§15κατανείμαντες δὲ αὐτοὶ κατ’ ἀξίαν ἑκάστῳ πρὶν ἥλιον δῦναι πεμπόντων τοῖς φίλοις.
富者は自ら、各人のふさわしさに応じて分配し、日が沈む前に友人たちに送るべし。
οἱ δὲ ἀποκομίζοντες μὴ πλείους τριῶν ἢ τεττάρων, οἱ πιστότατοι τῶν οἰκετῶν, ἤδη πρεσβῦται.
届ける者は、三人か四人を超えてはならず、召使いたちのうち最も信頼でき、すでに高齢の者とすべし。
ἐγγραψάσθω δὲ ἐς γραμμάτιον ὅ τι τὸ πεμπόμενον καὶ ὅσον, ὡς μὴ ἀμφότεροι ὑποπτεύοιεν τοὺς διακομίζοντας.
送られるものが何であり、どれほどであるかを小さな書板に書き留めるべし。 送り手と受け手の両者が届ける者を疑うことのないように。
αὐτοὶ δὲ οἱ οἰκέται μίαν κύλικα ἕκαστος πιόντες ἀποτρεχόντων, ἀπαιτούντων δὲ μηδὲν πλέον.
召使いたち自身は、それぞれ一杯の杯を飲んだら立ち去るべし、それ以上のものを求めてはならない。
Τοῖς πεπαιδευμένοις διπλάσια πάντα πεμπέσθω·
教養ある人々には、すべて二倍送られるべし。
ἄξιον γὰρ διμοιρίτας εἶναι.
彼らは二倍の分け前を受け取るに値するからである。
τὰ δὲ ἐπὶ τοῖς δώροις λεγόμενα ὡς μετριώτατα καὶ ὀλίγιστα ἔστω.
贈り物に添えられる言葉は、できる限り控えめで少なからしむべし。
ἐπαχθὲς δὲ μηδεὶς μηδὲν συνεπιστελλέτω μηδὲ ἐπαινείτω τὰ πεμπόμενα.
不快なことを書き添えたり、送るものを自慢したりしてはならない。
Πλούσιος πλουσίῳ μηδὲν πεμπέτω μηδὲ ἑστιάτω Κρονίοις ὁ πλούσιος τὸν ἰσότιμον.
富者は富者に何も送ってはならない。 また、富者はクロニア祭において、同等の地位の者を饗応してはならない。
τῶν εἰς τὸ πεμφθῆναι προχειρισθέντων φυλασσέσθω μηδὲν μηδὲ μετάνοια εἰσίτω ἐπὶ τῇ δωρεᾷ.
送るために準備されたもののうち、何一つ手元に留めておいてはならず、贈り物についての悔いが心に入り込んではならない。
Εἴ τις πέρυσιν ἀποδημῶν δι’ αὐτὸ ἄμοιρος κατέστη, ἀπολαμβανέτω κἀκεῖνα.
もし昨年、旅に出ていたために分け前を受け取れなかった者がいれば、その分も受け取るべし。
Διαλυόντων δὲ οἱ πλούσιοι καὶ χρέα ὑπὲρ τῶν φίλων τῶν πενήτων καὶ τὸ ἐνοίκιον, οἵτινες ἂν καὶ τοῦτο ὀφείλοντες καταβαλεῖν μὴ ἔχωσι.
富者たちは、貧しい友人たちのために債務や家賃を支払うべし。 これらを支払う義務がありながら支払えない者たちのために。
καὶ ὅλως, πρὸ πολλοῦ μελέτω αὐτοῖς εἰδέναι ὅτου μάλιστα δέονται.
総じて、彼らが最も必要としているものが何であるかを知ることに、ずっと前から心を用いるべし。
§16Ἀπέστω δὲ καὶ τῶν λαμβανόντων μεμψιμοιρία, καὶ τὸ πεμφθὲν ὁποῖον ἂν ᾖ, μέγα δοκείτω.
受け取る側からも不満を抱くことがあってはならず、送られたものが何であれ、大いなるものと思われるべし。
οἴνου ἀμφορεὺς ἢ λαγὼς ἢ ὄρνις παχεῖα Κρονίων δῶρον μὴ δοκείτω, μηδὲ τὰς Κρονικὰς δωρεὰς εἰς γέλωτα φερέτωσαν.
