§1ΛΥΚΙΝΟΣ
Οὐκ ἐγὼ ἔλεγον ὅτι θᾶττον τοὺς γῦπας ἕωλος νεκρὸς ἐν φανερῷ κείμενος ἢ θέαμά τι τῶν παραδόξων Τιμόλαον διαλάθοι, κἂν εἰς Κόρινθον δέοι ἀπνευστὶ θέοντα ἀπιέναι διὰ τοῦτο;
ルキノス私が言っていなかったかい。 野ざらしにされた昨日の死骸がハゲワシから見つからずに済む方が、何か珍しい見せ物がティモラオス(の目)を免れるよりも早いだろうと。 たとえそのために、息もつかずに走ってコリントスまで行く必要があるとしてもね。
οὕτω φιλοθεάμων σύ γε καὶ ἄοκνος τὰ τοιαῦτα.
それほどまでに君は見物好きで、そうしたことには労を惜しまないのだ。
ΤΙΜΟΛΑΟΣ
Τί γὰρ ἔδει ποιεῖν, ὦ Λυκῖνε, σχολὴν ἄγοντα πυθόμενον οὕτως ὑπερμεγέθη ναῦν καὶ πέρα τοῦ μέτρου ἐς τὸν Πειραιᾶ καταπεπλευκέναι μίαν τῶν ἀπ' Αἰγύπτου ἐς Ἰταλίαν σιταγωγῶν;
ティモラオスだって、どうすればよかったんだい、ルキノス。 暇を持て余している時に、エジプトからイタリアへの穀物輸送船の一つで、これほど途方もなく巨大な、並外れた大きさの船がペイライエウスに入港したと聞いては。
οἶμαι δὲ καὶ σφώ, σέ τε καὶ Σάμιππον τουτονί, μὴ κατ' ἄλλο τι ἐξ ἄστεος ἥκειν ἢ ὀψομένους τὸ πλοῖον.
それに、君たち二人、君とここにいるサミッポスも、船を見物するためでなければ、町からやってきたりはしなかっただろうと思うよ。
ΛΥΚΙΝΟΣ
Νὴ Δία, καὶ Ἀδείμαντος ὁ Μυρρινούσιος εἵπετο μεθ' ἡμῶν, ἀλλ’ οὐκ οἶδ’ ὅπου νῦν ἐκεῖνός ἐστιν ἀποπλανηθεὶς ἐν τῷ πλήθει τῶν θεατῶν.
ルキノスまったくだ。 ミュリヌースのアデイマントスも私たちと一緒に来ていた。 だが、見物客の群れの中で迷子になってしまい、今どこにいるのかわからないのだ。
ἄχρι μὲν γὰρ τῆς νεὼς ἅμα ἤλθομεν καὶ ἀνιόντες ἐς αὐτὴν, σὺ μέν, οἶμαι, Σάμιππε, προῄεις, μετὰ σὲ δὲ ὁ Ἀδείμαντος ἦν, εἶτ' ἐγὼ μετ' ἐκεῖνον ἐχόμενος αὐτοῦ ἀμφοτέραις, καί με διὰ τῆς ἀποβάθρας ὅλης παρέπεμψε χειραγωγῶν ὑποδεδεμένον ἀνυπόδητος αὐτὸς ὤν, τὸ ἀπὸ τούτου δὲ οὐκέτι αὐτὸν εἶδον οὔτε ἔνδον οὔτε ἐπεὶ κατεληλύθαμεν.
というのも、船のところまでは一緒に来たし、船に乗り込む時にも、サミッポス、君が先頭を行き、君の次がアデイマントス、そして彼の次が私で、私は両手で彼につかまっていた。 そして、彼は裸足だったのに、靴を履いている私の手を取って、タラップの端から端まで導いてくれたのだ。 だが、それきり、船の中でも、下りてきてからも、彼の姿をまったく見ていない。
§2ΣΑΜΙΠΠΟΣ
Οἶσθα οὖν, ὦ Λυκῖνε, ὅπου ἡμᾶς ἀπέλιπεν;
サミッポスではルキノス、彼がどこで私たちとはぐれたか知っているかい。
ὁπότε, οἶμαι, τὸ ὡραῖον ἐκεῖνο μειράκιον ἐκ τῆς θαλάμης προῆλθε τὸ τὴν καθαρὰν ὀθόνην ἐνδεδυκός, ἀναδεδεμένον ἐς τοὐπίσω τὴν κόμην ἐπ' ἀμφότερα τοῦ μετώπου ἀπηγμένην.
