν τὸν σεαυτῆς, καλλίω δῆλον ὅτι ὄντα καὶ ᾠδικώτερον καὶ κιθαρίζειν ἄμεινον ἐπιστάμενον.
ΓΑΛΑΤΕΙΑ それならドリス、あなたの恋人を見せてちょうだい。 もちろん、もっと美しくて、歌が上手で、竪琴を弾くのももっと巧みなんでしょうね。
ΔΩΡΙΣ
Ἀλλὰ ἐραστὴς μὲν οὐδεὶς ἔστι μοι οὐδὲ σεμνύνομαι ἐπέραστος εἶναι·
ΔΩΡΙΣ 私には恋人なんていないわ、自分自身が魅力的だなんて威張るつもりもないし。
τοιοῦτος δὲ οἷος ὁ Κύκλωψ ἐστί, κινάβρας ἀπόζων ὥσπερ ὁ τράγος, ὠμοβόρος, ὥς φασι, καὶ σιτούμενος τοὺς ἐπιδημοῦντας τῶν ξένων, σοὶ γένοιτο καὶ πάντοτε σὺ ἀντερῴης αὐτοῦ.
でも、あのサイクロプスみたいな男、雄ヤギのように悪臭を放ち、噂によれば生肉を食らい、この地を訪れる旅人を主食にしているような男は、あなたにお似合いよ。 ずっと彼を愛し続けていなさいな。