ワインのアンフォラや野ウサギや太った鳥が、クロニア祭の取るに足らない贈り物と思われるべきではなく、クロニア祭の贈り物を嘲笑の対象にしてはならない。
Ἀντιπεμπέτω δὲ ὁ πένης τῷ πλουσίῳ ὁ μὲν πεπαιδευμένος βιβλίον τῶν παλαιῶν, εἴ τι εὔφημον καὶ συμποτικόν, ἢ αὐτοῦ σύγγραμμα ὁποῖον ἂν δύνηται, καὶ τοῦτο λαμβανέτω ὁ πλούσιος πάνυ φαιδρῷ τῷ προσώπῳ καὶ λαβὼν ἀναγινωσκέτω εὐθύς.
貧者は富者に返礼を送るべし。 教養ある者は、古人の書物で、何か縁起が良く宴席にふさわしいもの、あるいは自分で書いたもので、できる限りのものを。 富者はこれを極めて晴れやかな顔で受け取るべし、そして受け取ったらすぐに読むべし。
Ἢν δὲ ἀπωθῆται ἢ ἀπορρίψῃ, ἴστω τῇ τῆς ἅρπης ἀπειλῇ ἔνοχος ὤν, κἂν πέμψῃ ὅσα ἐχρῆν.
もし彼がこれを拒んだり、投げ捨てたりしたなら、たとえ送るべきものをすべて送っていたとしても、大鎌の脅しに触れるものと知るべし。
οἱ δὲ ἄλλοι οἱ μὲν στεφάνους, οἱ δὲ λιβανωτοῦ χόνδρους πεμπόντων.
他の者たちは、ある者は花冠を、ある者は乳香の粒を送るべし。
Ἢν δὲ πένης ἐσθῆτα ἢ ἄργυρον ἢ χρυσὸν παρὰ τὴν δύναμιν πέμψῃ πλουσίῳ, τὸ μὲν πεμφθὲν ἔστω δημόσιον καὶ καταπραθὲν ἐμβαλλέσθω εἰς τὸν θησαυρὸν τοῦ Κρόνου, ὁ δὲ πένης ἐς τὴν ὑστεραίαν πληγὰς παρὰ τοῦ πλουσίου λαμβανέτω τῷ νάρθηκι εἰς τὰς χεῖρας οὐκ ἐλάττους διακοσίων καὶ πεντήκοντα.
もし貧しい者が身の丈に合わない衣服や銀や金を富者に送ったなら、その送られたものは公有財産とされ、売却されてクロノスの宝庫に入れられるべし。 その貧しい者は、翌日、富者からウイキョウの茎で手の甲を二百五十回以上叩かれるべし。
§173. ΝΟΜΟΙ ΣΥΜΠΟΤΙΚΟΙ
Λούεσθαι μὲν ὁπόταν τὸ στοιχεῖον ἑξάπουν ᾖ, τὰ δὲ πρὸ τοῦ λουτροῦ κάρυα καὶ πεσσοὶ ἔστωσαν.
3. 宴会の法律日時計の影が六フィートになったときに沐浴すべし。 沐浴の前には、胡桃や双六を行うべし。
Κατακείσθω ὅπου ἂν τύχῃ ἕκαστος.
各人はたまたま当たった場所に横たわるべし。
ἀξίωμα ἢ γένος ἢ πλοῦτος ὀλίγον συντελείτω ἐς προνομήν.
地位や家柄や富が、上座を占めるための助けになってはならない。
Οἴνου τοῦ αὐτοῦ πίνειν ἅπαντας, μηδ’ ἔστω πρόφασις τῷ πλουσίῳ ἢ στομάχου ἢ κεφαλῆς ὀδύνη, ὡς μόνον δι’ αὐτὴν πίνειν τοῦ κρείττονος.
全員が同じワインを飲むべし。 富者が胃痛や頭痛を口実にして、自分だけがより上質のワインを飲むようなことがあってはならない。
Μοῖρα κρεῶν κατ’ ἴσον ἅπασιν.
肉の分配は全員に等しく。
οἱ διάκονοι πρὸς χάριν μηδενὶ μηδέν, ἀλλὰ μηδὲ βραδυνέτωσαν μηδὲ παραπεμπέσθωσαν ἔστ’ ἂν αὐτοῖς δοκῇ, ὁπόσα χρὴ ἀποφέρειν.