思うに、あの美しい若者が、清潔な亜麻布の衣を身にまとい、髪を後ろに結び、額の両側に分けて、客室から出てきた時だ。
εἰ τοίνυν ἐγὼ Ἀδείμαντον οἶδα, οἶμαι, γλαφυρὸν οὕτω θέαμα ἐκεῖνος ἰδὼν μακρὰ χαίρειν φράσας τῷ Αἰγυπτίῳ ναυπηγῷ περιηγουμένῳ τὸ πλοῖον παρέστηκε δακρύων, ὥσπερ εἴωθε.
もし私がアデイマントスという男をよく知っているなら、あのように洗練された美しい光景を目にして、船を案内してくれていたエジプト人の造船技師にさっさと別れを告げ、いつものように涙を流しながらその若者のそばに立ち尽くしているに違いない。
ταχύδακρυς γὰρ ὁ ἀνὴρ ἐς τὰ ἐρωτικά.
何しろあの男は、恋愛沙汰になると涙もろいからね。
ΛΥΚΙΝΟΣ
Καὶ μὴν οὐ πάνυ καλός, ὦ Σάμιππε, ὁ μειρακίσκος ἔδοξέ μοι, ὡς ἂν καὶ Ἀδείμαντον ἐκπλῆξαι, ᾧ τοσοῦτοι Ἀθήνησι καλοὶ ἕπονται, πάντες ἐλεύθεροι, στωμύλοι τὸ φθέγμα, παλαίστρας ἀποπνέοντες, οἶς καὶ παραδακρῦσαι οὐκ ἀγεννές.
ルキノスしかし、サミッポス、あの若者は私には、アデイマントスを驚嘆させるほどに美しいとは思えなかったがね。 アデイマントスにはアテナイで、非常に多くの美しい若者たちが付き従っているのだ。 彼らはみな自由市民の生まれで、話しぶりは洗練され、体育場の香りを漂わせており、彼らのために涙を流したとしても恥ずべきことではない。
οὗτος δὲ πρὸς τῷ μελάγχρους εἶναι καὶ πρόχειλός ἐστι καὶ λεπτὸς ἄγαν τοῖν σκελοῖν, καὶ ἐφθέγγετο ἐπισεσυρμένον τι καὶ συνεχὲς καὶ ἐπίτροχον, Ἑλληνιστὶ μέν, ἐς τὸ πάτριον δὲ τῷ ψόφῳ καὶ τῷ τῆς φωνῆς τόνῳ, ἡ κόμη δὲ καὶ ἐς τοὐπίσω ὁ πλόκαμος συνεσπειραμένος οὐκ ἐλεύθερόν φησιν αὐτὸν εἶναι.
一方、この若者は、色黒である上に、唇が突き出ていて、両脚があまりにも細い。 また、彼の話し方は、たどたどしく、早口でまくし立てるようで、ギリシア語ではあるものの、響きや声の調子には母国の訛りがあった。 そしてあの髪型、後ろに巻かれたお下げ髪は、彼が自由の身ではないことを示している。
§3ΤΙΜΟΛΑΟΣ
Τοῦτο μὲν εὐγενείας, ὦ Λυκῖνε, σημεῖόν ἐστιν Αἰγυπτίοις ἡ κόμη.
ティモラオスその髪はね、ルキノス、エジプト人にとっては高貴な生まれの印なのだよ。
ἅπαντες γὰρ αὐτὴν οἱ ἐλεύθεροι παῖδες ἀναπλέκονται ἔστε πρὸς τὸ ἐφηβικόν, ἔμπαλιν ἢ οἱ πρόγονοι ἡμῶν, οἷς ἐδόκει καλὸν εἶναι κομᾶν τοὺς γέροντας ἀναδουμένους κρωβύλον ὑπὸ τέττιγι χρυσῷ ἀνειλημμένον.
