§1ΛΥΚΙΝΟΣ
Ἀλλὰ ποιητὴν μὲν ἄριστον εἶναί σε, ὦ Ἡσίοδε, καὶ τοῦτο παρὰ Μουσῶν λαβεῖν μετὰ τῆς δάφνης αὐτός τε δεικνύεις ἐν οἷς ποιεῖς—ἔνθεα γὰρ καὶ σεμνὰ πάντα—καὶ ἡμεῖς πιστεύομεν οὕτως ἔχειν.
\nΛΥΚΙΝΟΣ\nけれども、ヘシオドスよ、あなたが最も優れた詩人であり、月桂樹の枝とともにムーサたちからこの詩才を受け取ったということは、あなた自身もその作詩において示しておられるし(すべてが神懸かっており、厳かだからである)、われわれもそのようであると信じている。
ἐκεῖνο δὲ ἀπορῆσαι ἄξιον, τί δήποτε προειπὼν ὑπὲρ σαυτοῦ ὡς διὰ τοῦτο λάβοις τὴν θεσπέσιον ἐκείνην ᾠδὴν παρὰ τῶν θεῶν ὅπως κλείοις καὶ ὑμνοίης τὰ παρεληλυθότα καὶ θεσπίζοις τὰ ἐσόμενα, θάτερον μὲν καὶ πάνυ ἐντελῶς ἐξενήνοχας θεῶν τε γενέσεις διηγούμενος ἄχρι καὶ τῶν πρώτων ἐκείνων, χάους καὶ γῆς καὶ οὐρανοῦ καὶ ἔρωτος—ἔτι δὲ γυναικῶν ἀρετὰς καὶ παραινέσεις γεωργικάς, καὶ ὅσα περὶ Πλειάδων καὶ ὅσα περὶ καιρῶν ἀρότου καὶ ἀμήτου καὶ πλοῦ καὶ ὅλως τῶν ἄλλων ἁπάντων· θάτερον δὲ καὶ ὃ χρησιμώτερον ἦν τῷ βίῳ παρὰ πολὺ καὶ θεῶν δωρεαῖς μᾶλλον ἐοικός—λέγω δὲ τὴν τῶν μελλόντων προαγόρευσιν—, οὐδὲ τὴν ἀρχὴν ἐξαπέφηνας, ἀλλὰ τὸ μέρος τοῦτο πᾶν λήθῃ παραδέδωκας οὐδαμοῦ τῆς ποιήσεως ἢ τὸν Κάλχαντα ἢ τὸν Τήλεμον ἢ τὸν Πολύειδον ἢ καὶ Φινέα μιμησάμενος οἳ μηδὲ παρὰ Μουσῶν τούτου τυχόντες ὅμως προεθέσπιζον καὶ οὐκ ὤκνουν χρᾶν τοῖς δεομένοις.
しかし、次のことはいぶかるに値する。 なぜ、あなた自身についてあらかじめ、過去のことを称え讃え、未来のことを予言するようにと、そのために神々からあの神聖な歌を授かったのだと語りながら、一方の過去のことについては極めて完璧に語り尽くしたというのに(神々の誕生から、最初の混沌や大地、天、愛に始まり、女性たちの美徳や農業の教訓、プレアデスや、耕作・収穫・航海の時期、その他およそ他のすべてのことまで)、もう一方の未来のこと、すなわち、はるかに人生にとって有用であり、かつ神々の賜物により相応しいと思われるもの――未来の予告のことであるが――については、最初から全く明らかにしておらず、この部分のすべてを忘却の彼方に委ねてしまい、詩のどこにおいてもカルカスやテレモスやポリュエイドス、あるいはフィネウスといった者たちを模倣しようとしなかったのか。 彼らはムーサたちからこの恩恵を得ていなかったにもかかわらず、それでもなお予言を行い、助けを求める人々に神託を与えることを躊躇しなかったのだ。
§2Ὥστε ἀνάγκη σοι τῶν τριῶν τούτων αἰτῶν μιᾷ γε πάντως ἐνέχεσθαι·
\n\nしたがって、あなたはこれら3つの原因のうち少なくとも1つにはどうしても当てはまらざるを得ない。
ἢ γὰρ ἐψεύσω, εἰ καὶ πικρὸν εἰπεῖν, ὡς ὑποσχομένων σοι τῶν Μουσῶν καὶ τὰ μέλλοντα προλέγειν δύνασθαι· ἢ αἱ μὲν ἔδοσαν ὥσπερ ὑπέσχοντο, σὺ δὲ ὑπὸ φθόνου ἀποκρύπτεις καὶ ὑπὸ κόλπου φυλάττεις τὴν δωρεὰν οὐ μεταδιδοὺς αὐτῆς τοῖς δεομένοις· ἢ γέγραπται μέν σοι καὶ τοιαῦτα πολλά, οὐδέπω δὲ αὐτὰ τῷ βίῳ παραδέδωκας οὐκ οἶδα εἰς ὃν καιρόν τινα ἄλλον ταμιευόμενος τὴν χρῆσιν αὐτῶν.