給仕たちは誰に対してもえこひいきをしてはならず、また、運ぶべき料理を自分たちの気まぐれで遅らせたり、素通りさせたりしてはならない。
μηδὲ τῷ μὲν μεγάλα, τῷ δὲ κομιδῇ μικρὰ παρατιθέσθω, μηδὲ τῷ μὲν ὁ μηρός, τῷ δὲ ἡ γνάθος συός, ἀλλ’ ἰσότης ἐπὶ πᾶσιν.
ある者には大きな肉を、別の者には極めて小さな肉を出したり、ある者には腿肉を、別の者には豚の顎肉を出したりしてはならず、すべてにおいて平等であるべし。
§18Ὁ οἰνοχόος ὀξὺ δεδορκέτω ἐκ περιωπῆς ἐς ἕκαστον, καὶ ἔλαττον ἐς τὸν δεσπότην, καὶ ἐπ’ ὀξύτερον ἀκουέτω, καὶ κύλικες παντοῖαι.
お酌は、高い場所から一人一人を鋭く見渡し、主人に対しては控えめに見るべし。 そして、より鋭く耳を傾け、様々な杯を用意すべし。
καὶ ἐξέστω παρέχειν, ἤν τις ἐθέλῃ, φιλοτησίαν.
また、誰かが望むなら、友愛の杯を交わすことを許すべし。
πάντες πᾶσι προπινέτωσαν, ἢν ἐθέλωσι, προπιόντος τοῦ πλουσίου.
全員が、富者がまず乾杯した後に、望むなら誰に対しても乾杯を交わすべし。
μὴ ἐπάναγκες ἔστω πίνειν, ἤν τις μὴ δύνηται.
飲めない者に対して、飲むことを強制してはならない。
Ἐς τὸ συμπόσιον μήτε ὀρχηστὴν μήτε κιθαριστὴν αὐτοὺς ἄγειν ἄρτι μανθάνοντα ἐξέστω, ἤν τις ἐθέλῃ.
宴席には、舞踏手や、習い始めたばかりの竪琴奏者を連れてくることを、たとえ誰かが望んでも、許してはならない。
Σκώμματος μέτρον ἔστω τὸ ἄλυπον ἐπὶ πᾶσιν.
冗談の限度は、すべての人にとって苦痛を伴わないものとすべし。
Πεττευέτωσαν ἐπὶ καρύων.
胡桃を賭けてゲームをすべし。
ἤν τις ἐπ’ ἀργυρίῳ πεττεύσῃ, ἄσιτος ἐς τὴν ὑστεραίαν ἔστω.
もし誰かが金銭を賭けてゲームをしたなら、翌日は絶食すべし。
Καὶ μενέτω καὶ ἀπίτω ἕκαστος, ὁπόταν βούληται.
また、各人は望むときに留まり、望むときに去るべし。
Ἐπὰν δὲ τοὺς οἰκέτας ὁ πλούσιος εὐωχῇ, διακονούντων καὶ οἱ φίλοι σὺν αὐτῷ.
富者が召使いたちを饗応するときには、その友人たちも彼と一緒に給仕すべし。
Τοὺς νόμους τούτους ἕκαστον τῶν πλουσίων ἐγγράψαντα ἐς χαλκῆν στήλην ἔχειν ἐν μεσαιτάτῳ τῆς αὐλῆς, καὶ ἀναγινωσκέτω.
富者の一人一人は、これらの法律を青銅の板に刻んで中庭の真ん中に置くべし。 そして、それを朗読するべし。
δεῖ δὲ εἰδέναι ὅτι ἔστ’ ἂν αὕτη ἡ στήλη μένῃ, οὔτε λιμὸς οὔτε λοιμὸς οὔτε πυρκαϊὰ οὔτε ἄλλο χαλεπὸν οὐδὲν εἴσεισιν εἰς τὴν οἰκίαν αὐτοῖς.
この板が留まっている限り、彼らの家には飢饉も疫病も火災も、その他いかなる災いも入り込まないと知るべきである。
ἢν δέ ποτε—ὅπερ μὴ γένοιτο—καθαιρεθῇ, ἀποτρόπαιον οἷα πείσονται.
だが、もし万が一――そのようなことが起きぬよう願うが――それが取り壊されるなら、彼らが被る災いは恐るべきものとなるだろう。