というのも、自由市民の男の子はみな、青年期に達するまで髪を編むのだ。 私たちの先祖とは正反対にね。 先祖たちの間では、老人たちが長髪にし、金のセミのブローチで留めてお団子頭に結うのが美しいとされていたのだから。
ΣΑΜΙΠΠΟΣ
Εὖ γε, ὦ Τιμόλαε, ὅτι ἡμᾶς ἀναμιμνήσκεις τῶν Θουκυδίδου συγγραμμάτων, ἃ ἐν τῷ προοιμίῳ περὶ τῆς ἀρχαίας ἡμῶν τρυφῆς εἶπεν ἐν τοῖς Ἴωσιν, ὁπότε οἱ τότε συναπῳκίσαν.
サミッポス見事だ、ティモラオス。 トゥキュディデスの記述を思い出させてくれて。 彼はその序論において、当時の人々がイオニア人たちとともに移住した頃の、我々の古い時代の贅沢な暮らしについて語っているね。
§4ΛΥΚΙΝΟΣ
Ἀτάρ, ὦ Σάμιππε, νῦν ἀνεμνήσθην, ὁπόθεν ἡμῶν ἀπελείφθη Ἀδείμαντος, ὅτε παρὰ τὸν ἱστὸν ἐπὶ πολὺ ἔστημεν ἀναβλέποντες, ἀριθμοῦντες τῶν βυρσῶν τὰς ἐπιβολὰς καὶ θαυμάζοντες ἀνιόντα τὸν ναύτην διὰ τῶν κάλων, εἶτα ἐπὶ τῆς κεραίας ἄνω ἀσφαλῶς διαθέοντα τῶν κεροιάκων ἐπειλημμένον.
ルキノスいやしかし、サミッポス、アデイマントスがどこで私たちとはぐれたか、今思い出したよ。 マストのそばに長い間立って見上げながら、張り合わされた革の枚数を数えたり、水夫がロープを伝って登っていき、それから帆桁の上を、索具につかまりながら危なげなく走り回るのを感嘆して見ていたあの時だ。
ΣΑΜΙΠΠΟΣ
Εὖ λέγεις.
サミッポスもっともだ。
τί δ’ οὖν χρὴ ποιεῖν ἡμᾶς;
では、私たちはどうすべきだろう。
ἐνταῦθα καραδοκεῖν αὐτόν, ἢ ἐθέλεις ἐγὼ αὖθις ἐπάνειμι ἐς τὸ πλοῖον;
ここで彼を待ち受けるか、それとも、私がもう一度船に戻った方がいいかい。
ΤΙΜΟΛΑΟΣ
Μηδαμῶς, ἀλλὰ προΐωμεν.
ティモラオスとんでもない、進み続けよう。
εἰκὸς γὰρ ἤδη παρεληλυθέναι ἐκεῖνον ἀποσοβοῦντα ἐς τὸ ἄστυ, ἐπεὶ μηκέθ' ἡμᾶς εὑρεῖν ἐδύνατο.
というのも、彼は私たちを見つけられなくなって、すでに急いで町の方へと通り過ぎて行った可能性が高いからだ。
εἰ δὲ μή, ἀλλ’ οἶδε τὴν ὁδὸν Ἀδείμαντος, καὶ δέος οὐδὲν μὴ ἀπολειφθεὶς ἡμῶν ἀποβουκοληθῇ.
たとえそうでなくても、アデイマントスは道を知っているし、私たちとはぐれたからといって迷子になる心配はない。
ΛΥΚΙΝΟΣ
Ὁρᾶτε, μὴ σκαιὸν ᾖ φίλον ἀπολιπόντας αὐτοὺς ἀπιέναι.
ルキノス友人を置いて自分たちだけで立ち去るのが、薄情なことにならないか気をつけてくれ。
βαδίζωμεν δ’ ὅμως, εἰ καὶ Σαμίππῳ τοῦτο δοκεῖ.
それでも、サミッポスもそう思うなら、歩いて行こう。
ΣΑΜΙΠΠΟΣ
Καὶ μάλα δοκεῖ, ἤν πως ἀνεῳγυῖαν ἔτι τὴν παλαίστραν καταλάβωμεν.
サミッポス大いに賛成だ。 体育場がまだ開いているうちに着ければよいのだが。