すなわち、ムーサたちがあなたに未来のことを予言する力をも授けると約束したかのように偽ったか(こう言うのは不快ではあるが)、あるいは、彼女たちは約束通り授けたものの、あなたが嫉妬からそれを隠し、その賜物を懐にしまい込んで必要な人々に分け与えようとしないか、あるいは、そのようなこともすでに多くあなたによって書かれているが、どのような他の時期のためにその使用を温存しているのか、まだそれを世に公表していないのか、のいずれかである。
ἐκεῖνο μὲν γὰρ οὐδὲ τολμήσαιμ' ἂν εἰπεῖν, ὡς αἱ Μοῦσαι δύο σοι παρέξειν ὑποσχόμεναι τὸ μὲν ἔδοσαν, ἐξ ἡμισείας δὲ ἀνεκαλέσαντο τὴν ὑπόσχεσιν—λέγω δὲ τὴν τῶν μελλόντων γνῶσιν—καὶ ταῦτα προτέραν αὐτὴν ἐν τῷ ἔπει ὑπεσχημέναι.
というのも、ムーサたちがあなたに二つの賜物を提供すると約束しながら、一方を与え、残りの半分、すなわち未来の知識の約束を撤回してしまったなどということは、私は口にすることさえ恐れ多い。 しかも、彼女たちは詩の中でそれを先に約束していたというのに。
§3Ταῦτα οὖν παρὰ τίνος ἄλλου, Ἡσίοδε, ἢ παρ' αὐτοῦ σοῦ μάθοι τις ἄν;
\n\nでは、ヘシオドスよ、これらのことをあなた自身以外の誰から学ぶことができようか。
πρέποι γὰρ ἄν, ὥσπερ οἱ θεοὶ “δωτῆρες ἐάων” εἰσίν, οὕτω δὲ καὶ ὑμῖν, τοῖς φίλοις καὶ μαθηταῖς αὐτῶν, μετὰ πάσης ἀληθείας ἐξηγεῖσθαι περὶ ὧν ἴστε καὶ λύειν ἡμῖν τὰς ἀπορίας.
神々が「善きものの与え手」であるように、あなた方も彼らの友人であり弟子として、自ら知っていることについて完璧な真実をもって説明し、われわれの疑問を解決するのがふさわしいであろうから。
§4ΗΣΙΟΔΟΣ
Ἐνῆν μέν μοι, ὦ βέλτιστε, ῥᾳδίαν ἀπόκρισιν ἀποκρίνεσθαί σοι περὶ ἁπάντων, ὅτι μηδέν ἐστιν τῶν ἐρραψῳδημένων ὑπ' ἐμοῦ ἴδιον ἐμόν, ἀλλὰ τῶν Μουσῶν, καὶ ἐχρῆν σε παρ' ἐκείνων τοὺς λογισμοὺς τῶν τε εἰρημένων καὶ τῶν παραλελειμμένων ἀπαιτεῖν.
\n\nΗΣΙΟΔΟΣ\n我が友よ、私にはこれらすべてについて、容易な答えを返すことができたはずだ。 すなわち、私が詠ったもののうち何一つとして私自身のものではなく、ムーサたちのものであり、語られたことについても省かれたことについても、彼女たちにその説明を求めるべきであった、と。
ἐγὼ δὲ ὑπὲρ μὲν ὧν ἰδίᾳ ἠπιστάμην—λέγω δὲ τοῦ νέμειν καὶ ποιμαίνειν καὶ ἐξελαύνειν καὶ βδάλλειν καὶ τῶν ἄλλων ὅσα ποιμένων ἔργα καὶ μαθήματα—δίκαιος ἂν εἴην ἀπολογεῖσθαι·
しかし、私自身が個人的に心得ていたこと――すなわち放牧や羊飼いの仕事、家畜の追い立てや乳搾り、その他羊飼いたちの仕事や心得であるすべて――についてなら、私は弁明するのが当然であろう。
αἱ θεαὶ δὲ τὰς αὐτῶν δωρεὰς οἷς τε ἂν ἐθέλωσι καὶ ἐφ' ὅσον ἂν οἴωνται καλῶς ἔχειν μεταδιδόασιν.
だが、女神たちは彼女たちの賜物を、彼女たちが望む人々に、そして彼女たちが良いと思う限りの程度で分け与えるのである。
ἀπολογίας.
弁明。